§49.1Fr. 49
Καὶ τῶν παλαιῶν τινὲς ἐπέπληξαν τῷ Πλάτωνι λέγοντες ὡς οὐκ ὀρθῶς ἀρχὴν ἀρχῆς ἐπιζητεῖ καὶ γένεσιν ἀγεννήτου πράγματος·
一些古人也指责柏拉图,说他不正当地寻求原理的原理,以及不生之物的生成。
εἰ γὰρ καὶ τῶν πρώτων τὰ αἴτια ζητήσομεν καὶ τῶν αὐθυποστάτων γενέσεις ἐπινοήσομεν, εἰς ἄπειρον προιόντες λησόμεθα καὶ τέλος οὐδὲν ἔχον τῆς θεωρίας·
因为如果我们连第一等事物的因由也要去寻求,连自立之物的生成也要去构想,我们就会在不知不觉中走向一个对观照而言毫无终结的无限。
ὥσπερ γὰρ ὁ πάντα ἀποδεικτὰ νενομικὼς αὐτὴν μάλιστα τὴν ἀπόδειξιν ἀναιρεῖ, τοῦτον τὸν τρόπον καὶ ὁ πάντων αἰτίας ἐπιζητῶν ἄρδην ἀνατρέπει τὰ ὄντα πάντα καὶ τὴν τάξιν αὐτῶν τὴν ἀπό τινος ὡρισμένης ἀρχῆς προϊοῦσαν.
正如那个认为一切事物皆可证明的人,恰恰最是消解了证明本身一样;以这种方式,那个寻求一切事物因由的人,也彻底颠覆了所有存在者,以及它们那自某个确定原理出发的秩序。
Τοιαῦτα μὲν ὁ Θ. ἐπιτιμᾷ τῷ Πλάτωνι περὶ τῆσδε τῆς ψυχογονίας οὐδὲ ἐπὶ τῶν φυσικῶν πάντων λέγων δεῖν ἡμᾶς ἐπιζητεῖν τὸ διὰ τί· γελοῖον γάρ φησιν ἀπορεῖν διὰ τί καίει τὸ πῦρ καὶ διὰ τί πῦρ καὶ διὰ τί ψύχει ἡ χιών.
泰奥弗拉斯托斯便是如此在关于此灵魂生成的事上指责柏拉图的,同时他也主张,我们不应该在所有的自然事物上都去寻求‘为什么’;因为他说,去疑惑为什么火会燃烧、为什么[火]是火、以及为什么雪会使物冷却,这是滑稽的。