§1.6Ταῦτα μὲν οὖν ἄγαν διορίσαι χαλεπὸν, αἱ δὲ θεραπεῖαι δόξαιεν ἂν ἐναντίαι πως εἶναι καὶ τῶν παθῶν καὶ ἑαυταῖς, οἷον ἥ τε καθυγραίνουσα καὶ λουτροῖς καὶ ποτοῖς εἴπερ ἐν ὑγρότητι καὶ συντήξει τὸ πάθος καὶ ἡ τῷ κόπῳ λύουσα τὸν κόπον κατὰ τὴν παροιμίαν.
これらを厳密に区別することは極めて困難であるが、その治療法は、疾患に対しても、また互いに対しても、ある意味で相反するように思われるかもしれない。 例えば、もし疾患が湿気と融解物の中にあるのだとすれば、入浴や飲料によって湿気を与える治療法と、諺にあるように「疲労をもって疲労を解く」治療法とが、それにあたる。
Οὐκ εἰσὶ δʼ ἐναντίαι·
しかし、これらは相反してはいない。
καὶ γὰρ μαλάξεως δεῖται τὸ κατάξηρον καὶ συντετηγμένον καὶ πλείοσι τύποις ἔκκρισιν ἐποίησε τοῦ λυποῦντος καὶ κατὰ σάρκα καὶ κατὰ κύστιν·
なぜなら、乾燥し融解したものは柔軟にされることを必要としており、肉においても膀胱においても、苦痛を与えるものの排出を多様な形で引き起こすからである。
ἥ τε κίνησις καὶ ὁ πόνος ἅπαν ἐξήρανε τὸ σύντηγμα καὶ ἐξέπεψε.
また、運動と労作は、すべての融解物を乾燥させ、消化させるからである。
Οὐχ ἅπασι δὲ οὐδὲ πάντως αἱ τοιαῦται τῶν θεραπειῶν ἀλλʼ οἷς μὴ μεγάλαι μηδʼ ἀπὸ μεγάλων αἱ ἀρχαί.
しかし、このような治療法はすべての人に、あるいはあらゆる場合において適するわけではなく、その始まりが大きくなく、また大きな原因から生じたのではない人々に適するのである。
§1.7Τὰ δʼ ἀντίτυπα καὶ σκληρὰ μᾶλλον ποιεῖ κόπον καὶ ἐν πορείᾳ καὶ ἐν δρόμῳ καὶ ἐν κατακλίσει καὶ ἐν καθέδρᾳ διὰ τὸ μᾶλλον ποιεῖν πληγὴν καὶ πίεσιν.
他方で、反発するものや硬いものは、歩行においても、走行においても、横たわることにおいても、座ることにおいても、衝撃や圧迫をより多く生じさせるために、より多くの疲労をもたらす。
Τάχα δ' ἴσως καὶ τὴν συντονίαν πλείω·
おそらく同様に、緊張もより大きくするのであろう。
κοπιαρώτερον δʼ ἂν τὸ τοιοῦτο δόξειεν.
このようなものはより疲労をもたらすと思われる。
Ἀλλʼ ἔν γε ταῖς καθέδραις καὶ ταῖς κατακλίσεσι τὸ ὑπεῖκον καὶ ἐνδιδὸν ὅταν ἅπαξ λάβῃ τὸ βάρος οὐκέτι ὑπείκει·
しかし、座ることや横たわることにおいては、沈み込み譲歩するものであっても、一度その重みを受けてしまうと、それ以上は沈み込まない。
ὥστε καὶ τοῦτο ἐχρῆν ὁμοίως ἀποπιέζειν.
それゆえ、これも同様に圧迫するはずであると思われるかもしれない。
§1.8Οὐκ ἔστι δὲ τοῦτʼ ἀληθές.
しかし、これは真実ではない。
Ἀεὶ γὰρ ἔχει πως τὰ τοιαῦτα ἔνδοσιν ὡς πιεστὰ τῇ φύσει·
なぜなら、そのようなものは、本性上圧縮されうるものとして、常に何らかの譲歩を持っているからである。
ἐπεὶ καὶ δῆλον ἐν τῷ πλείονι χρόνῳ ποιεῖ τὸ ὑποκείμενον ὅτι τοιοῦτον.
実際、長い時間が経つと、その下に置かれたものがそのような性質であることを示しているのは明らかだからである。
Τὰ δʼ ἀπίεστα καὶ μηδὲν ἐνδιδόντα τῇ θλίψει ποιεῖ τὸν κόπον.
一方、圧縮されず、圧迫に対して全く譲歩しないものが、疲労を生じさせるのである。
Ἔτι κατὰ τὴν κίνησιν καὶ τὴν τροπὴν τἆλλʼ ἐνδίδωσι καὶ ποιεῖ τινὰ μεταβολὴν, τὰ δὲ οὔ.
さらに、運動や姿勢の変化の際、他方は譲歩して何らかの変化を生じるが、これらはそうしないのである。
§1.9Διὰ ταῦτα δέ πως καὶ τὰ ἐπίπεδα τῶν κοίλων κοπιαρώτερα καὶ τὰ κυρτὰ τῶν ἐπιπέδων·
この同じ理由により、平らな場所は凹んだ場所よりも疲労させやすく、凸状の場所は平らな場所よりも疲労させやすい。
ἡ γὰρ θλίψις σφοδρότερον ποιεῖ καὶ μείζω τὸν πόνον ἐφʼ ἕνα τόπον ἀθροιζομένου τοῦ βάρους.
重みが一箇所に集中することによって、圧迫がより激しく、より大きな痛みを引き起こすからである。
Τὸ μὲν οὖν κυρτὸν τοῦ εὐθέος τοῦτο δὲ μᾶλλον τοῦ κοίλου.
したがって、凸状のものは平らなものよりもこれを引き起こし、平らなものは凹んだものよりもこれを引き起こすのである。
§1.10Διότι δὲ τοὺς μηροὺς ἢ τὰς κνήμας μᾶλλον κοπιῶσιν;
では、なぜ大腿や下腿に、より疲労を感じるのだろうか。
ὅτι μάλισθʼ ὁ πόνος τῇ τοῦ συνεχοῦς διαστάσει·
それは、痛みというものが、特に連続するものの引き伸ばしによって生じるからである。
συνεχέστερος δὲ καὶ συμφυέστερος ὁ μηρὸς, ἅμα δὲ καὶ ἡ τῶν νεύρων διάστασις ἐν τούτῳ, καὶ ἐγγυτέρω τοῦ τόπου τοῦ ἔχοντος τὸ περίττωμα.
大腿はより連続しており、より一体となっており、同時に腱の引き伸ばしもこれにおいて生じ、また余剰物を保持する場所に、より近いからである。
Διόπερ ἂν ὑπερβάλλῃ τῇ θερμότητι διὰ τὴν κίνησιν ἐπισπῶσιν οἱμηροὶ μᾶλλον καὶ πλεῖον.
それゆえ、もし運動によって熱が過剰になれば、大腿はより多く、より強く引き寄せるのである。
Ὅτι δὲ ἡ ἀνάρτησις ποιεῖ συμπάθειαν τῶν νεύρων καὶ φλεβῶν καὶ ἐκ τῶν βουβώνων δῆλον·
また、懸垂が腱や血管の共感を惹き起こすことは、鼠径部からも明らかである。
πληγέντων γὰρ τῶν κάτωθεν ἐνταῦθα βουβῶνες.
なぜなら、下方の部位が衝撃を受けると、ここに鼠径部の腫れが生じるからである。
§1.11Διότι δὲ καταβαίνοντες μὲν κατάντη τοὺς μηροὺς μάλιστα πονοῦσιν, ἀναβαίνοντες δὲ τὰς κνήμας;
では、なぜ坂を下るときには大腿が最も痛み、登るときには下腿が最も痛むのだろうか。
ὅτι κατὰ μὲν τὴν ἀνάβασιν ὁ πόνος τῷ αἴρειν τὸ σῶμα·
それは、登るときには、痛みは体を持ち上げることによって生じるからである。
φορτίον γὰρ γίνεται ἱκανόν·
体はかなりの重荷となるからである。
ᾧ οὖν ἅπαν ἐπίκειται τὸ βάρος καὶ ᾧ αἴρομεν τούτου μάλισθʼ ὁ πόνος, ἡ δὲ κνήμη τοιοῦτον·
したがって、すべての重みがかかり、それによって体を持ち上げるその部位に、最も痛みが生じる。 そして下腿がそのようなものである。
ἔσχατον γὰρ ἔχει μῆκος καὶ οὐχ ὥσ· περ ὁ ποὺς πλάτος, διόπερ σαλεύεται.
なぜなら、下腿は末端の長さを持ち、足のような幅を持たないため、揺らぐからである。
Καθάπερ οὖν ὑπὸ τοῦ βάρους τὸν ὦμον μάλιστα πονοῦσιν * ὥστε ἐπὶ τούτῳ ἔχουσι τὸ βάρος ὁμοίως καὶ τὰς κνήμας.
したがって、重荷によって肩が最も痛むのと同じように(彼らはそこに重みを載せているので)、下腿も同様である。
§1.12Ἐν δὲ τῷ καταβαίνειν ὁ πόνος τῷ ἐπιπίπτειν τὸ σῶμα καὶ προωθεῖν παρὰ φύσιν, ὥστε καὶ ᾧ μάλιστα ἐπιπίπτει καὶ σαλεύει τούτῳ μάλιστα καὶ ποιεῖ τὸν πόνον.
一方、下るときには、痛みは体が落下し、不自然に前方へ押し出されることによって生じる。 それゆえ、最も重みがかかり、かつ揺らぐその部位に、最も多くの痛みが引き起こされる。
Ὡς οὖν ἡ κνήμη μᾶλλον ἐν τῷ ἀναβαίνειν κακοπαθεῖ, οὕτως ὁ μηρὸς ἐν τῷ καταβαίνειν ἐξαίρων τὸ σῶμα ὅλον.
このように、登るときに下腿がより痛むのと同様に、下るときには、体全体を支え起こす大腿がそうなるのである。
Ἁπλῶς δὲ τὰ βάρη κάτω φέρεται ὥστε χαλεπώτερον τὸ ἀναβαίνειν τοῦ καταβαίνειν.
一般に、重みは下方に運ばれるため、登ることは下るよりも困難である。
Χαλεπώτεροι δʼ οἱ περὶ τὸν θώρακα τόποι τῶν κάτω, διότι ἐγγυτέρω τοῦ πνευματικοῦ τόπου·
しかし、胸部の周辺は下部よりも厄介である。 なぜなら、呼吸の場所に、より近いからである。
συμβαίνει οὖν ταχὺ συνεκφλεγμαίνειν, τοῦτο δὲ ὁ πυρετός·
それゆえ、急速に共に炎症を起こしやすく、これが熱病である。
ἡ δʼ ἀπὸ τῶν σκελῶν φλεγμονὴ πόρρω διὰ τὸ ἀπομαραίνεσθαι θᾶττον.
これに対して、脚からの炎症は遠く離れているため、より速く衰え消え去るのである。