§42.1Fr. 42
Πρῶτος δʼ οὗτος Παρμενίδης τὴν γῆν ἀπέφηνε σφαιροειδῆ καὶ ἐν μέσῳ κεῖσθαι· δύο τʼ εἶναι στοχεῖα, πῦρ καὶ γῆν, καὶ τὸ μὲν δημιουργοῦ τάξιν ἔχειν, τὴν δὲ ὕλης, - γένεσιν τʼ ἀνθρώπων ἐξ ἰλύος πρῶτον γενέσθαι, - ταὐτὸν δʼ ὑπάρχειν τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξ ὧν τὰ πάντα συνεστάναι· καὶ τὸν νοῦν καὶ τὴν ψυχὴν ταὐτὸν εἶναι, καθὰ μέμνηται καὶ Θ. ἐν τοῖς Φυσικοῖς πάντων σχεδὸν ἐκτιθέμενος τὰ δόγματα.
Fr. 42 正是这位巴门尼德最先表明大地是球形的且位于中心;并且存在两种元素,即火和土,其中之一具有创造者的地位,而另一个具有质料的地位——而人类的产生最初源于泥土——并且热与冷作为同一物而存在,万物皆由它们构成;以及理智与灵魂是同一的,正如泰奥弗拉斯托斯在《物理学》中陈述几乎所有人的学说时也曾提及的那样。