§171.1Fr. 171
Τῆς τῶν ἰχθύων ἐν τῶ ξηρῷ διαμονῆς δοκεῖ γὰρ οἷον παρὰ φύσιν τῷ ἀέρι καταψύχεσθαι τὰ μὴ δεχόμενα τὸν ἀέρα καὶ μᾶλλον ὅσα δέχεται τὸ ὑγρὸν καὶ διὰ τοῦτο σώζεται.
关于鱼类在陆地上的生存。 因为那些不接受空气的动物若被空气冷却,似乎可以说是违背自然的,而那些接受水分并因此得以生存的动物被空气冷却,则更加违背自然。
Θαυμασιώτατον δὲ, εἴπερ ἀληθὲς, τὸ τοῦ ἐξωκοίτου καλουμένου·
然而,如果属实,最令人惊叹的是所谓的陆眠鱼。
τοῦτον γάρ φασιν ὁσημέραι ποιεῖσθαι τὴν κοίτην ἐν τῇ γῇ, διὸ καὶ τοὔνομα εἰληφέναι.
因为人们说这种鱼每天都在陆地上安歇,因此也得到了这个名字。
Φαίνεται δʼ οὖν, εἴπερ δύναται δρᾶν, ἐπαμφοτερίζειν, οὐ τῇ τροφῇ καὶ τῇ διαγωγῇ καθάπερ ἡ φώκη καὶ ἐμὺς καὶ ἕτερʼ ἄττα, καὶ τῶν ὀρνίθων δὲ πολλοὶ, ἀλλὰ καὶ τῷ δέχεσθαι καὶ τὸν ἀέρα καὶ τὴν θάλατταν, οὐχ οὕτως ὥσπερ ὁ δελφὶς καὶ ἕτερʼ ἅττα, φύσει μὲν ὄντα ἀναπνευστικὰ καὶ τὴν θάλατταν δεχόμενα καὶ ἀναφυσῶντα πρὸς τὴν χρείαν ἀλλʼ ἀμφότερα πρὸς τὴν τοῦ ζῆν διαμονήν.
总之,如果它确实能够做到这一点,它似乎兼具两者的性质,不仅像海豹、泽龟及其他一些动物,以及许多鸟类那样在食物和生活方式上如此,而且在接受空气和海水两方面也是如此——但这并不像海豚和其他一些动物那样,它们在本性上是通过肺呼吸的,只在需要时接受海水并将其喷出,而是为了维持生命而接受这两者。
Ἄτοπος δʼ ἂν αὐτοῖς ἡ φύσις καὶ ἡ δύναμις εἴη.
它们的本性和能力确实会显得很奇妙。
§171.2Τὰ δʼ ἐν Ἐνδοῖς ἰχθύδια τὰ ἐκ τῶν ποταμῶν εἰς τὴν γῆν ἐξιόντα καὶ πηδῶντα καὶ πάλιν εἰς τὸ ὕδωρ ἀπιόντα, καθάπερ οἱ βάτραχοι, θαυμαστὰ μὲν οὖν, οὐχ ὁμοίως δὲ τούτοις, ὅσῳ τὸ ὀλίγον χρόνον ἢ πολὺν καὶ τελευταῖον ἧττον θαυμαστόν· ἡ δʼ ὄψις ὁμοία τούτων τοῖς μαζίναις καλουμένοις.
另一方面,印度那些从河里出来到陆地上、跳跃着并像青蛙一样再次回到水中的小鱼,固然令人惊奇,但不及这些,因为无论是短时间还是长时间,最终都较不令人惊奇;它们的外貌类似于所谓的马齐纳鱼。
Εἰσὶ δὲ καὶ περὶ Βαβυλῶνά τινες, οὕς φασι διαμένειν ἐν ταῖς τρώγλαις ταῖς ἐχούσαις ὑγρότητα ξηραινομένου τοῦ ποταμοῦ· τούτους δʼ ἐξιόντας ἐπὶ τὰς ἅλως νέμεσθαι καὶ βαδίζειν ἐπὶ τῶν πτερυγίων καὶ ἄμα κινεῖν τὴν οὐρὰν, καὶ ὅταν διώκωνται φευγεῖν καὶ εἰσδύντας ἀντιπροσώπους ἵστασθαι· πολλάκις γὰρ προσιέναι τινὰς καὶ ἐρεθίζειν.
在巴比伦周围也有些鱼,据说当河流干涸时,它们会留在含有湿气口洞穴中;它们会出来到脱谷场上觅食,用鳍行走并同时摆动尾巴,被追逐时就逃跑,钻进洞穴里并面向追逐者对峙;因为经常有人走近并挑逗它们。
Ἔχουσι δὲ τὴν μὲν κεφαλὴν ὁμοίαν βατράχῳ θαλαττίῳ τὸ δʼ ἄλλο σῶμα κωβιῷ βράγχια δὲ ὥσπερ καὶ οἱ ἄλλοι ἰχθύες.
它们的头部类似于海蛙,身体的其余部分像鰕虎鱼,并且和别的鱼一样有鳃。
Ὅτι δʼ οὐ πόδας ἔχουσιν ἀλλʼ ἐπὶ τῶν πτερυγίων βαδίζουσι τεθεώρηται.
它们没有脚而是用鳍行走,这一点已经得到了观察。
Ἐλάμβανον γὰρ πολλοὺς οἱ διώκοντες· τὰ δὲ πτερύγια εὐμεγέθη·
因为追捕者捕获了许多,且它们的鳍相当大。
§171.3τὸ δʼ ἐκ τῆς γῆς τὴν τροφὴν λαμβάνειν οὐκ ἄλογον· ἔνιοι γὰρ καὶ ἐν τῷ ὑγρῷ ὄντες πηλὸν ἐσθίουσι καὶ φῦκος καὶ τὰ τοιαῦτα.
至于从陆地获取食物,这也并非不合理;因为有些鱼即使在水中也吃泥土和海藻之类。
Καὶ ὅλως δὲ εἴπερ ἐν τῷ ἀέρι διαγίνονται καὶ τὸ τῆς τροφῆς οὐκ ἄλογον· ἐπεὶ καὶ ὁ πολύπος ἐξιὼν λαμβάνει καὶ ἡ μύραινα καὶ ἄλλοι δὲ ὥς φασι.
而且总的来说,如果它们能在空气中生存,食物的问题也并非不合理;因为据说章鱼也会出来捕食,鯙鱼及其他鱼类也是如此。
Καὶ τὸ ὅλον οὐκ ἄλογον, ὥσπερ τῶν πεζῶν καὶ πτηνῶν ἔνια ταῖς ἐνύδροις χρῆται, καὶ τὰ ἔνυδρα ταῖς ἐν τῇ γῇ καὶ τὴν φύσιν ὁμοίως ἀνταποδιδόναι τὸ ἀνάλογον.
从整体来看,这也并非不合理,正如某些陆生动物和鸟类利用水中的食物一样,水生动物也利用陆地上的食物,自然同样互惠地呈现出这种对应关系。
Φαίνεται δὲ καὶ ὁ ἵππος ὁ ποτάμιος τοιοῦτον.
河马似乎也是这样。
Ἀλλʼ ἐκεῖνο θαυμαστὸν, ὥσπερ εἴπομεν, εἴ τι δύναται τοῖς αὐτοῖς μορίοις ὀργανικοῖς ὁτὲ μὲν ἐπισπᾶσθαι τὸν ἀέρα καὶ ἕλκειν ὁτὲ δὲ τὸ ὑγρὸν δέχεσθαι.
但是,正如我们所说,令人惊奇的是,如果有什么东西能够用相同的器官,时而吸入并抽取空气,时而接受水分。
Τάχα δὲ τούτου μᾶλλον, εἰ ὁτὲ μὲν ὁ ἀὴρ σύμμετρος πρὸς τὴν κατάψυξιν ἢ ὁτιδήποτέ ἐστιν ἐκ τῆς ἀναπνοῆς γινόμενον, ὁτὲ δὲ τὸ ὑγρόν· οὐ γὰρ ἅμα γʼ ἄμφω.
也许比这更令人惊奇的是,如果时而空气适合于冷却或呼吸所产生的任何作用,时而水分适合;因为它们确实无法同时进行这两者。
§171.4Τὸ δὲ τῶν πολυπόδων ἧττον θαυμαστόν· οὐ γὰρ δέα χονται τὴν θάλατταν· καὶ οἱ κάραβοι καὶ οἱ ἀστακοὶ καὶ οἱ καρκίνοι καὶ τἆλλα τὰ τοιαῦτα, ὥστε μὴ μεγάλης ἄγαν τῆς μεταβολῆς οὔσης ῥᾷον ὑπομένειν.
章鱼的情况则较不令人惊奇;因为它们不接受海水;龙虾、螯虾、螃蟹以及其他类似的东西也是如此,因此由于变化不是太大,它们能更容易地忍耐。
Ὃ καὶ περὶ τὰς ἐγχέλυς φαίνεται συμβαίνειν· πολὺν γὰρ χρόνον δύνανται ζῆν ἔξω τοῦ ὑγροῦ διὰ τὸ μικρὰ τὰ βραγχία ἔχειν καὶ ὀλίγον δέχεσθαι τὸ ὑγρόν· καὶ τὴν μύραιναν καὶ εἴ τι ἄλλο τοιοῦτον, ἢ καὶ τὸ ὅλον ὀφιῶδες, ἥκιστα ἄτοπον.
这也同样发生在鳗鱼身上;因为它们的鳃很小,接受的水分很少,所以能长时间在水外生存;对于鯙鱼和任何其他此类动物,或者整个蛇形鱼类,这最不奇怪。
§171.5Εὔλογον δὲ καὶ ἐν τῷ ὕδατι μὴ δύνασθαι διαμένειν ὅσῳ λεπτότερον ὂν τῆς θαλάσσης ἐγγυτέρω τοῦ ἀέρος ἐστὶ, καὶ ὅτι φύσει γε ψυχρόε τερόν ἐστι, διὸ καὶ πολύπους φεύγει.
而且,它们不能在淡水中生存也是合理的,因为淡水比海水更稀薄,更接近空气,而且由于它本性上更冷,这就是为什么章鱼避开它的原因。
Καὶ διὰ τοῦτο περὶ Ἑλλήσποντον καὶ τὸν Πόντον οὐκ ἔστιν.
由于这个原因,在赫勒斯滂和蓬托斯周围没有章鱼。
Οἱ δὲ ἰχθύες τίκτουσιν ἀναπλέοντες εἰς τοὺς ποταμοὺς καὶ τὰς λίμνας ὅτι εὐδία μᾶλλον κυμάτων καὶ πνευμάτων· καὶ τὰ θηρία ἐλάττω καὶ οἱ κατεσθίοντες ὅλως καὶ διαφθείροντες ἰχθῦς.
而鱼类游上河流和湖泊产卵,是因为那里没有波浪和风,更为平静,而且野兽以及那些吞食并彻底消灭鱼类的捕食者也总体上较少。