§1.1Ἐν τίνι ποθʼ ὁ κόπος ἢ τίσιν ὡς πρώτῳ, πότερον ὡς Ἐπιγένης ὑπέλαβεν ἐν φλεβὶ καὶ νεύρῳ ἢ μόνον ἐν νεύρῳ, τούτου γὰρ καὶ ἡ κίνησις, ἢ ὑπερβολῇ συντήξεως διὰ κίνησιν, ἢ ἁπλῶς οὗπερ πόνος ταύτῃ καὶ ὁ κόπος, διὸ καὶ ἀεὶ βαρύνεται ὁ κοπιῶν;
疲労はそもそも何において、あるいは何において第一次的なものとして生じるのだろうか。 エピゲネスが仮定したように血管と腱においてか、それとも腱においてのみか。 というのも運動は腱によるからである。 それとも運動による融解物の過剰によってか、あるいは単に、痛みの生じるまさにその場所に疲労も生じるのであり、それゆえにこそ疲労している者は常に体が重くなるのだろうか。
εἰ οὖν τὸ νεῦρον μὴ δεκτικὸν ὑγρότητος οὐκ ἂν ἐνταῦθα ὁ κόπος ἐνείη κατὰ φύσιν·
もし腱が湿気を受け入れないものであるならば、本来そこには疲労は存在しないであろう。
εἰ δὲ ὁ κόπος ἐξαλλαγή τις, ἄτοπον εἰ μὴ διʼ ὧν ἡ κίνησις καὶ ὁ πόνος ἐν τούτοις καὶ ὁ κόπος ἀλλʼ ἐκ τῆς κινήσεως ἐπιρροῇ τῆς συντήξεως εἰς αὐτὰ ταῦτα καὶ τὰς καμπὰς ἅπερ μάλιστα βαρύνονται καὶ κοπιῶσι.
しかし、もし疲労がある種の変調であるなら、運動と痛みをもたらすまさにそれらの部分の中に疲労も生じるのでなければ奇妙である。 むしろ、運動から生じる融解物がそれらの部分自体や関節の曲がる部分へと流入することによって生じるのであり、それらの部分こそが最も重くなり、かつ疲労するのである。
§1.2Λέγουσι δὲ καὶ τὰς σάρκας καὶ ὅλον τὸ σῶμα κοπιᾶν, ὅθεν καὶ τοὺς ὀστεοκόπους καὶ ὀστάγρας καλοῦσιν.
人々はまた、肉も体全体も疲労すると言い、そこから骨の疲労や骨痛と呼ぶ。
Εἰ δʼ ἐν ὀστοῖς ὁ κόπος, πότερον ὡς κινοῦσιν ἢ κινουμένοις ἢ ὡς ἐπιρροὴν δεχομένοις;
しかし、もし骨の中に疲労が生じるなら、それは動かすものとしてか、動かされるものとしてか、それとも流入を受け入れるものとしてだろうか。
ἢ οὐδὲν κωλύει τρόπον τινὰ ἀμφοτέρως, καὶ κινούμενά πως καὶ δεχόμενα τὴν ἐπιρροήν.
あるいは、ある意味で両方であることを妨げるものは何もない。 すなわち、ある程度は動かされ、かつ流入を受け入れるということである。
Ὅταν γὰρ εἰς τὸ ἐντὸς διίκηται διὰ πλῆθος τοῦ πόνου τοῦτʼ ἐν τοῖς ὀστοῖς κόπος·
というのも、痛みの多さのために内部にまで浸透するとき、これが骨における疲労だからである。
ἐπεὶ καὶ ἐν τῇ σαρκὶ καὶ ἐν ὅλοις τοῖς σώμασιν, ὃ δὴ καλοῦσι συγκεκόφθαι·
なぜなら、肉の中や体全体の中にも疲労は生じ、これこそまさに彼らが「打ちのめされた」と呼ぶものである。
ὁ διαδοθέντος συμβαίνει τοῦ πόνου πρὸς ἅπαντα τὰ μέρη καὶ μάλισθʼ οἷς ἄν τις ἐνεργῇ καθάπερ τοῖς ἄνω καὶ κάτω, καὶ αὐτῶν τούτων μορίοις τισὶν ὥσπερ καὶ ἐν ταῖς σκληροκοιτίαις.
これは、痛みがすべての部分に、そして特に、上部や下部のように活動させる部分、さらにそれらの部分のうちの、例えば硬いベッドで寝たときのようにある特定の部分に分散されたときに生じるのである。
§1.3Ὡς δʼ ἁπλῶς εἰπεῖν ἐν τοῖς καμπτομένοις μέρεσι μάλιστα καὶ νευρωδεστάτοις ὅταν τις σύντηξις ἐπὶ τὰ νεῦρα καὶ τὰς καμπὰς ἔλθῃ·
端的に言えば、最も曲げられる部分や最も腱の多い部分において、ある融解物が腱や関節の曲がる部分に到達するときに疲労は生じる。
καὶ ἡ βαρύτης ἀπὸ ταύτης.
そして重さはこれに起因する。
Διὸ καὶ οὐδεὶς πώποτε τὴν γαστέρα ἐκοπίασεν οὐδὲ τὴν κεφαλήν.
それゆえ、誰も胃や頭に疲労を感じたことはない。
Ἆρα δὲ ὅταν καὶ ἄλλως πως ἡ ὑγρότης ἐπιρρυῇ πάντως κόπος;
では、他の何らかの仕方で湿気が流入するときにも、常に疲労が生じるのだろうか。
οὐ γὰρ ἂν ἔτι διὰ τὴν κίνησιν.
というのも、その場合はもはや運動によるものではなくなるからである。
Ἢ τοῦτο μὲν οὐκ ἀναγκαῖον * ἀλλὰ μᾶλλον πόνος τις ἀκολουθεῖ·
あるいは、これは必然的ではなく、むしろある種の痛みが伴う。
καὶ γὰρ καθήμενοι καὶ ἑστῶτες καὶ κατακείμενοί φασι κοπιᾶν καὶ ἐν τῷ αὐτῷ σχήματι·
実際、座っている人や、立っている人、横になっている人も、同じ姿勢のままで疲労すると言うからである。
καὶ ἡ πίεσις ἐπίπονον, οἷον γὰρ θλίψις καὶ πλήγη τις.
そして圧迫は苦痛を伴うものであり、それは圧搾やある種の打撃のようなものだからである。
§1.4Ἀλλʼ ἐνίοτε δὴ καὶ ὑπὸ πλησμονῆς καὶ ἀγρυπνίας καὶ ὑπὸ κατάρρου φασὶ κοπιᾶν·
しかし時には、過食や不眠、カタルによっても疲労すると言われる。
ἅπαντα δέ πως καὶ ταῦτα πλῆθος ὑγρότητος.
これらもすべて、どうにかして湿気の過剰である。
Ἥ τε γὰρ πλησμονὴ μὴ κρατοῦντος τοῦ σώματος, ἥ τε ἀγρυπμε νία κωλύει τὴν πέψιν, ὅ τε κατάρρους φανερά τις σύντηξις ἢ ἁπλῶς εἰπεῖν ὑγρότης.
実際、過食は体が制御できないことによって生じ、不眠は消化を妨げ、カタルは明らかな融解物、あるいは端的に言えば湿気だからである。
Πότερον οὖν κόπος ταῦτα ἢ ὠμότης ἢ διάθεσις, ὥσπερ καὶ ἐκ τῶν ὕπνων συμβαίνει;
では、これらは疲労なのか、それとも未消化、あるいは状態であって、眠りから生じるようなものだろうか。
βαρύνονται γὰρ διὰ τὴν σύντηξιν.
なぜなら、彼らは融解物のために体が重くなるからである。
§1.5Ἢ οὐδὲν κωλύει διὰ πλείους αἰτίας γίνεσθαι τὸν κόπον.
あるいは、疲労がより多くの原因によって生じることを妨げるものは何もない。
Ἐπεὶ ἐνίοτε καὶ κατεξηραμμένου τοῦ σώματος καὶ οὐδεμιᾶς ὑγρότητος ὑπαρχούσης οὐδαμοῦ κοπιῶσι καὶ μάλιστά γʼ ὡς εἰπεῖν οὗτοι.
なぜなら、時には体が乾燥し、どこにも湿気が存在しないときでも人々は疲労し、むしろそのような人々こそが最も強く疲労すると言えるからである。
Πλὴν εἴ τις * ἐν τούτοις τοῖς μέρεσι λέγοι τὴν σύντηξιν ὑπάρχειν·
ただし、これらの部分に融解物が存在すると誰かが主張しない限りは。
ἐπεὶ ὅταν γε ἁπλῶς ὑγρότητος ἐπιρροὴ γένηταί τις οὐ πάντως κόπος ὥσπερ τοῖς ὑδρωπιῶσι τοῖς ἐπὶ καθέδρας ὧν τὰ γόνατα καὶ οἱ πόδες οἰδοῦσιν.
なぜなら、単にある湿気の流入が生じるだけのとき、常に疲労が生じるわけではないからである。 それは例えば、座っている水腫患者において、膝や足が腫れるようなものである。
Οὐδὲ γὰρ ὅλως ὅταν ὑγρανθῇ καὶ βαρυνθῇ τὸ σῶμα·
また、一般的に体が湿気を帯びて重くなるときに常に疲労が生じるわけでもない。
σχεδὸν γὰρ πᾶσι τοῦτο συμβαίνει ἐν τοῖς νοτίοις.
なぜなら、南風の吹く時にはほとんどすべての人にこのようなことが生じるからである。