§172.1Fr. 172
Ὅτι τὰς χρόας μεταβαλλόμενοι καὶ ἐξομοιούμενοι φυτοῖς καὶ τόποις καὶ λίθοις οἷς ἂν πλησιάσωσι πολύπους ἐστὶ καὶ χαμαιλέων καὶ τὸ θηρίον ὁ τάρανδος ὃ ἐν Σκύθαις φασὶν ἢ Σαρμάταις γίνεσθαι.
关于那些改变颜色并使自己同化于它们所接近的植物、地方和石头的是:多足参(章鱼)、避役(卡米莱昂)以及据说产生于斯基泰人或萨尔马提亚人那里的野兽塔兰多斯。
Μεταβάλλει δʼ ὁ χαμαιλέων εἰς πάντα τὰ χρώματα, πλὴν τὴν εἰς τὸ λευκὸν καὶ τὸ ἐρυθρὸν οὐ δέχεται μεταβολήν· καὶ οὐ πρὸς τὰ παρακείμενα μόνον χρώματα μεταβάλλει ἀλλὰ καὶ αὐτὸς καθʼ ἑαυτὸν ἐάν τις μόνον ἅψηται αὐτοῦ τὸ χρῶμα μεταβάλλει.
避役能变成所有的颜色,除了不接受向白色和红色的改变;而且它不仅根据旁边的颜色改变,甚至它自己单独时,只要有人触碰它,它就会改变颜色。
§172.2Ὁ δὲ τάρανδος τὸ μὲν μέγεθός ἐστι κατὰ βοῦν τὸ πρόσωπον δὲ ὅμοιος ἐλάφῳ πλὴν πλατύτερος ὡσανεὶ ἐκ δύο συγκείμενος ἐλαφείων προσώπων.
塔兰多斯的大小如牛,脸部像鹿,只是更宽,仿佛是由两张鹿脸组合而成。
Δίχηλον δʼ ἐστὶ καὶ κερασφόρον· ἔχει δὲ τὸ κέρας ἀποφυάδας ὥσπερ τὸ ἐλάφου, καὶ τριυ χωτόν ἐστι διʼ ὅλου· περὶ γὰρ τὸ ὀστοῦν δέρματός ἐστιν ἐπίτασις ὅθεν ἡ ἔκφυσις.
它是偶蹄且有角的;它的角有像鹿角那样的分枝,并且浑身长满毛;因为在骨头(角)周围有皮肤的延伸,毛发便从那里生长出来。
Τὸ δὲ δέρμα τῷ πάχει δακτυλιαῖόν ἐστιν ἰσχυρὸν δὲ σφόδρα, διὸ καὶ τοὺς θώρακας ἐξαυάζοντες αὐτὸ ποιοῦνται.
它的皮革厚达一指,而且非常坚固,因此人们将它烘干并用它制造胸甲。
Σπάνιον δὲ τὸ ζῶον καὶ ὀλιγάκις φαινόμενον.
这种动物很稀少,很少被人看见。
§172.3Θαυμαστὴ δʼ ἡ μεταβολὴ καὶ ἐγγὺς ἀπιστίας· τοῖς μὲν γὰρ ἄλλοις ἐν μεταβολὴ καὶ ἐγγὺς ἀπιστίας· τοῖς μὲν γὰρ ἄλλοις ἐν τῷ δέρματι γίνεται ἡ μεταβολὴ ἀλλοιουμένης τῆς ἐντὸς ὑγρότητος εἴτε αἱματώδους ἢ καί τινος ἄλλης τοιαύτης οὔσης, ὥστε φανερὰν εἶναι τὴν συμπάθειαν.
然而,这种变化令人惊叹,近乎不可思议;因为在其他动物中,变化发生在皮肤中,随着内部水分(无论是血液还是其他此类液体)的改变,其共感变得显而易见。
Ἡ δὲ τῶν τριχῶν μεταβολὴ ξηρῶν τε ὄντων καὶ ἀπηρτημέυ νων καὶ ἀθρόον οὐ πεφυκότων ἀλλοιοῦσθαι παράδοξος ἀληθῶς καὶ ἀπίθανος, μάλιστα πρὸς πολλὰ ποικιλλομένη.
但是,干燥、脱离且本性上不适于一齐改变的毛发的改变,确实是反常且令人难以置信的,尤其是当它多变地呈现出许多颜色时。
§172.4Ὁ δὲ χαμαιλέων δοκεῖ τῷ πνεύματι ποιεῖν τὰς μεταβολὰς, πνευματικὸν γὰρ φύσει.
避役似乎是通过气息来进行改变的,因为其本性多气。
Σημεῖον δὲ τὸ τοῦ πνεύμονος μέγεθος· σχεδὸν γὰρ διʼ ὅλου τοῦ σώματος τέταται· ἅμα δὲ καὶ αὐτὸς ἐξαιρόμενος καὶ φυσώμενος.
证据就是肺的巨大;因为它几乎延伸到整个身体;同时它自身也会被抬起并膨胀。