Humanitext Reader

泰奥弗拉斯托斯 · 残篇 §174.1-174.8

小动物大量繁殖与灭亡的原因及其奇特习性

第 180 段,共 196 段 · 希腊语

内容简介

泰奥弗拉斯托斯解释了苍蝇、蜗牛、青蛙、蝗虫、蛇和老鼠等小动物成群出现的自然环境因素、它们的消亡原因,以及诸如食金鼠或双足鼠等独特生态特征。

§174.1Fr. 174 Ὅτι τῶν ἀθρόων φαινομένων ζώων οὐχ ἡ αὐτὴ πάντων αἰτία ἀλλὰ τῶν μὲν καὶ ἡ γένεσις εὐθὺς φανερὰ ὥσπερ τῶν μυιῶν, αἳ ἐν τοῖς στρατοπέδοις καὶ ἐν ταῖς πανηγύρεσι καὶ μετὰ τὸ παρελθεῖν αὐτὰ ἔτι μᾶλλον γίνονται.
关于成群出现的动物,其成因并不全都相同,有些动物的产生是显而易见的,比如苍蝇,它们在军营和节日集会中出现,而在这些集会结束之后出现得更多。
Τούτων γὰρ ἥ τε κόπρος αἰτία καὶ ἡ τῶν ἄλλων σῆψις.
因为粪便和其它物质的腐烂是它们产生的原因。
Ἄλλα δὲ προϋπάρχει μὲν ἐκφαίνεται δὲ διὰ τοὺς ὑετοὺς ὥσπερ οἵ τε κοχλίαι καὶ οἱ μικροὶ βάτραχοι· οὐ γὰρ ὕονται ὥς τινες οἴονται, ἀλλὰ προφαίνονται μόνον κατὰ γῆς ὄντα πρότερον, διὰ τὸ εἰσρεῖν τὸ ὕδωρ εἰς τὰς θαλάμας αὐτῶν.
另一些动物则是预先存在的,但因为下雨而显露出来,例如蜗牛和小青蛙;因为它们并不像某些人所认为的那样随雨而降,而只是因为雨水流进它们的巢穴,使原本在泥土底下的它们显露出来而已。
Ἄλλο δὲ γένος ἐστι τοῦτο βατράχων παρὰ τὸ ἐν ταῖς λίμναις καὶ τοῖς τέλμασι.
这是一种与湖泊和沼泽中的青蛙不同的青蛙。
Τὸ δὲ πλῆθος καὶ τούτων καὶ τῶν ἄλλων ὅταν εὐθηνήσωσιν.
当它们繁衍的条件充足时,这些动物和其它动物就会大量出现。
§174.2Ὅτι μᾶλλον μετὰ τὰς διαλύσεις καὶ τῶν πανηγύρεων καὶ τῶν στρατοπέδων ἢ ἔτι συνισταμένων αἱ μυῖαι γίνονται· συμβαίνει γὰρ παρόντων μὲν διὰ τὰς καθημερινὰς χρείας καὶ κινήσεις φθείρεσθαι τὰς γενέσεις αὐτῶν κινήσεως ἀεὶ καὶ μεταβολῆς γινομένης ὡς ἐν τοῖς ἄλλοις καὶ ἐν αὐτοῖς τοῖς καθάρμασιν ἐκβαλλομένοις αὐτῶν·
苍蝇在集会和军营解散之后比在它们仍在进行时产生得更多;因为当人们在场时,由于日常的需要和活动,它们的繁殖会受到破坏,因为在其它事物中以及在他们扔掉的废弃物本身中,活动和变化一直在发生。
ὅταν δὲ διαλυθῶσιν ἡσυχίας γενομένης ταχὺ συντελεῖται διὰ τὸ μὴ ὑπʼ οὐοδένος κωλύεσθαι μέχρι οὗ ἂν ξηρανθῇ τὸ ἐν τοῖς αθάρμασιν ὑγρόν.
但是当人们散去、安静下来时,因为不受任何人的阻碍,繁殖便迅速完成,直到废弃物中的水分干燥为止。
Ἡ μὲν οὖν τῶν μυιῶν γένεσις ταχεῖαν καὶ πολλὴν ὡς εἴρηται τὴν γένεσιν λαμβάνει.
因此,正如所说,苍蝇的产生经历了一个迅速且大量的繁衍过程。
§174.3Οἱ δʼ ἀττέλεβοι καὶ αἱ ἀκρίδες πανταχοῦ μέν εἰσιν ὡς εἰπεῖν, πλήθεται δὲ ταῦτα τῷ τε τόπους οἰκείους λαμβάνειν καὶ τῷ μὴ διαφθείρεσθαι αὐτῶν τὰ ὠὰ, ὃ συμβαίνει διὰ τὴν ἀργίαν τῆς χώρας· ἐν γὰρ τῇ γεωργουμένη ἀπόλλυνται, διὸ καὶ ἐκ τῆς ἐρήμου καὶ ἀργούσης καταφέρονται πρὸς τὴν οἰκουμένην καὶ ἐργάσιμον.
蝗若虫和蝗虫可以说是无处不在,但它们的大量繁殖,既由于它们找到了适宜的地方,也由于它们的卵没有受到破坏,这乃是由于土地的荒芜而发生的;因为在耕作的土地中,卵会被消灭,因此它们从荒凉未耕作的土地迁移到有人居住和耕作的土地。
Ἐγχρονίζουσι δὲ ἢ διὰ τὸ περιέχεσθαι τὸ χωρίον ὄρεσιν ὑψηλοῖς καὶ ὑπερᾶραι ταῦτα μὴ δύνασθαι· ἢ διὰ τὸ ἐπιτήδειον τῆς χώρας.
它们在某地逗留,或是因为该地区被高山环绕而它们无法飞越,或是因为该土地的适宜性。
Τοιαύτη δὲ ἣ τε μαλακὴ καὶ νοτίδα ἔχουσα καὶ δροσοβόλος.
这样的土地是柔软、湿润且多露水的。
§174.4Χαλεπαὶ μὲν οὖν καὶ αἱ ἀκρίδες, χαλεπώτεροι δὲ οἱ ἀττέλεβοι καὶ τούτων μάλιστα οὓς καλοῦσι βρούη κους.
因此,蝗虫虽然有害,但蝗若虫更为有害,其中尤其是人们称为“布鲁科斯”的那些。
Ἡ δὲ γένεσις αὐτῶν ἐξ ἀλλήλων.
它们的产生是通过彼此交配而来的。
Τινὲς δὲ οἴονται οὐκ ἀκριβεῖ σημείῳ τῷ τὸ χρῶμα παραπλησίως τινὰς αὐτῶν ἔχειν τοῖς ἐν τῇ χώρᾳ ὅτι καὶ αὐτόματος.
但有些人根据一个不确切的迹象——即它们中有些颜色与该土地的颜色相似——而认为它们也是自然产生的。
Δῆλον γὰρ ὅτι τὸ τοιοῦτον ἀπὸ τῆς τροφῆς ἀλλʼ οὐκ ἀπὸ τῆς γενέσεως προσλαμβάνουσιν.
因为显而易见,它们是由于食物而不是由于其产生方式而获得这种特征的。
§174.5Ἡ δὲ φθορὰ τούτων ἡ μέν ἐστιν οἷον φυσική τις καὶ λοιμώδης.
它们的消亡,一种可以说是自然且具疫病性质的。
Ὑπὸ κύνα γὰρ οἰστρᾷ καὶ ἐγγίνεταί τι σκωλήκιον ἐν τῇ κεφαλῇ καὶ φθείρεται· ἡ δὲ ἐν τῇ μετακινήσει καὶ τῇ πτήσει· ὅταν γὰρ ἀρθῶσιν ὑπὸ τῶν ἀνέμων καταφέρονται εἰς τὴν θάλασσαν καὶ φθείρονται.
因为在犬星升起的时期,它们会发狂,头中生出小虫而死;另一种则发生在迁移和飞行中,因为当它们被风吹起时,就会掉入海中而死。
Φθείρονται δὲ καὶ διὰ χειμῶνα καὶ ψῦχος καὶ αὐτὰ καὶ τὰ ὠὰ αὐτῶν.
它们自身和它们的卵也会因冬季和寒冷而消亡。
Φθείρονται δὲ καὶ ἐκ μηχανῆς ἀνθρώπων· τάφρους γὰρ ποιοῦντες συνελαύνουσιν αὐτὰ εἰς αὑτοὺς καὶ καταχωννύντες διαφθείρουσι.
它们也会因人类的策略而消亡;因为人们挖出壕沟,将它们驱赶到其中,并用土掩埋来消灭它们。
§174.6Ὅτι τῶν ὄφεων δύο τινὰ τῆς γενέσεως αἴτιά ἐστιν. Ἢ γὰρ ἀὴρ ἔπομβρος ἢ πόλεμοι καὶ χύσεις αἱμάτων.
蛇的产生有两个原因:要么是多雨的气候,要么是战争和流血。
Ὃ σχεδὸν καὶ τῶν ἄλλων θηρίων τῆς γενέσεως αἴτιον.
这几乎也是其它野兽产生的原因。
Ἐξ οὗ ποτὲ καὶ περὶ Θετταλίαν πλῆθος ὄφεων ἱστοροῦσι γενέσθαι.
据记载,由于这个原因,曾经在萨利附近出现了大量的蛇。
§174.7Ὅτι καὶ αἱ μύες ἐν ταῖς ἀρούραις ἀθρόον γίνονται, καὶ ἐν τοῖς αὐχμοῖς μᾶλλον ἢ ἐν ταῖς ἐπομβρίαις· πολέμιον γὰρ αὐταῖς τὰ ὕδατα·
田间的野鼠也是成群出现的,而且在干旱时期比在多雨时期更多;因为水对它们是有害的。
πολύγονον δὲ τὸ ζῶον·
这种动物繁殖力极强。
ἀπόλλυται δὲ τῇ μὲν ἐμφανεῖ καὶ ἔξωθεν φθορᾷ διὰ πλῆθος ὑδάτων· τοῦτο γὰρ καὶ ἔξω χειμάζει καὶ εἰς τὰς μυωπίας παρεισρεῖ.
它们由于大量的水而遭受显而易见的外在消亡;因为水在户外折磨它们,并且流入它们的鼠穴。
Φθείρουσι δʼ αὐτοὺς καὶ αἱ ἄγριαι γαλαῖ.
野生的鼬鼠也消灭它们。
Ἔστι δέ τις αὐτῶν καὶ ἀφανὴς καὶ ἀθρόα φθορὰ καθάπερ τις ἐπισυμβαίνουσα λοιμώδης· τίκτεται γὰρ καὶ τούτων ἐν τῇ κεφαλῇ σκώληξ καὶ φθείρονται·
但它们也有一种隐秘且集体的消亡,就像是突然发生的疫病一样;因为在这些野鼠的头部也生出虫子,使它们消亡。
ὃ καὶ οἱ ἔμπειροι ἐπισκοποῦντες, ἐπὰν ἴδωσι, τὴν φθορὰν αὐτῶν προνοοῦσι καὶ προαγγέλλουοσιν.
经验丰富的人进行观察,一旦看到这种情况,就能预见它们的消亡并预先发出警告。
§174.8Ὅτι οἱ μύες ἱστοροῦνται καὶ σίδηρον κατεσθίειν καὶ χρυσίον· διὸ καὶ ἀνατέμνοντες αὐτοὺς οἱ ἐν τοῖς χρυσείοις τὸν χρυσὸν ἀνιμῶνται.
据记载,老鼠甚至会吞食铁和金子;因此在金矿工作的人解剖它们并取出金子。
Ὅτι ἐν Αἰγύπτῳ δίποδάς φασιν μύας γίνεσθαι καὶ μεγάλους· ἔχουσι δὲ οὗτοι καὶ τοὺς ἐμπροσθίους πόδας ἀλλʼ οὐ βαδίζουσιν ἐπʼ αὐτοῖς, χρῶνται δʼ αὐτοῖς οἷα χερσίν· ὅταν δὲ φεύγωσι πηδῶσι.
据说在埃及有双足且体型巨大的老鼠;它们也有前足,但不踩在地上行走,而是像手一样使用它们,逃跑时则跳跃。

词汇与语法注释

  1. 174.1τῶν ἀθρόων φαινομένων ζώων — 引导整个段落主题的关联属格(或话题属格)。紧接着出现的“οὐχ ἡ αὐτὴ πάντων αἰτία”表明“关于成群出现的动物,其成因并不全都相同”。
  2. 174.2παρόντων μὲν — 现在分词“παρόντων”构成的属格独立结构,省略 heating 了逻辑主语“人们”(ἀνθρώπων)。意为“当人们在场(留守)时”,与后文的“ἡσυχίας γενομένης”(安静下来时)形成对比。
  3. 174.3τῷ τε τόπους οἰκείους λαμβάνειν — 表示原因的带冠词不定式的与格形式。它与后面的“καὶ τῷ μὴ διαφθείρεσθαι αὐτῶν τὰ ὠά”并列,用以解释蝗虫大量繁殖(“πλήθεται”)的两个主要原因:“由于它们找到了适宜的地方”以及“由于它们的卵没有受到破坏”。
  4. 174.4οὐκ ἀκριβεῖ σημείῳ τῷ... — 与格名词“σημείῳ”与带冠词与格不定式短语“τῷ ... ἔχειν”作同格。这是一个表示判断依据(手段或原因与格)的复杂句法结构,意为“根据……这一不确切的迹象”。

引用这一段

泰奥弗拉斯托斯, 残篇 §174.1-174.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg010x09.humanitext-grc1:174.1-174.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。