§20.20Fr. 20
Ἐν τῷ δευτέρῳ τῶν περὶ Κινήσεως· οἰκειότερον δὲ ὅπερ καὶ λέγομεν καὶ ἔστιν, ἐνέργειαν τοῦ δυνάμει κινητοῦ ᾗ κινητὸν κατὰ γένος ἕκαστον τῶν κατηγοριῶν, οἷον οὐσίας, ποσοῦ, ποιοῦ, φορητοῦ, τῶν ἄλλων·
Fr. 20 在《论运动》第二卷中:“然而,我们所说且事实也是如此的说法更为恰当:即在范畴的每一个族类中——例如实体、量、质、被移动者及其他——潜在的可移动者在其作为可移动者的限度内的现实活动。
οὕτω γὰρ ἀλλοίωσις, αὔξησις, φορὰ, γένεσις καὶ αἱ ἐναντίαι ταύταις.
”因为这样一来,便有了质变、增大、位移、产生以及与这些相反的运动。
Ἐν τῷ τρίτῳ δὲ, οἶμαι, σαφέστερον ταῦτα γέγραφεν· ἐν μὲν τῷ ἀφορισμῷ τῆς κινήσεως τοσαῦτα φαμὲν αὐτῆς εἴδη ὅσαι κατηγορίαι· τὴν γὰρ τοῦ δυνάμει ὄντος ᾗ τοιοῦτον ἐντελέχειαν κίνησιν.
但在第三卷中,我认为,他把这些写得更清楚了:“一方面,在运动的界说中,我们说运动的种类与范畴的数量相同;因为潜在存在之物在其作为潜在之物的限度内的完全现实性即是运动。
Καὶ τοῦτο δὲ ἐν τῷ αὐτῷ βιβλίῳ φησί· Τοῦ δὲ πρός τι κίνησις τοῦ μὲν κατὰ λόγον οὐκ ἔστι, τοῦ δὲ κατὰ δύναμιν ἔστιν· ἡ γὰρ ἐνέργεια κίνησίς τε καὶ καθʼ αὑτό.
”而且,他在同一本书中也这样说:“关于关系者,一方面,依比例(理路)而言没有运动,另一方面,依潜能而言则有运动;因为现实活动既是运动,也是其自身存在。 ”