§16.1Fr. 16
Θ. ἐν τρίτῳ τῶν Φυσικῶν ἢ περὶ οὐρανοῦ τὰ γινόμενα διαιρεῖ οὕτως· ἢ γὰρ ὑπὸ ὁμοίου γίνεται ὡς ἄνθρωπος ὑπὸ ἀνθρώπου καὶ θερμὸν ὑπὸ θερμοῦ, ἢ ὑπὸ ἐναντίου ὡς ὁρῶμεν τοὺς κεραυνοὺς καὶ τὰς ἀστραπάς· ὑπὸ γὰρ ψυχρότητος ἡ τούτου τοῦ πυρὸς ἐν τῷ ἀέρι γένεσις ἀθροίζοντος εἰς ἐν τὸ ἐν αὐτοῖς θερμὸν ἐκπυροῦντος· ἢ τρίτον ὑπὸ ἐντελεχείᾳ ὅλως ὄντος ὡς καὶ ὁ μώλωψ· ὑπὸ γὰρ ἐντελεχείᾳ οὔσης τῆς μάστιγος γίνεται, οὔτε δὲ ὁμοίας ἔτι οὔτε ἐναντίας τῷ γινομένῳ· καὶ τὰ ὑπὸ τοῦ ἡλίου δέ φησι γινόμενα ὑπὸ ἐντελεχείας γίνεται· καὶ γὰρ αὐτὸς οὔτε ὅμοιος οὔτε ἐναντίος τοῖς γινομένοις.
Fr. 16 泰奥弗拉斯托斯在《物理学》或《论天》第三卷中将产生的事物作如下区分:因为它们要么由相同者产生,如人由人产生,热由热产生;要么由相反者产生,如我们看到的雷电和闪电;因为这种火在空气(空气将它们内部的热聚集在一起并使其发火)中的产生是由寒冷引起的;或者第三,由完全处于现实态中的事物产生,例如鞭痕也是如此;因为它是由处于现实态的皮鞭产生的,而皮鞭对于产生出来的东西既非相同亦非相反;并且他说,由太阳产生的事物也是由现实态产生的;因为太阳自身对于产生出来的东西既非相同亦非相反。