§180.1Fr. 180
Θ. δὲ ὁ Ἐρέσιος Ἀριστοτέλους μαθητὴς ἐν τρίτῃ περὶ ζώων μνημονεύων αὐτῶν οὑτωσί πως λέγει· ἔστι καὶ τοῖς ὄρνισι τοιαύτη διαφορά· τὰ μὲν γὰρ βραχέα καὶ μὴ πτητικὰ καθάπερ ἀτταγὴν πέρδιξ, ἀλεκτρυὼν, φασιανὸς εὐθὺς βαδιστικὰ καὶ δασέα.
Fr. 180 亚里士多德的弟子、埃雷索斯的泰奥弗拉斯托斯在《关于动物》第三卷中提到它们时,大致这样说:“鸟类之中也有这样的区别:因为那些身体矮小、不善飞行的鸟,如鹧鸪、石鸡、公鸡、雉鸡,一出生便能行走且长满羽毛。 ”