Humanitext Reader

泰奥弗拉斯托斯 · 论疲劳 §1.6-1.12

疲劳的治疗方法及地面与坡度的影响

第 2 段,共 3 段 · 希腊语

内容简介

作者解释了看似相反的疲劳治疗方法在生理上实际上是合理的,分析了卧具和地面的硬度与形状对疲劳的影响,并详细阐述了上坡和下坡时腿部不同部位产生疼痛的原因。

§1.6Ταῦτα μὲν οὖν ἄγαν διορίσαι χαλεπὸν, αἱ δὲ θεραπεῖαι δόξαιεν ἂν ἐναντίαι πως εἶναι καὶ τῶν παθῶν καὶ ἑαυταῖς, οἷον ἥ τε καθυγραίνουσα καὶ λουτροῖς καὶ ποτοῖς εἴπερ ἐν ὑγρότητι καὶ συντήξει τὸ πάθος καὶ ἡ τῷ κόπῳ λύουσα τὸν κόπον κατὰ τὴν παροιμίαν.
因此,要极精确地辨析这些是困难的,但其治疗方法似乎在某种程度上与这些病症以及它们自身相反:例如,如果病症确实在于湿气和排泄物,那么通过沐浴和饮水来增加湿气的疗法,与正如俗话所说“以疲劳解疲劳”的疗法就是如此。
Οὐκ εἰσὶ δʼ ἐναντίαι·
然而,它们并不相反。
καὶ γὰρ μαλάξεως δεῖται τὸ κατάξηρον καὶ συντετηγμένον καὶ πλείοσι τύποις ἔκκρισιν ἐποίησε τοῦ λυποῦντος καὶ κατὰ σάρκα καὶ κατὰ κύστιν· ἥ τε κίνησις καὶ ὁ πόνος ἅπαν ἐξήρανε τὸ σύντηγμα καὶ ἐξέπεψε.
因为干燥和融解的部分需要被软化,而在肌肉和膀胱中都以多种方式促进了痛苦物质的排泄;此外,运动和劳作使所有的排泄物干燥并得以消化。
Οὐχ ἅπασι δὲ οὐδὲ πάντως αἱ τοιαῦται τῶν θεραπειῶν ἀλλʼ οἷς μὴ μεγάλαι μηδʼ ἀπὸ μεγάλων αἱ ἀρχαί.
但是,这类疗法并不适用于所有人,也不适用于所有情况,而仅适用于那些疲劳的开端既不剧烈、也不是由重大原因引起的人。
§1.7Τὰ δʼ ἀντίτυπα καὶ σκληρὰ μᾶλλον ποιεῖ κόπον καὶ ἐν πορείᾳ καὶ ἐν δρόμῳ καὶ ἐν κατακλίσει καὶ ἐν καθέδρᾳ διὰ τὸ μᾶλλον ποιεῖν πληγὴν καὶ πίεσιν.
另一方面,在行走、跑步、躺下和坐着时,具有反作用力和坚硬的事物会产生更多的疲劳,因为它们会产生更多的冲击和压迫。
Τάχα δ' ἴσως καὶ τὴν συντονίαν πλείω· κοπιαρώτερον δʼ ἂν τὸ τοιοῦτο δόξειεν.
也许它们也会引起更大的紧张;而这样的事物似乎更容易让人疲劳。
Ἀλλʼ ἔν γε ταῖς καθέδραις καὶ ταῖς κατακλίσεσι τὸ ὑπεῖκον καὶ ἐνδιδὸν ὅταν ἅπαξ λάβῃ τὸ βάρος οὐκέτι ὑπείκει· ὥστε καὶ τοῦτο ἐχρῆν ὁμοίως ἀποπιέζειν.
但是,在坐和躺的时候,那些顺应并让步的东西,一旦承受了重量,就不再继续让步;因此,这似乎也应该同样产生压迫。
§1.8Οὐκ ἔστι δὲ τοῦτʼ ἀληθές.
但这并不是真的。
Ἀεὶ γὰρ ἔχει πως τὰ τοιαῦτα ἔνδοσιν ὡς πιεστὰ τῇ φύσει· ἐπεὶ καὶ δῆλον ἐν τῷ πλείονι χρόνῳ ποιεῖ τὸ ὑποκείμενον ὅτι τοιοῦτον.
因为这类事物总是具有某种让步,因为它们在本性上是可压缩的;因为在较长的时间内,显然能看出承托物显示出正是如此的特征。
Τὰ δʼ ἀπίεστα καὶ μηδὲν ἐνδιδόντα τῇ θλίψει ποιεῖ τὸν κόπον.
相反,不可压缩且对压榨毫无让步的事物才会产生疲劳。
Ἔτι κατὰ τὴν κίνησιν καὶ τὴν τροπὴν τἆλλʼ ἐνδίδωσι καὶ ποιεῖ τινὰ μεταβολὴν, τὰ δὲ οὔ.
此外,在运动和姿势改变时,其他事物会顺应并做出某种改变,而这些坚硬的事物则不会。
§1.9Διὰ ταῦτα δέ πως καὶ τὰ ἐπίπεδα τῶν κοίλων κοπιαρώτερα καὶ τὰ κυρτὰ τῶν ἐπιπέδων· ἡ γὰρ θλίψις σφοδρότερον ποιεῖ καὶ μείζω τὸν πόνον ἐφʼ ἕνα τόπον ἀθροιζομένου τοῦ βάρους.
正是由于这个原因,平整的地方比凹陷的地方更容易让人疲劳,而凸起的地方比平整的地方更容易让人疲劳;因为当重量集中在单一位置时,压迫会使疼痛更加剧烈和巨大。
Τὸ μὲν οὖν κυρτὸν τοῦ εὐθέος τοῦτο δὲ μᾶλλον τοῦ κοίλου.
因此,凸起之物比平直之物更会如此,而平直之物又比凹陷之物更会如此。
§1.10Διότι δὲ τοὺς μηροὺς ἢ τὰς κνήμας μᾶλλον κοπιῶσιν;
那么,为什么人们在大腿或小腿上更容易感到疲劳?
ὅτι μάλισθʼ ὁ πόνος τῇ τοῦ συνεχοῦς διαστάσει· συνεχέστερος δὲ καὶ συμφυέστερος ὁ μηρὸς, ἅμα δὲ καὶ ἡ τῶν νεύρων διάστασις ἐν τούτῳ, καὶ ἐγγυτέρω τοῦ τόπου τοῦ ἔχοντος τὸ περίττωμα.
因为疼痛主要是由于连续体的拉开引起的;而大腿更具连续性、更为一体,同时肌腱的拉开也发生在大腿中,且它更接近容纳残留物的部位。
Διόπερ ἂν ὑπερβάλλῃ τῇ θερμότητι διὰ τὴν κίνησιν ἐπισπῶσιν οἱμηροὶ μᾶλλον καὶ πλεῖον.
因此,如果因为运动而热量过剩,大腿就会更多、更强烈地吸引残留物。
Ὅτι δὲ ἡ ἀνάρτησις ποιεῖ συμπάθειαν τῶν νεύρων καὶ φλεβῶν καὶ ἐκ τῶν βουβώνων δῆλον· πληγέντων γὰρ τῶν κάτωθεν ἐνταῦθα βουβῶνες.
而悬垂会引起肌腱和血管的共鸣,这从腹股沟中也能看得很清楚;因为当下方部位受到冲击时,腹股沟处就会产生肿胀。
§1.11Διότι δὲ καταβαίνοντες μὲν κατάντη τοὺς μηροὺς μάλιστα πονοῦσιν, ἀναβαίνοντες δὲ τὰς κνήμας;
那么,为什么在下坡时大腿最疼,而在上坡时则是小腿最疼?
ὅτι κατὰ μὲν τὴν ἀνάβασιν ὁ πόνος τῷ αἴρειν τὸ σῶμα· φορτίον γὰρ γίνεται ἱκανόν· ᾧ οὖν ἅπαν ἐπίκειται τὸ βάρος καὶ ᾧ αἴρομεν τούτου μάλισθʼ ὁ πόνος, ἡ δὲ κνήμη τοιοῦτον· ἔσχατον γὰρ ἔχει μῆκος καὶ οὐχ ὥσ· περ ὁ ποὺς πλάτος, διόπερ σαλεύεται.
因为在上坡时,疼痛是由于抬起身体引起的,因为身体成了一项足够的负担;因此,在承受全部重量并由其抬起身体的那个部位,疼痛最为剧烈,而小腿正是这样的部位;因为它具有末端的长度,而不像脚那样具有宽度,因此它会摇晃。
Καθάπερ οὖν ὑπὸ τοῦ βάρους τὸν ὦμον μάλιστα πονοῦσιν * ὥστε ἐπὶ τούτῳ ἔχουσι τὸ βάρος ὁμοίως καὶ τὰς κνήμας.
所以,正如人们因为重量而肩部最疼一样(因为他们把重量放在肩上),小腿也同样如此。
§1.12Ἐν δὲ τῷ καταβαίνειν ὁ πόνος τῷ ἐπιπίπτειν τὸ σῶμα καὶ προωθεῖν παρὰ φύσιν, ὥστε καὶ ᾧ μάλιστα ἐπιπίπτει καὶ σαλεύει τούτῳ μάλιστα καὶ ποιεῖ τὸν πόνον.
而在下坡时,疼痛是由于身体下坠并违反自然地向前推进引起的,因此,在承受最多下坠重量且产生摇晃的那个部位,产生的疼痛也最剧烈。
Ὡς οὖν ἡ κνήμη μᾶλλον ἐν τῷ ἀναβαίνειν κακοπαθεῖ, οὕτως ὁ μηρὸς ἐν τῷ καταβαίνειν ἐξαίρων τὸ σῶμα ὅλον.
正如小腿在上坡时承受更多痛苦一样,大腿在下坡时因支撑起整个身体而同样承受痛苦。
Ἁπλῶς δὲ τὰ βάρη κάτω φέρεται ὥστε χαλεπώτερον τὸ ἀναβαίνειν τοῦ καταβαίνειν.
一般而言,重量是向下运动的,因此上坡比下坡更困难。
Χαλεπώτεροι δʼ οἱ περὶ τὸν θώρακα τόποι τῶν κάτω, διότι ἐγγυτέρω τοῦ πνευματικοῦ τόπου· συμβαίνει οὖν ταχὺ συνεκφλεγμαίνειν, τοῦτο δὲ ὁ πυρετός· ἡ δʼ ἀπὸ τῶν σκελῶν φλεγμονὴ πόρρω διὰ τὸ ἀπομαραίνεσθαι θᾶττον.
但胸部周围的区域比下方区域更麻烦,因为它们更接近呼吸的部位;因此,它们很容易迅速共同发炎,这就是发烧;而来自腿部的炎症则很远,因为它消退得更快。

词汇与语法注释

  1. §1.6ἔκκρισιν ἐποίησε — 不定过去时动词 `ἐποίησε` 是箴言不定过去时(gnomic aorist),表示普遍真理或经验事实,而非过去的单一行为。它指明了一种普遍作用(“引起排泄”),因此适合译为现在时。
  2. §1.7ὥστε καὶ τοῦτο ἐχρῆν ὁμοίως ἀποπιέζειν — 无人称动词 `χρή` 的未完成过去时 `ἐχρῆν` 表示与现在事实相反的义务或推测(“应当”、“本该(但实际不然)”),在此提出了一个看似合理(即柔软的卧具一旦压缩到底也应该同样产生压迫)但随后在 §1.8 中被反驳的假定。
  3. §1.10ὅτι μάλισθʼ ὁ πόνος τῇ τοῦ συνεχοῦς διαστάσει — 与格短语 `τῇ ... διαστάσει` 表示原因(疼痛由何引起)。此外,在主语 `ὁ πόνος` 之后省略了动词(如 `γίγνεται` 或 `ἐστί`)。该句简要地呈现了古代生理学将疼痛定义为“连续体的拉开或中断”的观点。
  4. §1.12ἐξαίρων τὸ σῶμα ὅλον — 现在分词 `ἐξαίρων`(意为“提起”、“支撑”)在性、数上与该小句的主语 `ὁ μηρός`(大腿,阳性单数)一致。它说明了在下坡时,大腿在抗衡因重力下坠并向前推进的整个身体时,起到了主动“支撑并稳住”的作用。

引用这一段

泰奥弗拉斯托斯, 论疲劳 §1.6-1.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg010x04.humanitext-grc1:1.6-1.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。