← テオプラストス

発汗について

§31-40

部位ごとの発汗の差と心理状態や睡眠の影響

運動のインターバル、体の各部位による発汗の違い、不安時の発汗、着衣でのランニングの影響、睡眠時の発汗とその原因を生理学的に解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§31

Οἱ δὲ γυμναζόμενοι διαλιπόντες τὸ τρέχειν ἢ παλαίειν μᾶλλον ἱδροῦσιν ἢ ἐὰν συνεχῶς, ὅτι συναθροίζεται διαπαυομένων ἡ ὑγρότης. Εἶτα ταύτην ἐξάγει ὕστερον ἡ πάλη καὶ ὁ δρόμος· ἡ δὲ συνεχὴς ἀναξηραίνει καθάπερ ὁ ἥλιος καὶ τὰ πνεύματα.

一方、ランニングやレスリングを間隔を置いて行う訓練者は、続けて行う場合よりも多く汗をかく。なぜなら、休止している間に水分が蓄積するからである。その後、この水分をレスリングやランニングが後から排出する。しかし、連続的な運動は、太陽や風のように水分を乾燥させてしまうのである。

§32

Διότι1 μᾶλλον ἱδροῦσι τὰ ὄπισθεν τῶν ἔμπροσθεν, καίτοι θερμότης καὶ ὑγρότης πλείων ἐν τοῖς ἔμπροσθεν ὅτι διά τε τὴν πάλην καὶ τὴν τρίψιν ἧττον κωλύεται καὶ διάτασις ἐκ τῶν ἄνω μᾶλλον· ὅτι ὅπου πόνος ἐνταῦθα καὶ ἱδρώς. Ἅμα δὲ καὶ ἡ διάτασις τοῦ πνεύματος ἐξωθεῖ μᾶλλον, ὥσθʼ ὅταν ἀνεθῇ πλεῖον καὶ ἀθροωτέρως ἐκεῖθεν.

なぜ、前部のほうにより多くの熱と水分があるにもかかわらず、前部よりも後部のほうがより汗をかくのか。それは、レスリングや摩擦によって発汗が妨げられることがより少なく、上部からの引張がより大きいからであり、また労苦のあるところに汗があるからである。同時に、気の引張もまた水分をより押し出すため、気が緩んだときには、そこからより多く、またより一時に汗が流れ出るのである。

§33

Τὸ δὲ πρόσωπον μάλισθʼ ἱδρῶσιν ἀσαρκότερον ὂν καὶ ἥκιστα πονοῦν ὅτι καὶ ἡ κεφαλὴ ὑγρὰ καὶ μανή· ὑγρότητος δὲ καὶ μανότητος ἄλλα τε πολλὰ σημεῖα καὶ ὁ ἐγκέφαλος καὶ ἡ τριχῶν ἔκφυσις, ὁ μὲν τὸ ὑγρὸν αἱ δὲ τὸ μανὸν ἀποδηλοῦσαι, διὸ καὶ πρῶτον καὶ μάλισθʼ ἱδρῶσι τὸ μετῶπον· τοῦτο γὰρ ὑπὸ τὸν ἐγκέφαλον. Ἕτι δʼ ἡ τοῦ πνεύματος κάθεξις διατείνεταί πως εἰς τὴν κεφαλήν.

顔は肉がより少なく、最も運動しない部分であるにもかかわらず、最も汗をかく。それは頭部が湿っており、かつ多孔質だからである。水分と多孔質さを示す他の多くの兆候として、脳と髪の毛の生え方があり、前者は水分を、後者は多孔質さを示している。それゆえ、額が最初にかつ最も汗をかくのである。なぜなら、額は脳の下にあるからである。さらに、息を止めることも頭部へとある種引き伸ばされるからである。

§34

Ὅτι δὲ τὰς χεῖρας τρίβοντες μάλισθʼ ἱδροῦσιν ἂν τἆλλα ὁμοιοσχημονῶσιν2 κατὰ συμβεβηκός πως τὴν αἰτίαν ληπτέον. Ἰσχύουσι γὰρ μάλιστα τῶ τόπῳ· τὸ γὰρ πνεῦμα τούτῳ κατέχουσι τῷ ἐγγυτάτῳ τοῦ ἰσχύοντος· πονοῦντες δὲ μᾶλλον ἰσχύουσιν· οὕτω δʼ ἔχοντες τὸ πνεῦμα μᾶλλον κατέχουσιν. Εἶτα καὶ τῇ χειρὶ τριβομένῃ συμπονοῦμεν μᾶλλον ἢ ὅταν ἄλλο τι μέρος τριβώμεθα· τῇ γὰρ καθέξει τοῦ πνεύματος καὶ τριβόμενοι γυμναζόμεθα καὶ τρίβοντες διὸ καὶ μᾶλλον ἱδροῦμεν.

また、他の部分を同じ姿勢に保っているとしても、手をこすり合わせるときに最も汗をかく理由は、ある意味で付随的な原因によるものと理解せねばならない。なぜなら、彼らはその部位において最も力を発揮するからである。すなわち、力を発揮する場所に最も近いその部位において息を止めるのである。そして、努力しているときにはより力を発揮し、このような状態にあるときには息をより止める。次に、手がこすられるときには、身体の他の部分がこすられるときよりも、私たちはより共同して力を注ぐ。なぜなら、息を止めることによって、私たちはこすられるときもこするときも訓練されているのであり、それゆえに私たちはより多く汗をかくのである。

§35

Καὶ ὅταν τοὺς πόδας καὶ τὰς κνήμας ἐν τῷ ὕδατι ἔχωσιν ἧττον ἱδροῦσιν ἢ ὅταν τὸ ἄλλο σῶμα διὰ τὰ προειρημένα· κωλύει γὰρ τὸ ὕδωρ τὸν ἱδρῶτα καὶ ὅτι διαθερμαινομένων τούτων καὶ τὰ ἄνω συνθερμαίνεται· οἱ δʼ ἱδρῶτες ὅπου θερμὸν καὶ ὑγρόν.

また、足や脛を水に浸しているときには、先に述べた理由によって、他の身体の部分が水に浸されているときよりも汗をかくことが少ない。なぜなら、水は汗をかくのを妨げるからであり、また、これらが温められることによって上部も連動して温められるからである。そして、汗は温かさと湿り気があるところに生じるのである。

§36

Ἄτοπον δʼ ὅτι οἱ ἀγωνιῶντες τοὺς πόδας ἱδρῶσι, τὸ δὲ πρόσωπον οὔ. Καίτοι μᾶλλον εὔλογον τὸ μάλισθʼ ἱδρωτικὸν καὶ μὴ τὸ ἥκιστα. Τὸ δ' αἴτιον ὅτι ἡ ἀγωνία ἐστὶν οὐ μετάαὔξησις3 καθάπερ ἐν τῷ θυμῷ· καὶ γὰρ ὁ θυμὸς ζέσις τοῦ περὶ τὴν καρδίαν θερμοῦ· καὶ ἀγωνιῶντες δὲ οὐ διὰ φόβον τοῦτο πάσχουσιν ἀλλὰ διὰ τὸ μᾶλλον ἐκθερμαίνεσθαι.

不安にある人々が、足には汗をかくのに顔にはかかないというのは奇妙である。最も汗をかきやすい部分が汗をかき、最もかきにくい部分がかかないのが、より合理的であるにもかかわらず。その原因は、不安が怒りのときのようなさらなる増大を伴わないからである。実際、怒りとは心臓の周囲の熱の沸騰である。そして、不安を抱いている人々も、恐れのためにこの状態になるのではなく、むしろより熱せられるためにこうなるのである。

§37

Διὸ τὸ μὲν πρόσωπον ἐξέρυθροι γίνονται, ξηραίνει γὰρ ἡ θερμότης ἐπιπολάζουσα τὸ ἐν τῷ προσώπῳ ὑγρὸν τὸ δʼ ἐν τοῖς ποσὶ συντήκει διὰ τὸ ἐλάττω μὲν εἶναι ὥστε ξηρᾶναι πλείω δὲ τῆς ἐμφύτου καὶ προϋπαρχούσης.4

それゆえ、顔に関しては、彼らは赤くなる。表面に現れた熱が顔の水分を乾燥させるからである。しかし、足の水分に関しては、それが乾燥させるには小さすぎるが、生まれつき備わった既存の水分よりは多いために、熱がそれを融解させるのである。

§38

Ἐνίοις δʼ ἱδροῦσιν ἂν ψυχθῶσιν5 ἢ πνεύματι ἢ ὕδατι συμβαίνει ναυτιᾶν οὐκ ἀλόγως· καὶ ὅτι τὸ ὑγρὸν ψυχθὲν ἀθρόον ἔστη πρότερον οὐκ ἠρεμοῦν, καὶ ὅτι τὸ πνεῦμα τὸ διιὸν ἔξω καὶ γινόμενον ἱδρὼς διὰ τὴν ψύξιν, τοῦτο ἔσω ψυχθὲν πρὶν ἐξελθεῖν ὑγρὸν ἐγένετο καὶ προσπεσὸν τῷ ἀναπνευστικῷ τόπῳ ποιεῖ τὴν ναυτίαν.

一部の人々は、汗をかいているときに風や水によって冷やされると、吐き気をもよおすことがあるが、それは理にかなっている。水分が冷やされて、それまでは静止していなかったのに突然立ち止まるからであり、また、外へと通り抜けて冷却によって汗になるはずの気が、外に出る前に内部で冷やされて液体となり、呼吸器の部位に落ち込んで吐き気を引き起こすからである。

§39

Οἱ δʼ ἐν ἱματίῳ δρόμοι καὶ ἱδρῶτες καὶ ἐλαίου ἀλείψεις εἰς ἱμάτιον ἄχρους ποιοῦσι διότι ἡ εὔχροια γίνεται διʼ εὔπνοιαν, ἡ δʼ ἄχροια διὰ τὴν κατάπνιξιν· συνθερμαινόμενον γὰρ καὶ μὴ διαψυχόμενον τὸ ἐπιπολῆς ὑγρὸν ἄχροιαν ποιεῖ. Τοῦτο δὲ συμβαίνει καὶ ἐκ τῶν δρόμων καὶ ἐκ τῆς ὑπαλείψεως· οἱ δὲ γυμνοὶ δρόμοι διὰ τοὐναντίον εὔ̔ χροιαν· καταψύχει γὰρ ὁ ἀὴρ τὰς συνισταμένας ἐκκρίσεις καὶ διαπνεῖ.

上着を羽織った状態でのランニングや発汗、また上着の下への油の塗布は、血色を悪くさせる。なぜなら、血色の良さは十分な換気によって生じるが、血色の悪さは窒息によって生じるからである。実際、皮膚の表面にある水分が、共に温められながらも冷やされないことは、血色を悪くさせる。そしてこれが、上着を着たランニングからも、衣服の下への油の塗布からも生じるのである。逆に、裸でのランニングは、反対の理由から血色を良くする。空気が蓄積した分泌物を冷却し、発散させるからである。

§40

Ἐν δὲ τοῖς ὕπνοις οἱ ἱδρῶτες μᾶλλον ἢ ἐγρηγορόσιν ὅτι ὑγρότατα καὶ θερμότατα πάντα διὰ τὴν ἀντιπερίστασιν· ἐξ ἀμφοῖν δὲ τούτοιν ἱδρὼς ὥσπερ εἴρηται πολλάκις.

また、睡眠中には、起きているときよりも多く汗をかく。なぜなら、熱の逆囲によってすべてのものが最も湿り、かつ最も温まるからである。そして、度々述べられたように、これら両者から汗が生じるのである。

構文注5 件
  1. 32Διότι

    ここでの διότι は、疑問文を導く διὰ τί(なぜ〜か)の意味で用いられており、「なぜ前部よりも後部のほうがより汗をかくのか」という問題提起をなしている。

  2. 34ἂν τἆλλα ὁμοιοσχημονῶσιν

    ἄν は ἐάν(もし〜なら)の縮約形。ὁμοιοσχημονῶσιν は接続法現在。「他の部分を同じ姿勢に保っているとしても」という譲歩的な仮定条件を表す。

  3. 36μετάαὔξησις

    写本によっては μετ' αὐξήσεως(増大を伴う)と分かち書きされるが、ここでは「(熱の内部での)さらなる増大」を意味する複合名詞として解釈される。

  4. 37τὸ δʼ ἐν τοῖς ποσὶ συντήκει διὰ τὸ ἐλάττω μὲν εἶναι ὥστε ξηρᾶναι πλείω δὲ τῆς ἐμφύτου καὶ προϋπαρχούσης

    ここでの ἐλάττω(より小さい)と πλείω(より多い)の修飾対象は、文脈上「足における熱」である。その熱が、足の水分を乾燥させるには小さすぎるが、生まれつき備わった既存の熱よりは多いために水分を融解させる、という構造である。

  5. 38Ἐνίοις δʼ ἱδροῦσιν ἂν ψυχθῶσιν

    Ἐνίοις は与格で、非人称動詞 συμβαίνει の意味上の主語(「一部の人々においては〜ということが起こる」)。ἱδροῦσιν は現在分詞与格複数で、Ἐνίοις に係る(「汗をかいている一部の人々が」)。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0093.tlg010x06.humanitext-grc1:31-40