§31εἰ δὲ μὴ τοῦθ᾽ ἕνεκά του, καὶ εἰς τὸ ἄριστον ληπτέον τινὰς ὅρους καὶ οὐκ ἐπὶ πάντων ἁπλῶς θετέον·
但是,如果这不是为了什么目的,那么对于最善,我们也必须把握某种界限,而不能一律地将其设定在所有事物上。
ἐπεὶ καὶ τὰ τοιάδε ἔχει τινὰ διστασμὸν καὶ ἁπλῶς λέγομεν ἃ καὶ καθ᾽ ἕκαστον.
因为这类事情包含着某种疑虑,我们既一律地谈论它们,也针对具体的事物谈论。
ἁπλῶς μὲν ὅτι τὴν φύσιν ἐν ἅπασιν ὀρέγεσθαι τοῦ ἀρίστου καὶ ἐφ᾽ ὧν ἐνδέχεται μεταδιδόναι τοῦ ἀεὶ καὶ τοῦ τεταγμένου· ὡς δ᾽ αὕτως καὶ ἐπὶ τῶν ζώων ὁμοίως·
就一律地谈论而言,我们说自然在一切事物中都追求最善,并在可能的地方,赋予它们永恒与秩序;同样地,在动物身上也是如此。
ὅπου γὰρ οἷόν τε τὸ βέλτιον ἐνταῦθα οὐδαμοῦ παραλείπει, οἷον τὸ ἔμπροσθεν τὴν φάρυγγα τοῦ οἰσοφάγου, τιμιώτερον γὰρ, καὶ ἐν τῇ μέσῃ κοιλίᾳ τῆς καρδίας τὴν κρᾶσιν ἀρίστην, ὅτι τὸ μέσον τιμιώτατον.
因为在可能实现更好的地方,自然绝不会有所遗漏,例如将咽头置于食道的前方(因为咽头更尊贵),以及使心室中部的调和达到最善(因为中部最尊贵)。
§32ὡσαύτως δὲ καὶ ὅσα κόσμου χάριν εἰ γὰρ καὶ ἡ ὄρεξις οὕτως·
同样,对于为了宇宙秩序而存在的一切事物也是如此。
ἀλλ᾽ ἐκεῖνό γ᾽ ἐμφαίνει διότι πολὺ τὸ οὐχ ὑπακοῦον οὐδὲ δεχόμενον τὸ εὖ, μᾶλλον δὲ πολλῷ πλεῖον·
因为即使追求确实是这样,但至少那一点表明:不服从、不接受善的事物有很多,或者说实际上要多得多。
ὀλίγον γάρ τι τὸ ἔμψυχον ἄπειρον δὲ τὸ ἄψυχον· καὶ αὐτῶν τῶν ἐμψύχων ἀκαριαῖον· καὶ βέλτιον τὸ εἶναι·
因为有生命之物只是极少数,而无生命之物则是无限的;且在有生命之物自身中,最善者也只是极微小的部分;尽管存在比不存在更好。
τὸ δ᾽ ὅλον σπάνιόν τε καὶ ἐν ὀλίγοις τὸ ἀγαθὸν πολὺ δὲ πλῆθος τὸ κακόν.
但就整体而言,善是稀有的,只存在于少数事物中,而恶则是极大的多数。
οὐκ εἰ ἀοριστία δὲ μόνον καὶ οἷον ὕλης εἴδη καθάπερ τὰ τῆς φύσεως ἀμαθεστάτου.
而且,这不仅是因为存在着无限定性,以及属于极愚昧自然的质料的种种形式。
εἰ γὰρ καὶ οἱ περὶ τῆς ὅλης οὐσίας λέγοντες ὥσπερ Σπεύσιππος σπάνιόν τι τὸ τίμιον ποιεῖ τὸ περὶ τὴν τού μέσου χώραν· τὰ δ᾽ ἄκρα καὶ ἑκατέρωθεν.
因为即使是像斯佩乌西波那样谈论整体实体的人,也把尊贵之物看作稀有的东西,将其置于中间的区域,而两端和两侧则不然。
τὰ μὲν οὖν ὄντα καλῶς ἔτυχεν ὄντα.
因此,存在的事物不过是偶然得以良好地存在而已。
§33Πλάτων δὲ καὶ οἱ Πυθαγόρειοι μακρὰν τὴν ἀπόστασιν ἐπιμιμεῖσθαί γε θέλειν ἅπαντα· καίτοι καθάπερ ἀντίθεσίν τινα ποιοῦσι τῆς ἀορίστου δυάδος καὶ τοῦ ἑνός· ἐν ᾗ καὶ τὸ ἄπειρον καὶ τὸ ἄτακτον καὶ πᾶσα ὡς εἰπεῖν ἀμορφία καθ᾽ αὑτήν.
但是,柏拉图和毕达哥拉斯学派认为,尽管距离遥远,万物至少都渴望效仿一;尽管他们在一和无限定的二者之间制造了某种对立;在无限定的二者之中,无限、无秩序以及可以说一切无形性本身都存在着。
ὅλως δὲ οὐχ οἷόν τε ἄνευ ταύτης τὴν τοῦ ὅλου φύσιν, ἀλλ᾽ οἷον ἰσομοιρεῖν ἢ καὶ ὑπερέχειν τὰς ἑτέρας ἢ καὶ τὰς ἀρχὰς ἐναντίας.
但总的来说,若没有这无限定的二者,整体的自然就不可能存在,相反,这倒像是其他部分占有同等份额,甚至占据优势,或者说那些原理是对立的。
διὸ καὶ οὐδὲ τὸν θεὸν, ὅσοι τῷ θεῷ τὴν αἰτίαν ἀνάπτουσι, δύνασθαι πάντ᾽ εἰς τὸ ἄριστον ἄγειν, ἀλλ᾽ εἴπερ ἐφ᾽ ὅσον ἐνδέχεται·
因此,即使是那些将原因归于神的人,神也不能将一切都带向最善,而只能在可能的范围内尽力而为。
τάχα δ᾽ οὐδ᾽ ἂν προέλοιτ᾽ εἰπερ ἀναιρεῖσθαι συμβήσεται τὴν ὅλην οὐσίαν ἐξ ἐναντίων γε καὶ ἐν ἐναντίοις οὖσαν.
甚至,如果整体的实体确实是由对立面构成且存在于对立面之中,一旦使其消失就会导致整体实体的灭亡,那么神也许根本不会做出这样的选择。
§34φαίνεται δὲ καὶ ἐν τοῖς πρώτοις ἐπιθεωρούμενα πολλὰ καὶ ὡς ἔτυχεν οἷον τὰ περὶ τὰς τῆς γῆς λεχθέντα μεταβολάς· οὔτε γὰρ τὸ βέλτιον οὔτε τὸ τίνος χάριν ἀλλ᾽ εἴπερ ἀνάγκῃ τινὶ κατακολουθεῖν· πολλὰ δὲ καὶ ἐν τῷ ἀέρι τοιαῦτα καὶ ἐν ἄλλοις.
但是,在被视为第一原理的事物中,也可以观察到许多偶然发生的事情,例如关于大地变化的那些讨论;因为在那里既没有最善,也没有为了什么目的,相反,若说有的话,也只是服从某种必然性;而且在空气中和在其他事物中,也有许多这样的情况。
μάλιστα δ᾽ ἂν δόξειεν ἔχειν τὴν τάξιν τῶν μὲν αἰσθητῶν τὰ οὐράνια τῶν δ᾽ ἄλλων εἰ μὴ ἄρα καὶ πρότερα τούτων τὰ μαθηματικά· εἰ γὰρ καὶ μὴ πᾶν ἀλλ᾽ ἐν τούτοις πλέον τὸ τεταγμένον· πλὴν εἴ τις τοιαύτας λαμβάνοι τὰς μορφὰς οἵας Δημόκριτος ὑποτίθεται τῶν ἀτόμων.
在可感事物中,天体似乎最具有秩序,而在其他事物中,除非数学对象确实比它们更在先;因为即使不是全部,但在这些事物中,有序者更为多见;除非有人在其中假定了德谟克利特对原子所设想的那种形状。
ἀλλὰ δὴ τούτων μὲν πέρι σκεπτέον.
不过对于这些,我们必须予以考察。
ὃ δ᾽ ἐξ ἀρχῆς ἐλέχθη πειρατέον τινὰ λαμνβάνειν ὅρον καὶ ἐν τῇ φύσει καὶ ἐν τῇ τοῦ σύμιπαντος οὐσίᾳ καὶ τοῦ ἕνεκά του καὶ τῆς εἰς τὸ βέλτιον ὁρμῆς.
而正如一开始所说,我们必须努力在自然中以及在整体的实体中,为“为了什么目的”和“朝向最善的冲动”寻找某种界限。
αὕτη γὰρ ἀρχὴ τῆς τοῦ σύμπαντος θεωρίας, ἐν τίσι τὰ ὄντα καὶ πῶς ἔχει πρὸς ἄλληλα
因为这正是对整体进行考察的原理,即存在物存在于什么之中,以及它们彼此如何关联。