§84.1Fr. 84
Οὐδεὶς δὲ λέγει τὸν Ἀριστείδου βίον ἡδὺν ἀλλὰ τὸν Σμινδυρίδου τοῦ Συβαρίτου καὶ τὸν Σαρδαναπάλου, καίτοι κατά γε τὴν δόξαν, φησὶν ἐν τῷ περὶ Ἡδονῆς Θ., οὐχ ὁμοίως λαμπρός ἐστιν, ἀλλʼ οὐκ ἐτρύφησεν ὥσπερ ἐκεῖνοι.
没有人说阿里斯提德的生活是愉快的,而是说叙巴里斯人斯敏迪里德斯的生活和萨尔达那帕路斯的生活,尽管在名声上(泰奥弗拉斯托斯在《论快乐》中说)它并不同样显赫,但他并没有像他们那样奢侈度日。
Οὐδὲ τὸν Ἀγησιλάου τοῦ Λακεδαιμονίων βασιλέως, ἀλλὰ μᾶλλον εἰ ἔτυχεν τὸν Ἀνάνιος οὕτως ἀοράτου κατὰ δόξαν ὄντος.
也没有人说拉刻代蒙人的国王阿格西劳斯的生活是愉快的,而是说——如果有的话——阿纳尼乌斯的生活,尽管他在名声上是如此默默无闻。
Οὐδὲ τὸν τῶν ἡμιθέων τῶν ἐπὶ Τροίας, ἀλλὰ πολὺ μᾶλλον τῶν νῦν· καὶ τοῦτʼ εἰκότως.
人们也不说特洛伊时期的半神们的生活是愉快的,而是说现代人的生活;而这是理所当然的。
Ὁ μὲν γὰρ ἀκατάσκευος καὶ ὥσπερ ἀνάρτυτος ἦν οὔτʼ ἐπιμιξίας οὔσης οὔτε τῶν τεχνῶν διηκριβωμένων· ὁ δὲ πᾶσιν ἐξηρτυμένος πρὸς ῥᾳστώνην καὶ πρὸς ἀπόλαυσιν καὶ πρὸς τὰς ἄλλας διαγωγάς.
因为前者的生活缺乏设备,且仿佛未作准备,既没有与外界的交往,技术也未臻完善;而后者则在安逸、享受及其他消遣方面,一切都装备得极为完备。