Humanitext Reader

泰奥弗拉斯托斯 · 论天气征兆 §3.38-3.43

依天象与动物行为预示的冬寒征兆

第 6 段,共 8 段 · 希腊语

内容简介

本段结合天象变化、大气状况以及鸟类、哺乳动物等多种动物的行为,详细阐述了预示冬季来临、寒潮及降雪的各种征兆。

§3.38Χειμῶνος δὲ τάδε.
冬天的征兆如下。
Ἥλιος δυόμενος εἰς μὴ καθαρόν.
太阳落入不晴朗的天空中。
Καὶ ὡς ἂν μερισθῇ δυόμενος οὕτως αἱ ἡμέραι ἐπιτελοῦνται.
太阳落山时被分割成怎样的比例,日子也就怎样度过。
Οἷον εἰ τὸ τρίτον μέρος ἀπολειφθείη ἢ τὸ ἥμισυ.
例如,如果留下了三分之一或二分之一。
Τὸ σελήνιον ἐὰν ὀρθὸν ᾖ μέχρι τετράδος καὶ εἰ εὔκυκλον χειμάσει μέχρι διχοτόμου·
如果新月到第四天都是直立的,并且如果它圆润,那么到半月为止都会有寒冬。
γέρανοι ἐὰν πρωῒ πέτωνται καὶ ἀθρόοι πρωῒ χειμάσει, ἐὰν δὲ ὀψὲ καὶ πολὺν χρόνον ὀψὲ χειμάσει.
如果鹤群飞得早且成群结队,就会有早冬;如果飞得晚且持续很长时间,就会有晚冬。
Καὶ ἐὰν ὑποστραφῶσι πετόμενοι χειμῶνα σημαίνουσι.
如果它们在飞翔时折返回来,预示着冬天。
§3.39Χῆνες βοῶντες μᾶλλον ἢ περὶ σῖτον μαχόμενοι χειμέριον.
鹅比平时叫得更厉害,或者为了食物而争斗,预示着寒冬。
Σπίνος στρουθὸς σπίζων ἕωθεν χειμέριον.
燕雀自黎明起啼叫,预示着寒冬。
Ὄρχιλος εἰσιὼν καὶ εἰσδυόμενος εἰς ὀπὰς χειμῶνα σημαίνοσι καὶ ἐριθεὺς ὡσαύτως.
鹪鹩进入屋内并钻进洞穴中预示着冬天,知更鸟也是如此。
Κορώνη ἐὰν ταχὺ δὶς κρώζῃ καὶ τρίτον χειμερίᾳ.
如果乌鸦快速叫了两次,接着叫了第三次,预示着寒冬。
Καὶ κορώνη καὶ κόραξ καὶ κολοιὸς ὀψὲ ιἄδοντες χειμέριοι.
乌鸦、渡鸦和寒鸦在傍晚啼叫,预示着寒冬。
Στρουθὸς ἐὰν λευκὸς ἢ χελιδὼν ἢ ἄλλο τι τῶν μὴ εἰωθότων λευκῶν χειμῶνα μέγαν σημαίνουσιν, ὥσπερ καὶ μέλανες ἐὰν πολλοὶ φανῶσιν ὕδωρ.
如果麻雀是白色的,或者燕子,或者其他通常不白的东西是白色的,预示着大冬,正如如果出现许多黑色的鸟,预示着雨水。
§3.40Καὶ ἐὰν ἐκ πελάγους ὄρνιθες φεύγωσι χειμῶνα σημαίνουσι.
如果鸟类从外海逃离,预示着冬天。
Καὶ σπίνος ἐν οἰκίᾳ οἰκουμένῃ φθεγγόμενος χειμέριον.
燕雀在有人居住的房子里啼叫,预示着寒冬。
Ὅσα ὕδωρ σημαίνει χειμῶνα ἄγει, ἐὰν μὴ ὕδωρ χιόνα καὶ χειμῶνα.
所有预示雨水的征兆都会带来冬天;如果不带来雨水,就会带来雪和冬天。
Κόραξ φωνὰς πολλὰς μεταβάλλων χειμῶνος χειμέριον.
渡鸦在冬天多次改变其啼鸣声,预示着寒冬。
οἰοιοῖ ἐκ τοῦ νότου πετόμενοι καὶ τευθίδες χειμέριαι.
从南方飞来的奥奥鸟以及枪乌贼,预示着寒冬。
Φωνὴ ἐν λιμένι ἀποψοφοῦσα καὶ πολύπλοκον ἠχοῦσα χειμέριον.
港口中回响并复杂地产生共鸣的声音预示着寒冬。
Καὶ οἱ πνεύμονες οἱ θαλάττιοι ἐὰν πολλοὶ φαίνωνται ἐν τῷ πελάγει χειμερινοῦ ἔτους σημεῖον.
如果在外海中出现许多海肺(水母),这是多风雪之年的征兆。
Πρόβατα ἐὰν πρωῒ ὀχεύηται πρώϊον χειμῶνα σημαίνουσι.
如果绵羊过早交配,预示着早冬。
§3.41Μετοπώρῳ ἐὰν πρόβατα ἢ βόες ὀρύττωσι καὶ κοιμῶνται ἀθρόοι πρὸς ἀλλήλους ἔχοντες τὰς κεφαλὰς τὸν χειμῶνα χειμέριον σημαίνει.
在秋天,如果绵羊或牛挖掘地面,并把头靠在一起成群地睡觉,预示着严寒的冬天。
Ἐν δὲ τῷ Πόντῳ φασὶν ὅταν Ἀρκτοῦρος ἀνατείλῃ * θᾶττον ἐναντίους τῷ βορρᾷ νέμεσθαι.
据说在蓬托斯,当大角星升起时,它们会更迅速地背对着北风吃草。
Βόες μᾶλλον ἐσθίοντες τοῦ εἰωθότος καὶ ἐπὶ τὸ δεξιὸν κατακλινόμενοι χειμέριον.
牛吃得比平时多,且向右侧躺下,预示着寒冬。
Καὶ ὦτα κρούων ὄνος χειμέριον· καὶ μαχόμενα πρόβατα καὶ ὄρνιθες περὶ σίτου παρὰ τὸ ἔθος· πρπαρααευάζονται γάρ· καὶ μῦες τρίζοντες καὶ ὀρχούμενοι χιμέριον.
驴拍打耳朵也预示着寒冬;绵羊和鸟类反常地为了食物而争斗也是如此,因为它们在做准备;老鼠吱吱叫并跳跃也预示着寒冬。
§3.42Καὶ κύων τοῖς ποσὶν ὀρύττουσα καὶ ὀλλυγὼν ᾄδουσα μόνη ἀκρωρίας χειμέριον.
狗用爪子挖掘,以及鸺鹠在黄昏时独自啼鸣,预示着寒冬。
Γῆς ἔντερα πολλὰ φαινόμενα χειμῶνα σημαίνει.
出现许多蚯蚓预示着冬天。
Καὶ ἐὰν πῦρ μὴ θέλῃ ἅπτεσθαι χειμέριον· καὶ ἐὰν λύχνος ἅπτεσθαι μὴ ἐθέλῃ χειμῶνα σημαίνει· καὶ τέφρα πηγνυμένη νιφετόν.
如果火不容易点燃,预示着寒冬;如果灯火不容易点燃,预示着冬天;灰烬结块预示着降雪。
Λύχνος εὐδίας ἡσυχαῖος καιόμενος χειμῶνα σημαίνει· καὶ ἐὰν χειμῶνος ὄντος μύκαι μέλαιναι ἐπιγίνωνται χειμῶνα σημαίνει· καὶ ὥσπερ ἐὰν κέγχροις ποαλλοῖς κατάπλεως ᾖ χειμερίσει· καὶ ἐὰν κύκλῳ περὶ τὸ λαμπρὸν ὦσιν εὐδίας οὔσης χιονικόν.
晴天时灯火静静地燃烧预示着冬天;如果在冬天,灯芯上形成了黑色的煤结,预示着冬天;同样,如果它沾满了许多粟米般的火星,将会是寒冬;如果晴天时火焰周围有圆圈,预示着降雪。
§3.43Ἡ τοῦ ὄνου φάτνη εἰ συνίσταται καὶ ζοφερὰ γίνεται χειμῶνα σημαίνει.
如果“驴槽”凝聚且变暗,预示着冬天。
Καὶ ἐὰν ἀστραπὴ λαμπρὰ μὴ ἐν τῷ αὐτῷ μένῃ χειμέριον.
如果明亮的闪电不在同一个地方停留,预示着寒冬。
Ἐπὶ πλειάδι δυομένῃ ἐὰν λάμψῃ κατὰ Πάρνηθα καὶ Βρίληττον καὶ Ὕμηττον, ἐὰν μὲν ἅπαντα καταλάμψῃ μέγαν χειμῶνα σημαίνει, ἐὰν δὲ τὰ δύο ἐλάττω, ἐὰν δὲ Πάρνηθα μόνον εὐδιεινόν·
在昴星团下落时,如果在帕尔内斯山、布里莱托斯山和许梅托斯山方向有闪电闪烁:如果它们全部被照亮,预示着大冬;如果是其中两座,预示着较弱的冬天;如果仅仅是帕尔内斯山,预示着晴天。
καὶ ἐὰν χειμῶνος ὄντος νεφέλη μακρὰ ἐπὶ τὸν Ἕμηττον ᾖ χεμῶνος ἐπίτασιν σημαίνει.
此外,在冬天时,如果有一条长云覆盖在许梅托斯山之上,预示着冬天的加剧。
Ἄθως καὶ Ἔλυμπος καὶ ὅλως ὀρέων κορυφαὶ κατεχόμεναι ὑπὸ νεφελῶν χειμέριον.
阿索斯山、奥林匹斯山以及一般来说被云雾笼罩的山顶预示着寒冬。
Ἐὰν εὐδίας γινομένης νεφέλιον φαίνηται ἐν τῷ ἀέρι, παρατεταμένον καὶ τιλλόμενον οὔπω παύεται ὁ χειμών.
如果在天气转晴时,空中出现一条拉长且如被撕扯般的微云,冬天仍未结束。

词汇与语法注释

  1. §3.38εἰς μὴ καθαρόν — 形容词 `καθαρόν` 用作中性单数名词,表示“不晴朗的天空”或“有云的地方”。与介词 `εἰς` 连用,表示太阳落入的天空状态。
  2. §3.41ἐναντίους τῷ βορρᾷ νέμεσθαι — 宾格复数形容词 `ἐναντίους` 作为不定式 `νέμεσθαι`(吃草)的隐含主语(动物)的谓语性状语。`τῷ βορρᾷ` 是由 `ἐναντίους` 支配的与格,意为“迎着北风”或“背对着北风”。
  3. §3.42γῆς ἔντερα — 字面意思是“大地的内脏”,是古希腊语中指代“蚯蚓”的惯用表达。它们大量出现在地面被认为是天气恶化或冬季来临的征兆。

引用这一段

泰奥弗拉斯托斯, 论天气征兆 §3.38-3.43. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg010x03.humanitext-grc1:3.38-3.43

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。