§89.5Οὕτως οὐδὲ ἡ ὀξεῖα φωνὴ ἐκ πλειόνων συνέστηκεν ἢ πλείους ἀριθμοὺς κινεῖται οὐδὲ ἡ βαρεῖα· οἷόν τε γὰρ ἢ ταύτην λέγειν ἢ κἀκείνην, ἐπειδὴ ἴδιόν τι μέγεθος βαρείας ἐστὶ φωνῆς.
同样,高音既不是由较多的成分构成,也不是在较多的运动中运动,低音也是如此;因为对于前者或后者都可以这样说,因为低音也有其特有的某种大小。
Δῆλον δὲ ἐκ τῆς βίας τῆς γεονομένης περὶ τοὺς μελῳδοῦντας· ὡς γάρ τινος δέονται δυνάμεως εἰς τὸ τὴν ὀξεῖαν ἐκφωνῆσαι οὕτω εἰς τὸ τὴν βαρεῖαν φλέγξασθαι.
这从歌唱者身上所产生的强力中是很明显的;因为正如他们需要某种力量来发出高音一样,他们也需要力量来发出低音。
Ἔνθα μὲν γὰρ συνάγουσι τὰ πλεῦρα καὶ τὴν ἀρτηρίαν ἐκτείνουσι βίᾳ ἀποστενοῦντες. Ἔνθα δὲ διευρύνουσι τὴν ἀρτηο ρίαν, διὸ βραχύτερον τὸν τράχηλον ποιοῦσι τὸ μῆκος τῆς εὐρύτητος συναγούσης.
因为在一种情况下,他们收缩肋骨并强行拉伸气管使其变窄;在另一种情况下,他们扩张气管,因此使脖子变短,宽度的增加收缩了长度。
§89.6Τοιαύτης ἔοικεν ἔν τε τοῖς αὐλοῖς εἰς τὸ ἐμπνεῦσαι βίᾳ τῷ στενωτέρῳ δυνάμεως δεῖν καὶ εἰς τὸ τῷ εὐρυτέρῳ ἵνα πληρωθῇ· καὶ γὰρ δὴ καὶ μᾶλλον ἐν τοῖς αὐλοῖς· ἀπονώτερον γὰρ τὸ ὀξὺ τῷ διὰ τῶν ἄνω γίγνεσθαι τρημάτων· βίας δὲ δεόμενον τὸ βαρὺ καὶ μείζονος εἰ διʼ ὅλου τὸ πνεῦμα πέμποιτο, ὥστε ὅσον μήκους προστίθεται τοσόνδε καὶ πνεύματος ἰσχύος προστίθεται.
在双簧管中似乎也发生了类似的事情,为了强力吹入较窄的管中需要力量,为了吹入较宽的管中使其充满也需要力量;事实上,在双簧管中更是如此;因为高音由于是通过上方的指孔产生的,所以较省力;而低音,如果气息要通过整个管子传送,则需要力量,甚至需要更大的力量,因此增加多少长度,也相应增加多少气息的力量。
§89.7Ἐν δὲ ταῖς χορδαῖς τὸ ἴσον κατὰ θάτερον δῆλον· ὅσῳ γὰρ εὐτονωτέρα ἡ τῆς λεπτοτέρας τάσις τοσῷδε ἡ ἀνεῖσθαι δοκοῦσα παχυτέρα, οὕτω τε ὅσῳ ἰσχυρότερος ὁ ἦχος ἐκ τῆς λεπτοτέρας τοσῷδε βαρύτερος ὁ ἕτερος·
在弦乐器中,另一种方式的均等性是明显的:因为较细的弦的张力越强,被认为较松的较粗的弦也同样具有相应的张力,而且,从较细的弦发出的声音越强,另一根弦的声音就越低。
ἐκ γὰρ μείζονος ὁ πλείων καὶ τοῦ πέριξ ἦχος.
因为较多的声音,包括周围空气的声音,是从较大的弦中产生的。
Πῶς γὰρ ἂν σύμφωνοι ἐγίγνοντό τινες φθόγγοι εἰ μὴ ἰσότης ἦν;
因为如果不存在均等性,某些音符又怎么可能成为协和音呢?
ἀσύγκριτον γὰρ τὸ πλεονάζον, τὸ γὰρ ὑπέρμετρον ὑπὲρ τὴν μῖξιν διάδηλον γίγνεται.
因为过剩的是无法相比的,超出限度的东西在混合之外会变得非常明显。
Διὸ τοῖς κατὰ τὴν κρᾶσιν ἰσχυροτέροις τὸ ἀνειμένον πλεῖον ἐπιμίγνυται εἰς τὸ ἰσοδυναμῆσαι· §89.8ὥστε ἐστί τις συμφωνία καὶ ἰσότης τῶν ἐξ ὧν γίνεται.
因此,为了达到力量均等,在混合中对较强的声音要混入较多较松的声音;因此,在产生协和音的那些事物之间,存在着某种协和与均等。
Εἰ γὰρ ὁ ὀξὺς πλείους κινοῖτο ἀριθμοὺς, πῶς ἂν συνήχησις γένοιτο;
因为如果高音推动较多数目的运动,又怎么可能产生共鸣呢?
καὶ γὰρ, ὥς φασι, καὶ πορρωτέρω ἀκούεται ὁ ὀξύτερος φθόγγος τῷ πορρωτέρω διὰ τὴν τῆς κινήσεως ὀξύτητα διικνεῖσθαι.
因为正如人们所说,由于运动的敏锐性,较高音符的声音会传得更远,因此在更远的地方也能被听到。
Εἰ διὰ τὸ πλῆθος γίγνεται, οὐκ ἄν ποτε γένοιτο σύμφωνος οὗτος πρὸς τὸν βαρὺν, οὔθʼ ὅτε ἀκούεται, εἴ γε ἐν ἀμφοτέροις ἡ συμφωνία, οὔθʼ ὅτε ἐκλείπει ὁ βαρύτερος, ἀνάγκη γὰρ κατὰ τὴν λεληθυῖαν ἔκλειψιν μηκέτʼ ἀκούεσθαι· οὔτε μάλιστα ἄμφω ἀκούονται·
如果这是由于数量引起的,那么高音对低音就永远不会产生协和,无论是在听到它的时候(如果协和确实存在于两者之中),还是在低音消失的时候(因为必然在不知不觉的消失中,低音不再被听到),也绝对不是在两者都被最清楚地听到的时候。
καὶ τότε γὰρ ὁ ὀξὺς σφοδρότερός ἐστιν ἅτε οἷός τε ὢν καὶ πόρρω διικνεῖσθαι·
因为即使在那个时候,高音也更加强烈,因为它能够传到很远的地方。
φθάνει τε οὖν τὸν βαρὺν καὶ κατισχύει ὥστε σφετερίζεσθαι τὴν αἴσθησιν ἀεὶ μειονεκτοῦντος τοῦ βαρυτέρου.
因此它超过了低音并压倒了它,从而独占了感知,而低音则总是处于劣势。
§89.9Ἀλλʼ ἐπεί ἐστί τι σύμφωνον ἰσότητα δηλοῦν ἀμφοῖν τοῖν φθόγγοιν, ἰσότης ἐστὶ τῶν δυνάμεων διαφέρουσα τῇ ἰδιότητι ἑκατέρα.
但是,既然存在着某种表明两个音符均等性的协和音,那么就存在着力量的均等性,而每种力量都因其特异性而有所不同。
Τὸ γὰρ ὀξύτερον φύσει ὂν ἐκδηλότερον οὐκ ἰσχυρότερον πορὁ ρωτέρω ἀντιληπτόν ἐστι τοῦ βαρυτέρου, ὥσπερ τὸ λευκὸν ἄλλου του χρώματος, ἤ τι ἕτερον ὃ οὐχὶ τῷ θάτερον ἧττον εἶναι ὁ πέφυκε μᾶλλον ἀντιληπτόν ἐστιν, ἢ τῷ μὴ διὰ τοὺς ἴσους ἀριθμοὺς κινεῖσθαι, ἀλλὰ τῷ μᾶλλον τῷδε ἢ τῶδε ἐπιβάλλειν τὴν αἴσθησιν διὰ τὴν πρὸς τὰ πέριξ ἀνομοιότητα.
因为高音在天性上更明显,所以比低音在更远的地方被感知,这并不是因为它更强,正如白色比其他某种颜色更明显,或者其他某种天生更容易被感知的东西,并不是因为另一个较弱,也不是因为由于不等量的数目而运动,而是因为由于与周围事物的不同,感知更容易投射到这个或那个之上。
Οὕτως διικνεῖται μὲν καὶ ὁ βαρύς, ἡ δʼ ἀκοὴ θᾶττον ἀντιλαμβάνεται διὰ τὴν ἰδιότητα τοῦ ὀξέος, οὐ διὰ τὸ ἐν αὐτῷ πλῆθος.
因此,低音也能到达,但听觉由于高音的特异性而不是由于其中的数量,从而能更迅速地感知到高音。