Humanitext Reader

泰奥弗拉斯托斯 · 论石 §2.8#2

人工矿物与颜料的制法及性质

第 7 段,共 8 段 · 希腊语

内容简介

本段讨论了多种人工矿物与颜料(蓝铜矿、铅白、绿青、辰砂和水银)的制备方法,阐明了技术在模仿自然的同时,也为实用和装饰创造出独特的物质。

§2.8#2μαρτυρεῖ δʼ ἡ γένεσις αὐτή·
这种制法本身就提供了证明。
δόξειε γὰρ ἄν ὑπὸ πυρὸς ἅπαντα ταῦτα μεταβαλεῖν, εἴπερ ὁμοίαν ἢ παραπλησίαν δεῖ τὴν ἐνταῦθα τῇ φυσικῇ νομίζειν.
因为,如果必须将这里的技术制法视为与自然生成相似或接近,那么所有这些似乎都是在火的作用下发生变化的。
ἔστι δὲ, ὥσπερ καὶ μίλτος ἡ μὲν αὐτόματος ἡ δὲ τεχνικὴ, καὶ κύανος ὁ μὲν αὐτοφυὴς ὁ δὲ σκευαστὸς ὥσπερ ἐν Αἰγύπτῳ.
此外,正如红土有自生的也有人工的一样,蓝铜矿也有自生的以及像在埃及那样人工配制的。
γένη δὲ κυάνου τρία, ὁ αἰγύπτιος καὶ σκύθης καὶ τρίτος ὁ κύπριος.
蓝铜矿有三种:埃及的、塞人的和第三种塞浦路斯的。
βέλτιστος δʼ ὁ αἰγύπτιος εἰς τὰ ἄκρατα λειώματα ὁ δὲ σκύθης εἰς τὰ ὑδαρέστερα.
埃及的最好,用于不加稀释的浓厚涂抹,而塞人的则用于较稀薄的涂抹。
σκευαστὸς δʼ ὁ αἰγύπτιος.
埃及的蓝铜矿是人工配制的。
καὶ οἱ γράφοντες τὰ περὶ τοὺς βασιλεῖς καὶ τοῦτο γράφουσι, τίς πρῶτος βασιλεύς ἐποίησε χυτὸν κύανον μιμησάμενος τὸν αὐτοφυῆ, δῶρά τε πέμπεσθαι παρʼ ἄλλων τε καὶ ἐκ Φοινίκης φόρον κυάνου, τοῦ μὲν ἀπύρου τοῦ δὲ πεπυρωμένου.
而那些撰写国王历史的人也记录了这一点,即哪位国王最早模仿自生蓝铜矿制作了熔融蓝铜矿,以及他人送来的礼物,以及从腓尼基送来的蓝铜矿贡品,其中一部分是未经火烧的,一部分是经过火烧的。
φασὶ δὲ οἱ τὰ φάρμακα τρίβοντες τὸν μὲν κύανον ἐξ ἑαυτοῦ ποιεῖν χρώματα τέτταρα, τὸ μὲν πρῶτον ἐκ τῶν λεπτοτάτων λεπτότατον, τὸ δὲ δεύτερον ἐκ παχυτάτων μελάντατον.
研磨颜料的人说,蓝铜矿自身能产生四种颜色:第一种是由最细的部分制成的最细的颜色,第二种是由最粗的部分制成的最黑的颜色。
ταῦτά τε δὴ τέχνῃ γίνεται καὶ ἔτι τὸ ψιμύθιον.
这些都是通过技术制成的,此外还有铅白。
τίθεται γὰρ μόλυβδος ὑπὲρ ὄξους ἐν πίθοις ἡλίκον πλίνθος.
因为将如砖头大小的铅置于瓮中的醋之上。
ὅταν δὲ λάβῃ πάχος, λαμβάνει δὲ μάλιστα ἐν ἡμέραις δέκα, τότʼ ἀνοίγουσιν, εἶτʼ ἀποξύουσιν ὥσπερ εὐρῶτά τινα ἀπʼ αὐτοῦ, καὶ πάλιν, ἕως ἄν καταναλώσωσι.
当它获得厚度时——这通常需要十天时间——他们便打开瓮,然后从上面刮下一种像霉菌一样的东西,如此反复,直到把铅消耗完。
τὸ δʼ ἀποξυόμενον ἐν τριπτῆρι τρίβουσι καὶ ἀφηθοῦσιν ἀεὶ, τὸ δʼ ἔσχατον ὑφιστάμενόν ἐστι τὸ ψιμύθιον.
他们将刮下的物质在乳钵中研磨并不断过滤,最后沉淀在底部的就是铅白。
παραπλησίως δὲ καὶ ὁ ἰὸς γίνεται· χαλκὸς γὰρ ἐρυθρὸς ὑπὲρ τρυγὸς τίθεται καὶ ἀποξύεται τὸ ἐπιγινόμενον αὐτῷ· ἐπιφαίνεται γὰρ ὁ ἰός.
绿青的制法也类似;将红铜置于酒糟之上,刮掉其上产生的东西;因为绿青会显现在上面。
γίνεται δὲ καὶ κιννάβαρι τὸ μὲν αὐτοφυὲς τὸ δὲ κατʼ ἐργασίαν.
辰砂也有自生的和通过加工制成的。
αὐτοφυὲς μὲν τὸ περὶ Ἰβηρίαν σκληρὸν σφόδρα καὶ λιθῶδες, καὶ τὸ ἐν Κόλχοις.
自生的存在于伊比利亚附近,非常坚硬且呈石状,还有存在于科尔基斯的。
τοῦτο δέ φασιν εἶναι (ἐπὶ) κρημνῶν ὃ καταβάλλουσι τοξεύοντες.
据说后者在悬崖上,人们通过射箭将其击落。
τὸ δὲ κατʼ ἐργασίαν ὑπὲρ Ἐφέσου μικρὸν ἐξ ἑνὸς τόπου μόνον.
而加工制成的则在以弗所稍往上的地方,仅产于一处。
ἔστι δʼ ἄμμος ἣν συλλέγουσι λαμπυρίζουσαν καθάπερ ὁ κόκκος· ταύτην δὲ τρίψαντες ὅλως ἐν ἀγγείοις λιθίνοις λειοτάτην πλύνουσιν ἐν χαλκοῖς τὸ δʼ ὑφιστάμενον πάλιν λαβόντες πλύνουσι καὶ τρίβουσιν, ἐν ᾧπέρ ἐστι τὸ τῆς τέχνης οἱ μὲν γὰρ ἐκ τοῦ ἴσου πολὺ περιποιοῦσιν, οἱ δʼ ὀλίγον ἢ οὐθέν· ἀλλὰ πλύσματι (τῷ) ἐπάνω χρῶνται ἓν πρὸς ἓν ἀλείφοντες.
它是一种由人们收集的沙子,像胭脂虫一样闪闪发光;他们将这种沙子在石器中完全研磨至极细,然后放入铜器中清洗;再取出沉淀物清洗并研磨,技术的妙处正是在此:因为有些人能从同等数量中获得很多,而另一些人只能获得很少或一无所获;但他们使用上面的清洗液,以一比一的比例涂抹。
γίνεται δὲ τὸ μὲν ὑφιστάμενον κάτω κιννάβαρι, τὸ δʼ ἐπάνω καὶ πλεῖον πλύσμα.
下面沉淀的东西成为辰砂,而上面较多的清洗液则作为副产品。
καταδεῖξαι δέ φασι καὶ εὑρεῖν τὴν ἐργασίαν Καλλίαν τινὰ Ἀθηναῖον ἐκ τῶν ἀργυρείων, ὃς οἰόμενος ἔχειν τὴν ἄμμον χρυσίον διὰ τὸ λαμπυρίζειν ἐπραγματεύετο καὶ συνέλεγεν.
据说,雅典银矿一个叫卡利亚斯的人展示并发现了这种加工方法,他因沙子闪光而以为其中含有黄金,于是进行操作并收集。
ἐπεὶ δʼ ἤσθετο ὅτι οὐκ ἔχει τὸ δὲ τῆς ἄμμου κάλλος ἐθαύμαζε διὰ τὴν χρόαν οὕτως ἐπὶ τὴν ἐργασίαν ἦλθε ταύτην.
当他意识到其中没有黄金,但因沙子的颜色而赞叹其美丽时,便这样找到了这种加工方法。
οὐ παλαιὸν δʼἐστὶν ἀλλὰ περὶ ἔτη μάλιστʼ ἐνενήκοντα εἰς ἄρχοντα Πραξίβουλον Ἀθήνῃσι.
这并非古事,而是大约九十年前,在雅典执政官普拉克西布洛斯的任期内。
φανερὸν δʼ ἐκ τούτων ὅτι μιμεῖται τὴν φύσιν ἡ τέχνη, τὰ δʼ ἴδια ποιεῖ, καὶ τούτων τὰ μὲν χρήσεως χάριν τὰ δὲ μόνον φαντασίας ὥσπερ τὰς ἄλπεις ἔνια δὲ ἴσως ἀμφοῖν ὥσπερ χυτὸν ἄργυρον.
从这些事中可以明显看出,技术在模仿自然的同时,也创造出自己独特的东西。 在这些东西中,有些是为了实用,有些仅是为了外观,例如化妆品,而有些则可能兼具两者,例如液体银。
ἔστι γάρ τις χρεία καὶ τούτου.
因为这也有一定的用途。
ποιεῖται δὲ ὅταν τὸ (κιννάβαρι) τριφθῇ μετʼ ὄξους ἐν ἀγγείῳ χαλκῷ καὶ δοίδυκι χαλκῷ.
当辰砂在铜器中用铜乳棒与醋一同研磨时,液体银便被制造出来。
τὰ μὲν οἦν τοιαύτα τάχʼ ἄν τις λάβοι πλείω.
因此,这类事物也许还能发现更多。

词汇与语法注释

  1. 2.8#2τὴν ἐνταῦθα — 冠词 τὴν 之后省略了一个阴性名词(如 τέχνη“技术”或 γένεσις“生成”)。该短语 τὴν ἐνταῦθα 作为不定式 νομίζειν 的主语宾格,而 ὁμοίαν ἢ παραπλησίαν 作为表语,与自然过程(τῇ φυσικῇ)进行比较。
  2. p.47ἐν ᾧπέρ ἐστι τὸ τῆς τέχνης — τὸ τῆς τέχνης(字面意为“技术的[东西]”)意为“技术的核心”或“技艺之所在”。关系从句 ἐν ᾧπερ(“正是在此之中”)强调了这一具体的洗涤和研磨步骤是技术掌握差异显现的关键所在。
  3. p.48χυτὸν ἄργυρον — 意为“液体银”(字面意为“浇铸的银”),这是古代对水银(汞)的称呼。接下来的句子描述了如何从辰砂中制备它的过程。

引用这一段

泰奥弗拉斯托斯, 论石 §2.8#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg004.humanitext-grc1:2.8%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。