Humanitext Reader

泰奥弗拉斯托斯 · 形而上学 §1-7

第一原理与自然的结合及运动之因

第 1 段,共 7 段 · 希腊语

内容简介

探讨了第一原理(可理知事物)与自然界(可感觉事物)之间的联系,将第一原理设为通过欲求引起运动的原因,并提出了关于天体运动的多样性及其和谐性的难题。

§1Πῶς ἀφορίσαι δεῖ καὶ ποίοις τὴν ὑπὲρ τῶν πρώτων θεωρίαν;
应当如何以及通过何种原理来界定关于第一事物的观照?
ἡ γὰρ δὴ τῆς φύσεως πολυχουστέρα, καὶ ὥς γε δή τινές φασι ἀτακτοτέρα μεταβολὰς ἔχουσα παντοίας· ἡ δὲ τῶν πρώτων ὡρισμένη καὶ ἀεὶ κατὰ ταὐτά.
因为关于自然界的观照更为多样,且如某些人所说,因具有万般变化而更为无序;而关于第一事物的观照则是确定的,且始终保持同一状态。
διὸ δὴ καὶ ἐν νοητοῖς, οὐκ αἰσθητοῖς, αὐτὴν τιθέασιν ὡς ἀκινήτοις καὶ ἀμεταβλήτοις.
因此,人们将它置于可理知的事物之中,而非可感觉的事物之中,视其为不动且不变的。
καὶ τὸ ὅλον δὲ σεμνοτέραν καὶ μείζω νομίζουσιν αὐτήν.
且总体而言,他们认为它更为崇高和伟大。
§2ἀρχὴ δὲ ποτέρα συναφή τις καὶ οἷον κοινωνία πρὸς ἄλληλα τοῖς τε νοητοῖς καὶ τοῖς τῆς φύσεως, ἢ οὐδεμία, ἀλλ᾽ ὥσπερ ἑκάτερα κεχωρισμένα συνεργοῦντα δέ πως εἰς τὴν πᾶσαν οὐσίαν.
然而,作为起点的问题是:在可理知事物与自然事物之间,是否存在某种联系以及某种相互的结合,还是完全没有,而是彼此分离,却又以某种方式共同作用于整个存在?
εὐλογώτερον οὖν εἶναί τινα συναφὴν καὶ μὴ ἐπεισοδιῶδες τὸ πᾶν, ἀλλ᾽ οἷον τὰ μὲν πρότερα τὰ δὲ ὕστερα, καὶ ἀρχὰς τὰ δ᾽ ὑπὸ τὰς ἀρχὰς, ὥσπερ καὶ τὰ ἀΐδια τῶν φθαρτῶν.
因此,更合理的看法是存在某种联系,且宇宙并非不相连贯的片段,而是有先有后,有些是原理,有些则隶属于原理,正如永恒事物之于可毁灭事物一样。
εἰ δ᾽ οὖν οὕτω, τίς ἡ φύσις αὐτῶν καὶ ἐν ποίοις;
如果真是如此,那么它们の本性是什么,又存在于何种事物之中?
§3εἰ μὲν γὰρ ἐν τοῖς μαθηματικοῖς μόνοις τὰ νοητὰ καθάπερ τινές φασιν, οὔτ᾽ ἄγαν εὔσημος ἡ συναφὴ τοῖς αἰσθητοῖς, οὔθ᾽ ὅλως ἀξιοχρέα φαίνεται παντός· οἷον γὰρ μεμηχανημένα δοκεῖ δι᾽ ἡμῶν εἶναι σχήματά τε καὶ μορφὰς καὶ λόγους περιτιθέντων, αὐτὰ δὲ δι᾽ αὐτῶν οὐδεμίαν ἔχειν φύσιν.
因为,如果像某些人所说,可理知事物仅限于数学对象,那么它与可感觉事物的联系就不是很明显,也似乎完全不足以解释全体事物;因为它们似乎是通过我们而构造出来的,由我们赋予它们形状、形态和比例,而它们自身却没有任何本性。
εἰ δὲ μὴ οὐχ ὥστε συνάπτειν τοῖς τῆς φύσεως ὥστ᾽ ἐμποιῆσαι καθάπερ ζωὴν καὶ κίνησιν αὐτοῖς.
即使不是这样,它们也无法与自然事物相结合,从而在其中产生如生命和运动般的东西。
οὐδὲ γὰρ αὐτὸς ὁ ἀριθμὸς ὅνπερ δὴ πρῶτον καὶ κυριώτατόν τινες τιθέασιν.
因为即使是某些人置于首位和最主导地位的数本身,也无法做到这一点。
§4εἰ δὲ ἑτέρα τις οὐσία προτέρα καὶ κρείττων ἐστὶ ταύτην πειρατέον λέγειν, πότερον μία τις κατ᾽ ἀριθμὸν ἢ κατʼ εἶδος ἢ κατὰ γένος.
如果存在某种其他、更先在且更优越的实体,我们必须试图加以说明,指出它是在数量上合一,还是在形式上合一,抑或是在科属上合一。
εὐλογώτερον δ᾽ οὖν ἀρχῆς φύσιν ἔχουσαν ἐν ὀλίγοις εἶναι καὶ περιττοῖς εἰ μὴ ἄρα καὶ πρώτοις καὶ ἐν τῷ πρώτῳ.
无论如何,更合理的看法是,具有原理性质的事物存在于少数且特殊的事物中,若非确实存在于首要事物以及“第一者”之中。
τίς δʼ οὖν αὕτη καὶ τίνες, εἰ πλείους, πειρατέον ἐμφαίνειν ἁμωσγέπως εἴτε κατ᾽ ἀναλογίαν εἴτε κατʼ ἄλλην ὁμοίωσιν.
无论如何,我们必须试图通过类比或其他的相似性,以某种方式表明这究竟是什么,以及如果有多者,它们又是什么。
ἀνάγκη δʼ ἴσως δυνάμει τινὶ καὶ ὑπεροχῇ τῶν ἄλλων λαμβάνειν ὥσπερ ἂν εἰ τὸν θεόν· θεία γὰρ ἡ πάντων ἀρχὴ διʼ ἧς ἅπαντα καὶ ἔστι καὶ διαμένει.
也许我们必须通过对其他事物的某种力量和超越性来把握它,就如同把握神一样;因为万物的原理是神圣的,通过它,万物得以存在并持续。
τάχα μὲν οὖν ῥᾴδιον τὸ οὕτως ἀποδοῦναι, χαλεπὸν δὲ σαφεστέρως ἢ πειστικωτέρως.
如此规定或许容易,但要说得更清晰、更有说服力却很困难。
§5τοιαύτης δʼ οὔσης τῆς ἀρχῆς ἐπείπερ συνάπτει τοῖς αἰσθητοῖς ἡ δὲ φύσις ὡς ἁπλῶς εἰπεῖν ἐν κινήσει καὶ τοῦτʼ αὐτῆς τὸ ἴδιον, δῆλον ὡς αἰτίαν θετέον ταύτην τῆς κινήσεως·
既然原理具有此种性质,因为它与可感觉事物相联系,而自然界简而言之处于运动之中,且这是其固有属性,那么显然必须将这一原理设为运动的原因。
ἐπεὶ δʼ ἀκίνητος καθʼ αὐτὴν φανερὸν ὡς οὐκ ἂν εἴη τῷ κινεῖσθαι τοῖς τῆς φύσεως αἰτία ἀλλὰ λοιπὸν ἄλλῃ τινὶ δυνάμει κρείττονι καὶ προτέρᾳ·
但既然它自身是不动的,显然它无法通过自身的运动而成为自然事物运动的原因,而只能是通过某种其他的、更优越且更先在的力量。
τοιαύτη δʼ ἡ τοῦ ὀρεκτοῦ φύσις, ἀφʼ ἧς ἡ κυκλικὴ ἡ συνεχὴς καὶ ἄπαυστος.
而这种力量具有渴求对象(被追求者)的性质,圆周的、连续的、永不停止的运动正是由此产生的。
ὥστε κατ᾽ ἐκεῖνο λύοιτο ἂν τὸ μὴ εἶναι κινήσεως ἀρχὴν ἢ εἰ κινούμενον κινήσει.
因此,在那一方面,就可以解决“不存在运动原理”或者“如果存在,它必须通过另一种运动而运动”的问题。
§6μέχρι μὲν δὴ τούτων οἷον ἄρτιος ὁ λόγος ἀρχήν τε ποιῶν μίαν πάντων καὶ τὴν ἐνέργειαν καὶ τὴν οὐσίαν αποδιδούς, ἔτι δὲ μὴ διαιρετὸν μηδὲ ποσόν τι λέγων ἀλλ᾽ ἁπλῶς ἐξαίρων εἰς κρείττω τινὰ μερίδα καὶ θειοτέραν οὕτω γὰρ μᾶλλον ἀποδοτέον ἢ τὸ διαιρετὸν καὶ μεριστὸν ἀραιρετέον·
那么,到此为止,论证可以说非常完备,它将万物的原理合而为一,赋予它活动和实体,并且不称其为可分的或具有某种数量的,而是简单地将其提升到更优越、更神圣的领域。 因为以这种方式赋予它属性,要比移除其可分和有部分之属性更为恰当。
ἅμα γὰρ ἐν ὑψηλοτέρῳ τε καὶ ἀληθινωτέρῳ λόγῳ τοῖς λέγουσιν ἡ ἀπόφασις.
因为与此同时,对于用更高、更真的言说来论述的人们来说,否定(的形式)更为相宜。
§7τὸ δὲ μετὰ ταῦτ᾽ ἤδη λόγου δεῖται πλείονος περὶ τῆς ἐφέσεως, ποία καὶ τίνων.
然而,接下来的步骤已经需要对这种欲求进行更多的讨论,即它是何种欲求以及关于何事物的欲求。
ἐπειδὴ πλείω τὰ κυκλικὰ καὶ αἱ φοραὶ τρόπον τινὰ ὑπεναντίαι, καὶ τὸ ἀνήνυτον καὶ οὗ χάριν ἀφανές.
因为做圆周运动的事物有多个,且它们的运行在某种程度上相互相反,其无休止性以及它们运动的目的大多是不明朗的。
εἴτε γὰρ ἓν τὸ κινοῦν, ἄτοπον τὸ μὴ πάντα τὴν αὐτήν· εἴτε καθ᾽ ἕκαστον ἕτερον αἵ τ᾽ ἀρχαὶ πλείους ὥστε τὸ σύμφωνον αὐτῶν εἰς ὄρεξιν ἰόνκ τῶν τὴν ἀρίστην οὐδαμῶς φανερόν.
因为如果动作者是一个,那么并非所有事物都作相同的运动,这就是荒谬的;另一方面,如果每一个都有不同的动作者,且原理不只一个,那么当它们趋向于对那最善之物的欲求时,它们之间的和谐是一点也不明显的。

词汇与语法注释

  1. §1ἡ γὰρ δὴ τῆς φύσεως — 承接前句中的 τὴν ὑπὲρ τῶν πρώτων θεωρίαν(关于第一事物的观照),在 τῆς φύσεως(自然的)之后省略了名词 θεωρία(观照)。以此确立了关于第一事物的观照与关于自然的观照之间的明确对比。
  2. §3εἰ δὲ μὴ οὐχ ὥστε — εἰ δὲ μὴ 是一个省略的条件从句,意为“但如果不是这样(即不限于数学对象)”。紧接着的 οὐχ ὥστε 引导一个表示结果或特性的 ὥστε 从句,指出它们并不具有能够与自然事物相结合并产生生命和运动的性质。
  3. §4εὐλογώτερον δ᾽ οὖν ἀρχῆς φύσιν ἔχουσαν ἐν ὀλίγοις εἶναι καὶ περιττοῖς — ἔχουσαν 是阴性单数宾格分词,用作不定式 εἶναι 的宾格主语,构成“具有原理性质的事物”这一意义结构。
  4. §5ὥστε κατ᾽ ἐκεῖνο λύοιτο ἂν τὸ μὴ εἶναι κινήσεως ἀρχὴν ἢ εἰ κινούμενον κινήσει. — 冠词修饰的不定式从句 τὸ μὴ εἶναι κινήσεως ἀρχὴν(不存在运动原理)和条件从句 ἢ εἰ κινούμενον κινήσει(或者如果它是运动的,则必须通过另一种运动来运动)均用作主句动词 λύοιτο ἂν(可以被解决)的同格主语从句。

引用这一段

泰奥弗拉斯托斯, 形而上学 §1-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg006.humanitext-grc1:1-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。