§1.13Τῷ δὲ βραχίονι κοπιαρώτερον διὰ κενῆς ῥίπτειν ἢ λίθον ἢ ἄλλο τι βάρος διότι σπασματωδέστερον καὶ καματωδέστερον.
针对手臂,在空中空手挥舞比投掷石头或其他重物更容易让人疲劳,因为这会引起更多的拉伸且更费力。
Οὐ γὰρ ἀπερείδεται καθάπερ ὁ βάλλων πρὸς τὸν ἐν τῇ χειρὶ ὄγκον καὶ ὥσπερ ὁ πένταθλος πρὸς τοὺς ἁλτῆρας καὶ ὁ θέων παρασείων τὰς χεῖρας καὶ τοὺς καρπούς.
因为投掷者无法得到支撑,不像投石者可以通过手里的重物得到支撑,不像五项竞技运动员可以通过哑铃得到支撑,也不像奔跑者通过挥舞双手和手腕得到支撑。
Διὸ ὁ μὲν μεῖζον ἅλλεται ἢ μὴ ἔχων, ὁ δὲ θᾶττον θεῖ ἢ μὴ παρασείων, ὁ δὲ ἧττον σπᾶται προπετῶς διὰ τὸ βάρος.
因此,前者比不拿哑铃的人跳得更远,后者比不挥手的人跑得更快,而另一个人由于重物的作用,较少会因为向前猛冲而受到过度拉伸。
§1.14Οἱ δὲ βραχεῖς περίπατοι κοπιαρώτεροι τῶν μακρῶν καὶ οἱ ὁμαλοὶ τῶν ἀνωμάλων, ὅτι πολλάκις ἵστασθαι συμβαίνει· τὸ δʼ ἐν τῷ αὐτῷ σχήματι χαλεπὸν καὶ κοπῶδες.
短距离的散步比长距离的更易让人疲劳,平坦地方的散步比高低不平的地方更易让人疲劳,因为这会导致频繁停步;而保持同一种姿势是困难且令人疲劳的。
οὐδʼ ἐκεῖνο ὑπεναντίον ὡς κοπιῶσί τε μᾶλλον ἐν τοῖς ὁμαλέσι χωρίοις καὶ θᾶττον βαδίζουσιν ἢ ἐν τοῖς ἀνωμάλοις.
以下说法也并不矛盾:人们在平坦的地方既更容易感到疲劳,同时又比在起伏的地方走得更快。
Κοπιαρώτερον μὲν γὰρ τὸ ἐν τῷ αὐτῷ σχήματι, θάττων δʼ ἡ βάδισις ἡ ἐν τῷ ἴσῳ χρόνῳ ἐλάττω τὴν ἀναφορὰν ἔχουσα. Τοιαύτη δʼ ἡ ἐν τῷ ὁμαλῷ.
因为,尽管保持同一种姿势更易让人疲劳,但在相同时间内身体起伏较小的步行却更快;在平坦地方的步行正是如此。
Τὸ δὲ παρʼ ἑκάστην πορείαν γινόμενον μικρὸν πολὺ γίγνεται παρὰ τὰς πολλάς.
而在每一步行中产生的微小差异,在多次步行后就会积累得很大。
§1.15Διότι δὲ μακροὶ μὲν ὄντες οἱ περίπατοι ἐν τοῖς ὁμαλέσι κοπιαρώτεροι τῶν ἀνωμά· λῶν οἱ δὲ βραχεῖς ἀκοπώτεροι;
那么,为什么在长途散步时,平坦地方的散步比高低不平的地方更易让人疲劳,而在短途散步时,平坦地方却更不易疲劳?
ἢ ὅτι ἥ τε πολλὴ κίνησις ποιεῖ κόπον καὶ ἡ ἰσχυρά·
这是因为大量的运动和剧烈的运动都会产生疲劳。
τοιαύτη δὲ ἡ σπασματώδης· πολλὴ δʼ ἡ συνεχὴς καὶ ὁμοία.
而剧烈的运动是拉伸性的,大量的运动则是连续且单一的。
Ἐν μὲν οὖν τοῖς ἀνάντεσιν· ἂν ἔχωσι μῆκος αἱ μεταβολαὶ ποιοῦσιν ἀνάπαυσιν, ἐν δὲ τοῖς ὁμαλέσιν ἡ ὁμοιότης τοῦ σχήματος οὐ διαλαμβάνει ἀλλὰ συνεργάζεται πρὸς τὸ συνεχῆ τὴν κίνησιν εἶναι.
因此,在上坡的地方,如果距离较长,姿势的改变就会带来休息;但在平坦的地方,姿势的单一不会中断运动,反而会协同作用使运动保持连续。
Ὅταν δʼ ᾖ βραχεῖα διὰ μὲν τὸ πλῆθος τῆς κινήσεως οὐ γίνεται κόπος, διὰ δὲ τὸ τὴν μεταβολὴν ἰσχυρὰν εἶναι καὶ ἐναντίαν τῶν κάτω καὶ ἄνω ποιεῖ κόπον. Τοιαύτη δὲ ἡ ἐν τοῖς ἀνάντεσιν· ἐν δὲ τοῖς πεδίοις τοὐναντίον.
但是,当散步较短时,疲劳并不是由于运动量的多少而产生的,而是由于下坡和上坡的改变剧烈且相反从而产生疲劳;起伏之地的散步正是如此,而在平坦之地则相反。
§1.16Διότι ἐξονειρωκτικοὶ οἱ κοπιῶντες;
为什么疲劳的人容易梦遗?
ὅτι θερμά τε καὶ κάθυγρα τὰ σώματα διὰ τὴν σύντηξιν, ἡ δὲ τοιαύτη διάθεσις σπερματική.
因为由于身体组织融解,他们的身体既温热又非常湿润,而这种体质是产生精液的。
Κατάκεινται δʼ ὕπτιοι διὰ τὴν ἔκλυσιν· ἐν τούτῳ γὰρ τῷ σχήματι μάλιστʼ ἄνισον καὶ πρὸς τὸν ἐξονειρωγμὸν συνεργεῖ.
此外,由于虚脱,他们通常仰卧;因为在这种姿势下,身体最容易处于不均衡状态,从而协同导致梦遗。
Συμβαίνει δʼ αὐτοῖς καθεύδειν μὲν μᾶλλον τὴν δʼ ἴσην τροφὴν ἧττον πέττειν — καίτοι ὁ ὕπνος πεπτικὸν, — ὅτι ἅμα τῇ τροφῇ περιττώματος ἔχουσι πλῆθος·
他们还会遇到这种情况:尽管他们睡得更多,但对等量食物的消化却更差——尽管睡眠具有促进消化的作用。
ὃ καὶ αὐτὸ μέτριον ὂν δυσπεπτότερόν ἐστι πολλῆς τροφῆς.
这是因为他们在摄入食物的同时还含有大量的残余物,而残余物本身即使适量,也比大量的食物更难消化。
Διὸ καὶ ἀναμιγνύμενον κωλύει πέττεσθαι τὴν τροφήν.
因此,它混合在食物中,阻碍了食物的消化。
Ὁ δὲ ὕπνος μᾶλλον γίνεται ἀπὸ τοῦ πλείονος ὑγροῦ καὶ θερμοῦ καθάπερ τοῖς μεθύουσι.
而睡眠更多是由于更多的湿气和热量产生的,就像醉酒的人一样。
§1.17Κελεύουσι δέ τινες τοὺς μὲν χειμερινοὺς κόπους ἀλείμματι, τοὺς δὲ θερινοὺς λουτρῷ θεραπεύειν, τοὺς μὲν διὰ τὰς μεταβολὰς καὶ φρίκας, τοὺς δὲ διὰ τὴν ξηρότητα τῆς ὥρας καθυγραίνειν· διὸ καὶ τοῖς ποτοῖς τοῦ θέρους μᾶλλον.
有些人建议,冬季的疲劳用涂油来治疗,夏季的疲劳用沐浴来治疗:前者是为了应对气温变化和恶寒,后者则是为了针对季节的干燥进行湿润;因此,在夏季也应该通过饮水来更多地增加湿气。
Ἡ δʼ ὀλιγοσιτία κοινὸν μὲν οἰκειότερον δὲ τῷ θέρει· διὰ γὰρ τὴν ὥραν ὑπὸ τῶν σιτίων θερμαίνεται.
而少食对两者都是共通的,但更适合夏季;因为由于季节的原因,身体会被食物加热。
§1.18Διὰ τί δὲ τὰ ὑγρὰ σώματα κοπιαρώτερα τῶν μὴ ὑγρῶν;
为什么湿润的身体比不湿润的身体更容易疲劳?
ἀσθενέστερα γάρ· τὸ δὲ σκληρὸν ἰσχυρότερον μὲν ἀπαθέστερον δὲ, οὐ πρὸς ἅπασαν ἀπάθειαν οἷον πρὸς θραῦσιν ἢ κάταξιν ἢ θλάσιν ἢ διάσπασιν ἀλλὰ τὰ γλισχρότερα, ὧν ἔνια μαλακὰ καὶ ὑγρὰ τὴν φύσιν.
因为它们更虚弱;而坚硬的身体虽然更强壮、更不易受损,但并不是针对所有的受损(如破碎、骨折、挫伤或撕裂)都是如此,相反,更有粘性的东西不易受损,而其中一些东西在本性上是柔软且湿润的。
Ὁ δὲ κόπος ἐκ σπαστικῆς καὶ ἐκ πληκτικῆς κινήσεως·
但疲劳源于拉伸和冲击的运动。
ἐν μὲν γὰρ τῇ μεταβολῇ τῆς πορείας πάντʼ ἔχει καὶ τὴν συνέχειαν παρὰ τὰ μέρη· ἐν δὲ τῇ θέσει τῶν μερῶν τύπτει διὰ τὰ ὑγρὰ τῶν σωμάτων.
因为在步行变换时,所有的身体在其各部位都保持着连续性,但在各部位落地时,由于身体的湿润,就会产生冲击。
Καὶ γάρ τοι μᾶλλον καὶ τύπτεται ἧττον διὰ τὰ δὲ σκληρὰ τοὐναντίον.
实际上,它产生更多的冲击而承受较少的打击,而坚硬的身体则相反。