§1.1Σημεῖα ὑδάτων καὶ πνευμάτων καὶ χειμώνων καὶ εὐδιῶν ὧδε ἐγράψαμεν καθʼ ὅσον ἦν ἐφικτὸν, ἃ μὲν αὐτοὶ προσκοπήσαντες ἃ δὲ παρʼ ἑτέρων οὐκ ἀδοκίμων λαβόντες.
关于雨水、风、风暴和晴天的征兆,我们在此尽最大可能作了记录,有些是基于我们自己的观察,有些则是从可靠的他人那里获得的。
Τὰ μὲν οὖν ἐπὶ τοῖς ἄστροις δυομένοις καὶ ἀνατέλλουσιν ἐκ τῶν ἀστρονομικῶν δεῖ λαμβάνειν.
至于取决于星辰没入和升起的事情,应当从天文学著作中获取。
§1.2Εἰσὶ δὲ δύσεις διτταί· οἵ τε γὰρ ἀφαυ νισμοὶ δύσεις εἰσί· τοῦτο δέ ἐστιν ὅταν ἅμα συνδύνῃ τῷ ἡλίῳ τὸ ἄστρον, καὶ ὅταν ἀνατέλλοντος δύνῃ.
没入有两种:隐没也是一种没入,这发生在星辰与太阳同时没入时,以及当太阳升起而星辰没入时。
Ὁμοίως δὲ καὶ ἀνατολαὶ διτταὶ, αἱ μὲν ἑῷοι ὅταν προανατέλλῃ τοῦ ἡλίου τὸ ἄστρον, αἱ δʼ ἀκρόνυχοι ὅταν ἅμα δυομένῳ ἀνατέλλῃ.
同样地,升起也有两种:朝晨的升起是指星辰在太阳之前升起,而黄昏的升起是指当太阳没入的同时星辰升起。
Αἱ μὲν οὖν τοῦ ἀρκτούρου λεγόμεναι ἀνατολαὶ ἀμφοτέρως συμβαίνουσιν· ἡ μὲν γὰρ τοῦ χειμῶνος ἀκρόνυχός ἐστιν, ἡ δὲ μετωπορινὴ ἑῴα.
大角星的所谓升起在两种情况下都会发生:冬季的升起是黄昏的,而秋季的升起是朝晨的。
Τῶν δʼ ἄλλων αἱ πλεῖσται τῶν ὀνομαζομένων ἑῷαι οἷον Πλειάδος καὶ Ὠρίωνος καὶ κυνός.
在其他有名的星辰中,大多数的升起都是朝晨的,例如昴星团、猎户座和天狼星。
§1.3Τῶν δὲ λοιπῶν σημείων ἔνια μὲν ἴδια κατὰ πάσας χώρας ἐστὶν ἐν ὅσαις ὄρη ὑψηλὰ καὶ αὐλῶνές εἰσι, μάλιστα δὲ ὅσα πρὸς θάλασσαν καθήκει τῶν ὑψηλῶν·
在其余的征兆中,有些是所有拥有高山和深谷的地区所特有的,尤其是那些高山延伸至海边的地方。
τῶν τε γὰρ πνευμάτων ἀρχομένων τὰ νέφη προσπίπτει πρὸς τοὺς τοιούτους τόπους καὶ μεθισταμένων εἰς τοὐναντίον ἀντιμεθίστανται καὶ ὑγρότερα γινόμενα διὰ βάρος εἰς τὰ κοῖλα συγκαθίζει.
因为当风开始吹拂时,云彩会冲向这些地方;而当风向相反方向转变时,云彩也反向移动,并因富含水分变得沉重而下沉到低洼处。
Διὸ δεῖ προσέχειν οὗ ἄν τις ἱδρυμένος ᾖ.
因此,必须注意自己所居住的地方。
Ἔστι γὰρ ἀεί τινα λαβεῖν τοιοῦτον γνώμονα καὶ ἔστι σαφέστατα σημεῖα τὰ ἀπὸ τούτων.
因为总能找到某种这样的指标,而从这些指标中得到的征兆是最清晰不过的。
§1.4Διὸ καὶ ἀγαθοὶ γεγένηνται κατὰ τόπους τινὰς ἀστρονόμοι ἔνιοι οἷον Ματρικέτας ἐν Μηθύμνῃ ἀπὸ τοῦ Λεπετύμνου, καὶ Κλεόστρατος ἐν Τενέδῳ ἀπὸ τῆς Ἴδης, καὶ Φαεινὸς Ἀθήνῃσιν ἀπὸ τοῦ Λυκαβηττοῦ τὰ περὶ τὰς τροπὰς συνεῖδε, παρʼ οὗ Μέτων ἀκούσας τὸν τοῦ ἑνὸς δέοντα εἴκοσιν ἐνιαυτὸν συνέταξεν.
因此,在某些地方也出现了优秀的天文学家,例如美索姆纳的马特里凯塔斯从莱佩蒂姆诺斯山,特内多斯的克莱奥斯特拉托斯从伊达山,以及雅典的法埃诺斯从吕卡维多斯山观察了有关至点的事物,梅顿向他学习后,制定了十九年周期。
Ἦν δὲ ὁ μὲν Φαεινὸς μέτοικος Ἀθήνησιν ὁ δὲ Μέτων Ἀθηεναῖος.
法埃诺斯是雅典的居留外侨,而梅顿是雅典人。
Καὶ ἄλλοι δὲ τὸν τρόπον τοῦτον ἠστρολόγησαν.
其他人也以这种方式进行天文观测。
§1.5Ἄλλα δέ ἐστι σημεῖα ἃ λαμβάνεται ἀπό τε ζώων τῶν κατʼ οἰκίαν καὶ ἑτέρων τινῶν τόπων καὶ παθημάτων, μάλιστα δὲ κυριώτατα ἀπὸ τοῦ ἡλίου καὶ τῆς σελήνης·
还有其他一些征兆,是从家畜以及某些其他地方和状态中获取的,但其中最权威的莫过于来自太阳和月亮。
ἡ γὰρ σελήνη νυκτὸς οἷον ἥλιός ἐστι· διὸ καὶ αἱ σύνοδοι τῶν μηνῶν χειμέριοί εἰσιν ὅτι ἀπολείπει τὸ φῶς τῆς σελήνης ἀπὸ τετράδος φθίνοντος μέχρι τετράδος ἱσταγͅ μένου.
因为月亮就像是夜晚的太阳;因此,每月的交合期通常多风暴,因为月亮的光芒在亏月的第四天到新月的第四天之间消失。
Ὥσπερ οὖν ἡλίου ἀπόλειψις γίνεται κατὰ τὸν ὅμοιον τρόπον καὶ τῆς σελήνης ἔκλειψις.
正如太阳的光芒会消失一样,月亮的亏损也以类似的方式发生。
§1.6Δεῖ οὖν προσέχειν μάλιστα ταῖς ἀνατολαῖς ταῖς τούτων καὶ ταῖς δύσεσιν ὁποίας ἂν ποιῶνται τὸν βουλόμενον προγινώσκειν.
因此,想要预知的人,必须最密切地关注这些天体的升起和没入,看它们是以何种形式发生的。
Πρῶτον μὲν οὖν ληπτέον ὅτι αἱ διχοτομίαι διορίζουσι τὰς ὥρας ὥστε ἐπὶ τούτων δεῖ ἀθρεῖν καὶ ἐνιαυτὸν καὶ μῆνα καὶ ἡμέραν.
首先,应当明白二分法规定了季节,因此必须根据这些来观察年、月和日。
Διχοτομεῖ δὲ τὸν μὲν ἐνιαυτὸν Πλείας τε δυομένη καὶ ἀνατέλλουσα· ἀπὸ γὰρ δύσεως μέχρι ἀνατολῆς τὸ ἥμισυ τοῦ ἐνιαυτοῦ ἐστίν.
二分一年的,是昴星团的没入和升起;因为从没入到升起是一年的一半。
Ὥστε δίχα τέμνεται ὁ πᾶς χρόνος.
因此,整个时间被一分为二。
§1.7Ὁμοίως δὲ καὶ αἱ τροπαὶ καὶ ἰσημερίαι ποιοῦσιν.
同样地,至点和分点也起到了这样的作用。
Οἵα τις ἂν οὖν ᾖ κατάστασις τοῦ ἀέρος Πλειάδος δυομένης οὕτω ἔχει ὡς ἐπὶ τὸ πολὺ μέχρι τροπῶν, κἂν μεταβάλλῃ, μετὰ κἀκεῖθεν ὡσαύτως μέχρι Πλειάδος, καὶ ἀπὸ ταύτης μέχρι τροπῶν θερινῶν, καὶ ἐντεῦθεν μέχρι ἰσημερίας, καὶ ἀπὸ ἰσημερίας μέχρι Πλειάδας δύσεως.
因此,当昴星团没入时,无论空气的状态如何,在大多数情况下都会维持到至点,即使发生变化,在此之后也同样会维持到昴星团,并从此时维持到夏至,再从夏至维持到分点,又从分点维持到昴星团的没入。
§1.8Ὡς δʼ αὕτως ἔχει καὶ περὶ τὸν μῆνα ἕκαστον· διχοτομοῦσι γὰρ αἵ τε πανσέληνοι καὶ αἱ ὀγδόαι καὶ αἱ τετράδες, ὥστε ἀπὸ νουμηνίας ὡς ἀπʼ ἀρχῆς δεῖ σκοπεῖν.
对于每一个月也是同样的情况;因为满月、第八天和第四天分割了月,所以必须以新月为起点进行观察。
Πταβάλλει γὰρ ὡς ἐπὶ τὸ πολὺ ἐν τῇ τετράδι, ἐὰν δὲ μὴ ἐν τῇ ὀγδόη, εἰ δὲ μὴ πανσελήνῳ· ἀπὸ δὲ πανσελήνου εἰς ὀγδόην φθίνοντος, καὶ ἀπὸ ταύτης εἰς τετράδα, ἀπὸ δὲ τετράδος εἰς τὴν νουμηνίαν.
因为天气通常在第四天发生变化,如果不在第四天,就在第八天,再不然就在满月;而从满月到亏月的第八天,从第八天到第四天,再从第四天到新月。