§89.10Καὶ γὰρ δή γε εἰ καὶ πορρωτέρω ἐκινεῖτο οὐ διὰ τὸ πλείους κινεῖσθαι ἀριθμοὺς ὁ ὀξύτερος ἀλλὰ διὰ τὸ σχῆμα· ἐπειδὴ ὁ μὲν ὀξὺς ἦχος πρόσω μᾶλλον φέρεται καὶ ἄνω ὁ δὲ βαρὺς πέριξ κατʼ ἴσον μᾶλλον.
因为,即使高音传得更远,那也不是因为高音推动了较多数目的运动,而是由于其形状;因为高音更倾向于向前和向上运送,而低音则更倾向于在周围等量地运送。
Δῆλον δὲ καὶ ἐκ τῶν ὀργάνων· τὸ μὲν γὰρ ὑπόκερας καὶ τὸ σὺν τῷ χαλκώματι περιηχητικώτερα ἅτε τοῦ ἤχου ἴσου περὶ πᾶν γιγνομένου.
这从乐器中也是明显的:因为角状物的下部和带有青铜配件的乐器更容易在周围产生共鸣,因为声音在周围整体上是均等产生的。
Καὶ γὰρ εἴ τις ὀξὺν φθεγγόμενος φθόγγον ἅπτοιτο τῆς αὑτοῦ πλευρᾶς, ἔπειτα πάλιν βαρὺν, αἰσθάνοιτο ἂν μᾶλλον ἐπὶ τοῦ βαρέος φθόγγου τῇ χειρὶ τῆς περὶ τὴν πλευρὰν κινήσεως.
因为,如果有人在发出高音时触摸自己的肋骨,然后再发出低音,他会在发出低音时,用手更强烈地感知到肋骨周围的运动。
Κἂν τοῦ ὀργάνου ἅπτηται τῆς χέλυος ἢ τοῦ κέρατος ἢ ἀγκῶνος ὁπότε τὴν λεπτὴν τύπτοι καὶ τὴν τοῦ βαρέος προετικὴν, πάλιν ἐπαίσθοιτο ἂν μᾶλλον τῆς περὶ τὸ κύτος κινήσεως ὁπότε τὴν τοῦ βαρυτέρου τύπτοι ἤχου προετικήν.
而如果他触摸乐器的龟甲、角或臂,每当他弹奏那根细弦和发出低音的弦时,与弹奏发出较低声音的弦时相比,他在弹奏发出较低声音的弦时,会更强烈地感知到琴身周围的运动。
Εἰς πᾶν γὰρ ὁ βαρὺς φθόγγος διικνεῖται πέριξ, ὁ δὲ ὀξὺς πρόσω ἢ εἰς ὁ βιάζεται ὁ φθεγγόμενος.
因为低音传到周围的所有地方,而高音则传向前方或发音者强力指向的地方。
§89.11Εἰ οὖν ὅσῳ πρόσω κινεῖται ὁ ὀξὺς τοσόνδε περὶ πᾶν κινοῖτο ὁ βαρὺς οὐκ ἂν ἐλάττους κινοῖτο ἀριθμούς· ὅπερ κἀκ τῶν αὐλητικῶν δῆλον· ὁ γὰρ μακρότερος αὐλὸς βαρύτερος ἐν ᾧ πλεῖον τὸ πνεῦμα περὶ ὃ πᾶν ἡ κίνησις.
因此,如果高音向前运动多少,低音就在周围整体运动多少,那么低音所推动的运动数目就不会较少;这从管乐器的演奏中也是明显的:因为较长的管子音调较低,其中有较多的气息,而运动是在这全部气息周围产生的。
Ἀλλʼ οὐδὲ τάχει ἂν διαφέροι ὁ ὀξύς· προκαυ τελαμβάνετο γὰρ ἂν τὴν ἀκοὴν ὥστε μὴ γίγνεσθαι σύμφωνον· εἰ δὲ γίγνεται ἰστοταχοῦσιν ἄμφω· οὐχὶ οὖν ἀριθμοί τινες ἄνισοι τὸν τῶν διαφορῶν λόγον ποιοῦσιν.
但高音在速度上也不会有所不同;因为否则它就会先占听觉,从而无法产生协和音;但如果产生了协和音,则两者具有相同的速度;因此,并不是不等量的数目造成了差异的比例。
Αἱ δὲ φύσει τοιαίδε φωναὶ φύσει συνηρμοσμέναι οὖσαι· οὐδὲ γὰρ τὰ διαστήματα, ὥς τινές φᾶ σιν, αἴτια τῶν διαφορῶν, διὸ καὶ ἀρχαί· §89.12ἐπειδὴ καὶ τούτων παραλειπομένων γίγνεται τάδε αἴτια τοῦ εἶναι οὐχ ὡς ποιοῦντα ἀλλὰ ὡς μὴ κωλύοντα.
而这种天性的声音,在天性上就是相互调和的;因为正如某些人所说,音程并不是差异的原因,因此它们也不是原理;因为即使在这些音程被排除的时候,以下事物也会成为存在的原因,不是作为作用的原因,而是作为不阻碍的原因。
Οὐδὲ γὰρ ἡ ἐκμέλεια τῆς ἐμμελείας αἰτία· ἐπειδὴ οὐκ ἂν γένοιτο ἐμμέλεια εἰ μὴ ἡ ἐκμέλεια παραπέμποιτο.
因为不和谐并不是和谐的原因;因为如果不和谐不被排除,和谐就不会产生。
Οὐδʼ ἄν τι ἄλλο ἐπιστημονικὸν γένοιτο εἰ μὴ τοὐναντίον ἀνεπίστημον τοῦ ἐπιστήμονος, ἀλλὰ παραπεμπόμενον, τοῦ μὴ κωλύειν.
同样,除非与科学(知识)相反的非科学被排除以不造成阻碍,否则任何其他科学的事物都不会产生。
§89.13Ὥστʼ οὐδὲ τὰ ὁιαστήματα τοῦ μέλους αἴτια ὡς ποιοῦντα ἀλλʼ ὡς μὴ κωλύοντα.
因此,音程也不是旋律的作用原因,而只是作为不阻碍的原因。
Εἰ γάρ τις ἅμα φθέγγοιτο κατὰ τὸ συνεχὲς καὶ τοὺς μεταξὺ τόπους, ἆρʼ οὖν ἐκμελῆ ποιοῖτο φωνήν;
因为如果有人在连续的音阶和中间的空隙中同时发声,难道他不会制造出不和谐的声音吗?
ὧν οὖν μὴ παραπεμπομένων ἐκμέλεια γίγνοιτο ἂν οὐχὶ λειφθεῖεν κωλυσόντων.
因此,在这些不被排除的时候,就会产生不和谐,但它们不会被留下来作为阻碍者。
Μέγα οὖν ὄφελος τὸ περιίστασθαι ταύταις τὴν μελῳδίαν, ὥστε ἀνευρίσκειν τοὺς συνηρμοσμένους πρὸς ἀλλήλους φθόγγους· ἀλλʼ οὗτοι μὲν αἴτιοι τοῦ μέλους ὄντες, τὰ δὲ διαστήματα παραπεμπόμενα ἐπιδηλούμενα ἐκμελείας αἴτιά ἐστιν· ἧς καὶ ἀρχαὶ λέγοιντʼ ἂν οὐχὶ τῆς ἐμμελοῦς φωνῆς.
因此,旋律避开这些音程以找出相互调和的音符,具有极大的益处;然而,正是这些音符构成了旋律的原因,而音程在被排除且被标示出来时,则是非和谐的原因,它们也可以被称为非和谐的原理,而不是和谐声音的原理。
§89.14Οὔτʼ οὖν τὰ διαστήματα αἴτια τῆς ἐμμελείας ἀλλὰ βλαπτικὰ αὐτῆς φαινόμενά γε· οὔτε οἱ ἀριθμοὶ αἴτιοι τῇ ποσότητι διαφέρειν ἀλλήλων τοὺς φθόγγους· κατʼ ἄλλο γὰρ ἴσοι εὑρίσκονται οἱ βαρεῖς τοῖς ὀξέσι καθὸ καὶ ὁ πόνος ἴσος κατὰ τοὐναντίον· οὐ γὰρ ἧττον τῶν τοὺς ὀξεῖς φθόγγους φθεγγομένων οἱ τοὺς βαρεῖς πονοῦσι βιαζόμενοι εἰς τοὐναντίον πάλιν.
因此,音程既不是和谐的原因,反而在显现时对和谐是有害的;数目也不是音符在数量上相互差异的原因;因为在另一方面,低音被发现与高音是均等的,因为它们在相反方向上的劳力是均等的;因为发出低音的人并不比发出高音的人少付出劳力,他们同样在相反方向上强行使力。
Μία δὲ φύσις τῆς μουσικῆς, κίνησις τῆς ψυχῆς ἡ κατὰ ἀπόλυσιν γιγνομένη τῶν διὰ τὰ πάθη κακῶν.
而音乐的单一本性是灵魂的运动,这种运动是伴随着从由情感所引起的诸恶中解放出来而产生的。