§1.13Τῷ δὲ βραχίονι κοπιαρώτερον διὰ κενῆς ῥίπτειν ἢ λίθον ἢ ἄλλο τι βάρος διότι σπασματωδέστερον καὶ καματωδέστερον.
腕にとっては、石や他の何か重いものを投げることよりも、何も持たずに空中で投げ出すことの方が、より引き伸ばしを引き起こし、より骨が折れるために、より疲労をもたらす。
Οὐ γὰρ ἀπερείδεται καθάπερ ὁ βάλλων πρὸς τὸν ἐν τῇ χειρὶ ὄγκον καὶ ὥσπερ ὁ πένταθλος πρὸς τοὺς ἁλτῆρας καὶ ὁ θέων παρασείων τὰς χεῖρας καὶ τοὺς καρπούς.
なぜなら、投げる者が手の中の質量に寄りかかり、五種競技の選手がハルテーレスに対して寄りかかり、走る者が手や手首を振るようには、何も持たない腕は支えを得られないからである。
Διὸ ὁ μὲν μεῖζον ἅλλεται ἢ μὴ ἔχων, ὁ δὲ θᾶττον θεῖ ἢ μὴ παρασείων, ὁ δὲ ἧττον σπᾶται προπετῶς διὰ τὸ βάρος.
それゆえ、一方は重りを持たない人よりも大きく跳び、他方は腕を振らない人よりも速く走り、もう一方は、重みのおかげで前方につんのめって引き伸ばされることが少ないのである。
§1.14Οἱ δὲ βραχεῖς περίπατοι κοπιαρώτεροι τῶν μακρῶν καὶ οἱ ὁμαλοὶ τῶν ἀνωμάλων, ὅτι πολλάκις ἵστασθαι συμβαίνει·
短い散歩は長い散歩よりも疲れやすく、平坦な場所での散歩は起伏のある場所での散歩よりも疲れやすい。 なぜなら、しばしば立ち止まることになるからである。
τὸ δʼ ἐν τῷ αὐτῷ σχήματι χαλεπὸν καὶ κοπῶδες.
同じ姿勢を保つことは、困難であり疲れるものである。
οὐδʼ ἐκεῖνο ὑπεναντίον ὡς κοπιῶσί τε μᾶλλον ἐν τοῖς ὁμαλέσι χωρίοις καὶ θᾶττον βαδίζουσιν ἢ ἐν τοῖς ἀνωμάλοις.
人々が平坦な場所においてより疲れを感じる一方で、起伏のある場所においてよりも速く歩くということは、上の説明と矛盾しない。
Κοπιαρώτερον μὲν γὰρ τὸ ἐν τῷ αὐτῷ σχήματι, θάττων δʼ ἡ βάδισις ἡ ἐν τῷ ἴσῳ χρόνῳ ἐλάττω τὴν ἀναφορὰν ἔχουσα.
なぜなら、同じ姿勢にとどまることの方がより疲れるが、同じ時間の中において持ち上げることがより少ない歩行の方が、より速いからである。
Τοιαύτη δʼ ἡ ἐν τῷ ὁμαλῷ.
平坦な場所での歩行はそのようなものである。
Τὸ δὲ παρʼ ἑκάστην πορείαν γινόμενον μικρὸν πολὺ γίγνεται παρὰ τὰς πολλάς.
各歩行において生じる小さな差は、多くの歩行が合わさることで大きくなる。
§1.15Διότι δὲ μακροὶ μὲν ὄντες οἱ περίπατοι ἐν τοῖς ὁμαλέσι κοπιαρώτεροι τῶν ἀνωμά· λῶν οἱ δὲ βραχεῖς ἀκοπώτεροι;
ではなぜ、散歩が長い場合には、平坦な場所での散歩の方が起伏のある場所でのそれよりも疲れやすく、散歩が短い場合には、より疲れないのか。
ἢ ὅτι ἥ τε πολλὴ κίνησις ποιεῖ κόπον καὶ ἡ ἰσχυρά·
あるいは、それは、多くの運動も激しい運動も疲労をもたらすからか。
τοιαύτη δὲ ἡ σπασματώδης· πολλὴ δʼ ἡ συνεχὴς καὶ ὁμοία.
そして、激しい運動とは引き伸ばされるものであり、多くの運動とは連続的で一様なものである。
Ἐν μὲν οὖν τοῖς ἀνάντεσιν· ἂν ἔχωσι μῆκος αἱ μεταβολαὶ ποιοῦσιν ἀνάπαυσιν, ἐν δὲ τοῖς ὁμαλέσιν ἡ ὁμοιότης τοῦ σχήματος οὐ διαλαμβάνει ἀλλὰ συνεργάζεται πρὸς τὸ συνεχῆ τὴν κίνησιν εἶναι.
したがって、上り坂においては、もし十分な長さがあるならば、変化が休息をもたらすが、平坦な場所においては、姿勢の一様さが運動を中断させず、むしろ運動が連続的であるように協力して働く。
Ὅταν δʼ ᾖ βραχεῖα διὰ μὲν τὸ πλῆθος τῆς κινήσεως οὐ γίνεται κόπος, διὰ δὲ τὸ τὴν μεταβολὴν ἰσχυρὰν εἶναι καὶ ἐναντίαν τῶν κάτω καὶ ἄνω ποιεῖ κόπον.
これに対して、散歩が短いときには、運動の多さによっては疲労は生じないが、変化が激しく、下りと上りとで相反していることによって疲労が生じる。
Τοιαύτη δὲ ἡ ἐν τοῖς ἀνάντεσιν·
上り坂での散歩はそのようなものである。
ἐν δὲ τοῖς πεδίοις τοὐναντίον.
他方、平坦な場所においては、その逆である。
§1.16Διότι ἐξονειρωκτικοὶ οἱ κοπιῶντες;
なぜ、疲労している人々は夢精しやすいのか。
ὅτι θερμά τε καὶ κάθυγρα τὰ σώματα διὰ τὴν σύντηξιν, ἡ δὲ τοιαύτη διάθεσις σπερματική.
それは、融解のために身体が熱く、かつ非常に湿っているからであり、そのような状態は精液を促すからである。
Κατάκεινται δʼ ὕπτιοι διὰ τὴν ἔκλυσιν·
また、彼らは脱力のために仰向けに横たわる。
ἐν τούτῳ γὰρ τῷ σχήματι μάλιστʼ ἄνισον καὶ πρὸς τὸν ἐξονειρωγμὸν συνεργεῖ.
というのも、この姿勢において身体は最も不均等になり、夢精を促すように働くからである。
Συμβαίνει δʼ αὐτοῖς καθεύδειν μὲν μᾶλλον τὴν δʼ ἴσην τροφὴν ἧττον πέττειν — καίτοι ὁ ὕπνος πεπτικὸν, — ὅτι ἅμα τῇ τροφῇ περιττώματος ἔχουσι πλῆθος· ὃ καὶ αὐτὸ μέτριον ὂν δυσπεπτότερόν ἐστι πολλῆς τροφῆς.
そして、彼らにとっては、より多く眠るにもかかわらず、同じ量の食物を消化することがより少ないということが起こる。 ――もっとも睡眠は消化を促すものであるが。 ――これは、食物と同時に多量の余剰物を抱えているからであり、これ自体は中程度であっても、多量の食物よりも消化しにくいものである。
Διὸ καὶ ἀναμιγνύμενον κωλύει πέττεσθαι τὴν τροφήν.
それゆえ、それが混ざり合うことで、食物が消化されるのを妨げるのである。
Ὁ δὲ ὕπνος μᾶλλον γίνεται ἀπὸ τοῦ πλείονος ὑγροῦ καὶ θερμοῦ καθάπερ τοῖς μεθύουσι.
他方、睡眠は、酔った人々のように、より多くの湿気と熱からより生じるのである。
§1.17Κελεύουσι δέ τινες τοὺς μὲν χειμερινοὺς κόπους ἀλείμματι, τοὺς δὲ θερινοὺς λουτρῷ θεραπεύειν, τοὺς μὲν διὰ τὰς μεταβολὰς καὶ φρίκας, τοὺς δὲ διὰ τὴν ξηρότητα τῆς ὥρας καθυγραίνειν·
ある人々は、冬の疲労を塗油によって、夏の疲労を入浴によって治療することを勧めている。 一方は温度の変化や悪寒のために、他方は季節の乾燥のために湿気を与えるためである。
διὸ καὶ τοῖς ποτοῖς τοῦ θέρους μᾶλλον.
それゆえ、夏には飲料によって、より多く湿気を与えるべきである。
Ἡ δʼ ὀλιγοσιτία κοινὸν μὲν οἰκειότερον δὲ τῷ θέρει·
また、少食にすることは両方に共通するが、夏により適している。
διὰ γὰρ τὴν ὥραν ὑπὸ τῶν σιτίων θερμαίνεται.
なぜなら、季節のゆえに、食物によって身体が熱せられるからである。
§1.18Διὰ τί δὲ τὰ ὑγρὰ σώματα κοπιαρώτερα τῶν μὴ ὑγρῶν;
なぜ、湿った身体は、湿っていない身体よりも疲れやすいのか。
ἀσθενέστερα γάρ·
なぜなら、それらはより弱いからである。
τὸ δὲ σκληρὸν ἰσχυρότερον μὲν ἀπαθέστερον δὲ, οὐ πρὸς ἅπασαν ἀπάθειαν οἷον πρὸς θραῦσιν ἢ κάταξιν ἢ θλάσιν ἢ διάσπασιν ἀλλὰ τὰ γλισχρότερα, ὧν ἔνια μαλακὰ καὶ ὑγρὰ τὴν φύσιν.
一方で、硬い身体は、より強いが、影響を受けにくい。 もっとも、すべての影響に対してそうなのではない。 例えば、破砕、骨折、打撲、断裂に対してそうなのではなく、これらに対してはより粘り気のあるものの方が強く、そのうちのいくつかかは本性上柔らかく湿っている。
Ὁ δὲ κόπος ἐκ σπαστικῆς καὶ ἐκ πληκτικῆς κινήσεως·
しかし、疲労は引き伸ばす運動と、衝撃を伴う運動から生じる。
ἐν μὲν γὰρ τῇ μεταβολῇ τῆς πορείας πάντʼ ἔχει καὶ τὴν συνέχειαν παρὰ τὰ μέρη· ἐν δὲ τῇ θέσει τῶν μερῶν τύπτει διὰ τὰ ὑγρὰ τῶν σωμάτων.
なぜなら、歩行の変化においては、すべての身体がその諸部位において連続性をも保っているが、諸部位を設置するときには、身体の湿気のために衝撃が生じるからである。
Καὶ γάρ τοι μᾶλλον καὶ τύπτεται ἧττον διὰ τὰ δὲ σκληρὰ τοὐναντίον.
実際、それはより衝撃を与え、より衝撃を受けにくい。 他方、硬い身体においてはその逆である。