§171.6Ἡ δὲ τῆς θαλάττης θερμότης ἐξ ἐκείνου φανερὰ τῷ μὴ διαμένειν δύνασθαι ἐν ταύτῃ τὰ ἐκ τῶν ποταμῶν ἀλλὰ μᾶλλον τὰ ἐκ τῆς θαλάττης ἐν τοῖς ποταμοῖς καὶ ταῖς λίμναις.
海水的温暖从以下事实中显而易见:河鱼无法在其中生存,而海鱼却能在河流和湖泊中生存。
Ἴσως δʼ αὐτὸ τοῦτο πρότερον σκεπτέον πότερον θερμότερον ὁ ἀὴρ ἢ τὸ ὑγρόν·
然而,也许我们必须首先考虑这本身:究竟是空气更暖还是液体更暖。
εἰ γὰρ ὁ ἀὴρ ὥσπερ ἂν δόξειεν, ἐγγυτέρω γ' ὢν τοῦ πυρὸς, ἧττον ἀεὶ θερμὰ τὰ τούτῳ κατεχόμενα.
因为如果空气像看起来的那样因为更接近火而更暖,那么被它包围的东西总是显得不够暖。
Τοῦτο δὲ εἰ μὴ καὶ πρὸς τὰ νῦν ὑπεναντίον ἀλλὰ πρὸς ἐκείνην τὴν δόξαν τὴν λεγομένην ὅτι θερμότατα πάντων τὰ ἔναιμα καὶ ζωοτόκα.
这即使不与我们目前的论点相冲突,也与那条被称作“有血且胎生的动物是所有动物中最温暖的”见解相对立。
Περὶ μὲν οὖν τούτων ἐπισκεπτέον.
因此,关于这些问题必须予以探讨。
§171.7Οἱ δʼ ὀρυκτοὶ τῶν ἰχθύων - εἰσὶ γὰρ ἐνιαχοῦ καὶ τοιοῦτοι καθάπερ καὶ περὶ Ἡράκλειαν καὶ ἄλλοθι τῶν ἐν τῷ Πόντῳ - γίνονται μὲν καὶ παρὰ τοὺς ποταμοὺς καὶ τὰ ἔνυδρα χωράφια.
另一方面,地中掘出的鱼——因为在某些地方也有这样的鱼,比如在赫拉克里亚周围以及蓬托斯的别处——产生在河流和潮湿的田地旁。
Συμβαίνει δʼ ἀναξηραινομένων τούτων ἐγκαταλειπομένους κατὰ μικρὸν συστέλλεσθαι καὶ διώκοντας τὴν ὑγρότητα δύεσθαι κατὰ τῆς γῆς, εἶτα καταξηραινομένης διαμένειν, ἐν τῇ ἰκμάδι καθαπερανεὶ ταριχευομένους, ἐν τῇ γῇ, ὥσπερ τοὺς ἐν ταῖς φωλείαις διαρκοῦντας· ὅταν δʼ ἀνασκάπτωνται τότε κινεῖσθαι.
当这些地方干涸时,被留下的鱼会逐渐收缩自身,追逐着湿气潜入地底,随后在土地干燥时,它们留在地下的湿气中,仿佛被制成了干肉,就像那些在巢穴中冬眠以维持生命的动物一样;而当它们被掘出时,那时它们才会活动。
§171.8Παραπλήσιον δ' ἐστὶ τούτῳ καὶ τὸ ἐπὶ τῶν ἐκπηγνυμένων ἐν τῷ Πόντῳ ὅταν περιλαμβάνωνται τῷ κρυστάλλῳ· οἱ οὐ πρότερον αἰσθάνονται καὶ κινοῦνται πρὶν εἰς τὰς λοπάδας ἐμβληθῆναι καὶ ἕψεσθαι· πάντων δὲ μάλιστα δοκεῖ πάσχειν τοῦθʼ ὁ κωβιός.
与此相似的还有发生在蓬托斯结冰时、被封在冰块中的鱼身上的情况;它们在被投入锅中煮熟之前,既无知觉也不活动;而在所有鱼中,鰕虎鱼似乎最容易遭受这种情况。
Ὅλως δʼ οἱ ὀρυκτοὶ γίνονται ἰχθύες διὰ τὸ ὑπερβάλλοντας τοὺς ποταμοὺς ὅταν πάλιν εἰς τὸ ἀρχαῖον καθιστῶνται ῥεῖθρον ἐγκαταλείπειν ἐν τοῖς ἀναξηραινομένοις ἔνθα μὲν ὠὰ ἔνθα δὲ τοιαύτας ἀρχὰς ἐξ ὧν ἡ γένεσις.
总的来说,地中掘出的鱼产生的原因是,泛滥的河流在重新退回古老河道时,在干涸的地方留下了有些是卵、有些是产生其发生的萌芽。
§171.9Ἔνια γὰρ οὐκ ἐκ ζώων ὥσπερ ἡ ἔγχελυς· δοκεῖ δʼ αὕτη γίνεσθαι καὶ ὁ καλούμενος κεντρίσκος ὥσπερ καὶ ἐν Ἡρακλείᾳ περὶ τὸν Λύκον ποταμόν· ἐγκαταλειφθέντα δʼ ἀπομορφοῦται καὶ διαμένει.
因为有些鱼并非产生于动物,比如鳗鱼;它和所谓的刺鱼似乎都会产生,就像在赫拉克里亚的吕科斯河周围一样;被留下后,它便成形并生存下来。
Τὴν διαμονὴν δὲ οὐκ ἄτοπον εἶναι· τροφῆς γὰρ ὀλίγης δεῖται πολλὰ τῶν τοιούτων ὥσπερ καὶ οἱ ὄφεις καὶ τὰ φωλεύοντα.
它们的生存并不奇怪;因为许多此类动物只需要很少的食物,就像蛇和冬眠的动物一样。
Συμβαίνει δὲ καὶ ταύτην ἱκανὴν ἔχειν ὠῶν τὴν πρώτην καὶ μετὰ ταῦτα τὴν ἐκ τῆς γῆς ἰκμάδα διαδιδομένην· οὐ μὴν μέγεθός γε τοιαῦτα λαμβάνειν οὔτʼ εἰκὸς οὔτε φασὶ διὰ τὸ μήτε χώραν ἔχειν μήτε τροφὴν δαψιλῆ· δεῖ δὲ ἄμφω ταῦτα πρὸς τὴν αὔξησιν·
而且这种情况也发生:它们起初从卵中获得充足的供给,之后则获得从土地中散播开来的湿气;然而,它们并不能达到那样的体型,这既不合乎情理,也不是人们所说的,因为它们既没有空间,也没有充足的食物;而这两者对于成长都是必需的。
§171.10τὸ δʼ ἐν τῷ ἀέρι δύνασθαι διαμένειν τούτοις μὲν οὐ παντελῶς ὑπάρχει, τοῖς δʼ ἐξιοῦσιν ἐκ τῶν τόπων καὶ νεμομένοις· αὐτοὶ δὲ μικρᾶς εἰώθασι δέεσθαι καταψύξεως ὥστε σύμμετρον αὐτοῖς εἶναι τὴν ἀπὸ τοῦ ἀέρος.
在空气中生存的能力对于这些掘出的鱼来说并不完全具备,而是具备于那些从水域出来并觅食的鱼;它们自身习惯于只需要很少的冷却,以至于来自空气的冷却对它们来说是适度的。
Δηλοῖ δὲ καὶ ἡ τῶν βραγχίων στενότης ὡς οὐ πολλῆς δεομένων· διὸ καὶ ἡ ἔγχελυς ἔν τε τῷ ἀέρι πολὺν χρόνον ζῇ καὶ ἐν τοῖς θολεροῖς ὕδασι τάχιστα ἀποπνίγεται.
这也可以从它们狭窄的鳃中看出来,表明它们不需要很多;因此鳗鱼在空气中可以生活很长时间,但在浑浊的水中却会极快地窒息。
Καὶ ἅμα ἐν τοῖς γε ὀρυκτοῖς καὶ ἡ ἀπὸ τῆς γῆς ἀπόψυξις ἐκ τῆς περιοχῆς ἱκανὴν ποιεῖ τὴν βοήθειαν.
同时,对于掘出的鱼,来自周围土地的冷却提供了足够的帮助。
§171.11Ἴδιον δέ τι παρὰ ταῦτα καὶ λόγου δεόμενον τὸ περὶ τοὺς ἐν Παφλαγονίᾳ ὀρυκτοὺς ἰχθῦς·
但在这些之外,特别且需要解释的是关于帕弗拉戈尼亚地中掘出的鱼。
ὀρύττεσθαι γάρ φασιν ἐκεῖ κατὰ βάθους πλείονος ἀγαθοὺς καὶ πολλούς· τὸν δὲ τόπον οὔτʼ ἐπίκλυσιν ποταμοῦ λαμβάνειν οὔθʼ ὕδατος σύστασιν, ἀφʼ ὧν δήφαμεν ἐγκαταλείπεσθαι τὰ ὠὰ καὶ τὰς ἀρχὰς τῆς γεωνέσεως.
因为据说在那里,在较深的地底能掘出许多质优的鱼;而该地方既不遭受河流的泛滥,也不积水,而我们曾说,卵和地中发生的萌芽正是由于这些才被留下。
Λοιπὸν γὰρ δὴ αὐτομάτους φύεσθαι, καὶ τοῦτο συνεχῶς - ἀδύνατος γὰρ ἡ πρὸς ἀλλήλους μίξις -, εἴτε δὴ τοῦτο θετέον ὥσπερ ἐνύγρου τινὸς χώρας οὔσης καὶ τὸ ὅλον γονίμου τῶν τοιούτων διὰ τὸ συμμετρίαν τινὰ ἔχειν τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ - συμβαίνει γὰρ δὴ γίγνεσθαι καὶ ἑτέρους τινὰς αὐτομάτους ἰχθῦς -, εἴτε διανάειν ἔκ τινων τόπων ὑγρότητας αἱ συνεπιφέρουσι τὰς γεννώσας ἀρχάς· ὁ δὲ τόπος εὐφυὴς διὸ καὶ δέχεται καὶ ἐκτρέφει· σχεδὸν γὰρ οὐκ ἂν ἔτι πορρωτέρω τούτων.
因此,剩下的可能性确实是它们自然发生,并且是持续不断地——因为它们彼此之间的交配是不可能的——这究竟是因为该地是一个潮湿的区域,且由于温热和湿气具有某种适度的比例,总体上是此类动物繁衍的沃土——因为确实也有其他一些自然发生的鱼产生——还是因为湿气从某些地方渗透出来,带来了产生生命的萌芽;而该地方具有合适的本性,因此接受并抚育了它们;因为确实几乎没有超出这些的解释了。
§171.12Ἐκεῖνο δʼ ἄν τις σκέψαιτο περὶ ἀμφοτέρων τῶν γενῶν τῶν τε ἐν τῷ ξηρῷ καὶ τῶν ὀρυκτῶν ἆρά γε εἰς ὕδωρ ἀφιέμενα ζῴη ἂν, ἢ τὴν οἰκείαν ζητοίη χώραν καὶ τοῦτο αὐτοῖς ὥσπερ φύσις, καθάπερ καὶ τοῖς ἐν θαλάττῃ καὶ τοῖς ἐν ποταμοῖς· οὐδὲ γὰρ ταῦτα δέχεται τὰς μεταβολὰς πλὴν ὀλίγων.
人们可能会考虑关于这两类鱼——即陆地上的和地中掘出的——如果它们被放回水中是否能存活,或者它们是否会寻找它们特有的地方,而这对于它们来说就像是本性,正如对海里的鱼和河里的鱼一样;因为这些鱼除了少数例外,也并不接受改变。
Ἐπεὶ ὅσοι γέν διὰ τὴν ἀναξηρασίαν καταδύονται καὶ ὅσοι περιλαμβάνονται τοῖς πάγοις, φανερὸν ὡς τούτοις γε οἰκεῖον τὸ ὑγρόν.
因为凡是由于干旱而潜入地下的,以及凡是被封在冰里的,显然水分对它们来说是特有的。
Εἰκὸς δὲ μᾶλλον καὶ τοῖς ὀρυκτοῖς καὶ τοῖς ἑτέροις, τοῖς μὲν ἁπλῶς, τοῖς δʼ ὡς ἀμφιβίοις κατὰ ὁ Δημόκριτον.
而对于掘出的鱼和另一类鱼来说,前者单纯以水为特有之地,而后者根据德谟克利特的说法作为两栖类以水为特有之地,这也更为可能。
Ὃ καὶ ἐπʼ ἄλλων συμβαίνει· χρῆται γὰρ ἔνια τῷ ἀέρι καθάπερ ἐρρέθη πρότερον.
这在其他动物身上也有发生;因为正如之前所说,有些动物利用空气。