§1.1Ἐν τίνι ποθʼ ὁ κόπος ἢ τίσιν ὡς πρώτῳ, πότερον ὡς Ἐπιγένης ὑπέλαβεν ἐν φλεβὶ καὶ νεύρῳ ἢ μόνον ἐν νεύρῳ, τούτου γὰρ καὶ ἡ κίνησις, ἢ ὑπερβολῇ συντήξεως διὰ κίνησιν, ἢ ἁπλῶς οὗπερ πόνος ταύτῃ καὶ ὁ κόπος, διὸ καὶ ἀεὶ βαρύνεται ὁ κοπιῶν;
那么,疲劳究竟产生于什么,或者首先产生于哪些事物之中? 是如埃庇革涅斯所认为的在血管和肌腱中,还是仅在肌腱中(因为运动也源于此)? 或者是由于运动产生的排泄物过剩,或者简单地说,哪里有疼痛,哪里就有疲劳,因此疲劳的人总是感到沉重?
εἰ οὖν τὸ νεῦρον μὴ δεκτικὸν ὑγρότητος οὐκ ἂν ἐνταῦθα ὁ κόπος ἐνείη κατὰ φύσιν·
因此,如果肌腱不能接受湿气,疲劳在自然情况下就不会存在于那里。
εἰ δὲ ὁ κόπος ἐξαλλαγή τις, ἄτοπον εἰ μὴ διʼ ὧν ἡ κίνησις καὶ ὁ πόνος ἐν τούτοις καὶ ὁ κόπος ἀλλʼ ἐκ τῆς κινήσεως ἐπιρροῇ τῆς συντήξεως εἰς αὐτὰ ταῦτα καὶ τὰς καμπὰς ἅπερ μάλιστα βαρύνονται καὶ κοπιῶσι.
但如果疲劳是一种改变,那么如果疲劳不产生于产生运动和疼痛的那些部位,而是由于运动使排泄物流入这些部位本身以及关节处,那就很荒谬了,因为正是这些地方最容易感到沉重和疲劳。
§1.2Λέγουσι δὲ καὶ τὰς σάρκας καὶ ὅλον τὸ σῶμα κοπιᾶν, ὅθεν καὶ τοὺς ὀστεοκόπους καὶ ὀστάγρας καλοῦσιν.
人们也说肌肉和整个身体都会疲劳,所以他们也将其称为骨疲劳和骨痛。
Εἰ δʼ ἐν ὀστοῖς ὁ κόπος, πότερον ὡς κινοῦσιν ἢ κινουμένοις ἢ ὡς ἐπιρροὴν δεχομένοις;
但如果疲劳产生在骨头中,那它是作为运动者,作为被运动者,还是作为接受流入物者?
ἢ οὐδὲν κωλύει τρόπον τινὰ ἀμφοτέρως, καὶ κινούμενά πως καὶ δεχόμενα τὴν ἐπιρροήν.
或者,没有任何东西阻止它在某种程度上兼具两者,即在某种意义上被运动并接受流入物。
Ὅταν γὰρ εἰς τὸ ἐντὸς διίκηται διὰ πλῆθος τοῦ πόνου τοῦτʼ ἐν τοῖς ὀστοῖς κόπος· ἐπεὶ καὶ ἐν τῇ σαρκὶ καὶ ἐν ὅλοις τοῖς σώμασιν, ὃ δὴ καλοῦσι συγκεκόφθαι·
因为当由于疼痛过于剧烈而渗透到内部时,这就是骨头中的疲劳;因为这种情况也发生在肌肉和整个身体中,这正是他们所说的“散架”。
ὁ διαδοθέντος συμβαίνει τοῦ πόνου πρὸς ἅπαντα τὰ μέρη καὶ μάλισθʼ οἷς ἄν τις ἐνεργῇ καθάπερ τοῖς ἄνω καὶ κάτω, καὶ αὐτῶν τούτων μορίοις τισὶν ὥσπερ καὶ ἐν ταῖς σκληροκοιτίαις.
当疼痛分布到所有部位时就会发生这种情况,特别是人们活动较多的部位,如上肢和下肢,以及这些肢体的某些特定部分,就像在硬床上睡觉时一样。
§1.3Ὡς δʼ ἁπλῶς εἰπεῖν ἐν τοῖς καμπτομένοις μέρεσι μάλιστα καὶ νευρωδεστάτοις ὅταν τις σύντηξις ἐπὶ τὰ νεῦρα καὶ τὰς καμπὰς ἔλθῃ· καὶ ἡ βαρύτης ἀπὸ ταύτης.
简而言之,当某种排泄物到达肌腱和关节时,它尤其发生于最易弯曲和富含肌腱的部位;而沉重感便源于此。
Διὸ καὶ οὐδεὶς πώποτε τὴν γαστέρα ἐκοπίασεν οὐδὲ τὴν κεφαλήν.
因此,从未有人在胃部或头部感到疲劳。
Ἆρα δὲ ὅταν καὶ ἄλλως πως ἡ ὑγρότης ἐπιρρυῇ πάντως κόπος;
但是,当湿气以其他某种方式流入时,是否也必然产生疲劳?
οὐ γὰρ ἂν ἔτι διὰ τὴν κίνησιν.
因为这样一来,它就不是由于运动引起的了。
Ἢ τοῦτο μὲν οὐκ ἀναγκαῖον * ἀλλὰ μᾶλλον πόνος τις ἀκολουθεῖ· καὶ γὰρ καθήμενοι καὶ ἑστῶτες καὶ κατακείμενοί φασι κοπιᾶν καὶ ἐν τῷ αὐτῷ σχήματι· καὶ ἡ πίεσις ἐπίπονον, οἷον γὰρ θλίψις καὶ πλήγη τις.
或者这并不是必然的,而是某种疼痛随之而来;因为即使是坐着、站着和躺着的人也说他们会疲劳,即使保持相同的姿势;而且压迫也是痛苦的,因为这就像是挤压或某种打击。
§1.4Ἀλλʼ ἐνίοτε δὴ καὶ ὑπὸ πλησμονῆς καὶ ἀγρυπνίας καὶ ὑπὸ κατάρρου φασὶ κοπιᾶν· ἅπαντα δέ πως καὶ ταῦτα πλῆθος ὑγρότητος.
但有时他们说,由于过饱、失眠和感冒也会感到疲劳;而所有这些在某种程度上都是湿气过剩。
Ἥ τε γὰρ πλησμονὴ μὴ κρατοῦντος τοῦ σώματος, ἥ τε ἀγρυπμε νία κωλύει τὴν πέψιν, ὅ τε κατάρρους φανερά τις σύντηξις ἢ ἁπλῶς εἰπεῖν ὑγρότης.
因为过饱发生在身体无法控制它的时候,失眠阻碍了消化,而感冒则是一种明显的排泄物,或者简单地说,是湿气。
Πότερον οὖν κόπος ταῦτα ἢ ὠμότης ἢ διάθεσις, ὥσπερ καὶ ἐκ τῶν ὕπνων συμβαίνει;
那么,这是疲劳,还是未消化,或者是像睡眠后产生的那种状态?
βαρύνονται γὰρ διὰ τὴν σύντηξιν.
因为他们由于排泄物而感到沉重。
§1.5Ἢ οὐδὲν κωλύει διὰ πλείους αἰτίας γίνεσθαι τὸν κόπον.
或者,没有什么能阻止疲劳由于多种原因而产生。
Ἐπεὶ ἐνίοτε καὶ κατεξηραμμένου τοῦ σώματος καὶ οὐδεμιᾶς ὑγρότητος ὑπαρχούσης οὐδαμοῦ κοπιῶσι καὶ μάλιστά γʼ ὡς εἰπεῖν οὗτοι.
因为有时即使身体干燥且没有任何地方存在湿气,人们也会感到疲劳,甚至可以说,尤其是这些人。
Πλὴν εἴ τις * ἐν τούτοις τοῖς μέρεσι λέγοι τὴν σύντηξιν ὑπάρχειν· ἐπεὶ ὅταν γε ἁπλῶς ὑγρότητος ἐπιρροὴ γένηταί τις οὐ πάντως κόπος ὥσπερ τοῖς ὑδρωπιῶσι τοῖς ἐπὶ καθέδρας ὧν τὰ γόνατα καὶ οἱ πόδες οἰδοῦσιν.
除非有人会说排泄物存在于这些特定部位;因为每当仅仅发生某种湿气的流入时,并不总是产生疲劳,就像坐着的水肿患者,他们的膝盖和脚会肿胀。
Οὐδὲ γὰρ ὅλως ὅταν ὑγρανθῇ καὶ βαρυνθῇ τὸ σῶμα· σχεδὸν γὰρ πᾶσι τοῦτο συμβαίνει ἐν τοῖς νοτίοις.
事实上,每当身体变得湿润和沉重时,也完全不一定会产生疲劳;因为当刮南风时,几乎所有人都会发生这种情况。