§2.9CAP. IX. Τῶν δὲ μεταλλευτῶν τὰ ἐν τοῖς γεωφανέσι ἔτι λοιπὰ, ὧν ἡ γένεσις ὥσπερ ἐλέχθη κατʼ ἀρχὰς ἐκ συρροῆς τινὸς καὶ ἐκκρίσεως γίνεται καθαρωτέρας καὶ ὁμαλωτέρας τῶν ἄλλων.
CAP. IX. 在采掘物中,还剩下那些存在于土状物质中的东西。 正如最开始所说,它们的生成源于某种比其他物质更纯净、更均匀的流入和分离。
χρώματα δὲ παντοῖα λαμβάνουσι καὶ διὰ τὴν τῶν ὑποκειμένων διὰ τὴν τῶν ουντων διαφορὰν, ἐξ ὧν τὰς μὲν μαλάττοντες τὰς δὲ τήκοντες καὶ τρίβοντες συντιθέασι τὰς λίθους τὰς ἐκ τῆς Ἀσίας ταύτας ἀγομένας.
由于基质物质的不同,它们带有各种颜色。 人们通过将其中一些软化、一些熔化、另一些研磨,从而合成这些从亚洲运来的石头。
αἱ δʼ αὐτοφυεῖς καὶ ἄμα τῷ περιττῷ τὸ χρήσιμον ἔχουσαι σχεδὸν τρεῖς εἰσὶν ἢ τέτταρες, ἣ τε μηλιὰς καὶ ἡ κιμωλία καὶ ἡ σαμία καὶ ἡ τυμφαῖκὴ τετάρτη παρὰ ταύτας ἢ γύψος.
至于自生且兼具奇特品质与实用性的物质,大约有三四种:梅洛斯土、基莫洛斯土、萨摩斯土,以及除这些之外的第四种,即蒂姆菲亚土,或石膏。
χρῶνται δὲ οἱ γραφεῖς τῇ μηλιάδι μόνον, τῇ σαμίᾳ δʼ οὔ καίπερ οὔσῃ καλῇ, διὰ τὸ λίπος ἔχειν καὶ πυκνότητα καὶ λειότητα.
画家们只使用梅洛斯土,而不使用萨摩斯土,尽管它很美丽,因为萨摩斯土具有油脂性、致密性和光滑性。
τὸ γὰρ ἢρεμον καὶ δες καὶ ἀλιπὲς ἐπὶ τῆς γραφῆς ἁρμόττει μᾶλλον ὅπερ ἡ μηλιὰς ἔχει τῷ φαρίδι.
因为性质温和、易碎且不含油脂的物质更适合绘画,而这正是梅洛斯土因其特有的轻盈而具有的。
εἰσὶ δὲ ἐν τῇ Μήλῳ καὶ ἐν τῇ Σάμῳ διαφοραὶ τῆς γῆς πλείους.
在梅洛斯和萨摩斯,土的种类有许多不同。
ὀρύττοντα μὲν οὖν οὐκ ἔστιν ὀρθὸν στῆναι ἐν τοῖς ἐν Σάμῳ ἀλλʼ ἀναγκαῖον ἢ ὕπτιον ἢ πλάγιον.
因此,在萨摩斯的矿中,开采者无法直立,而必须仰卧或侧卧。
ἡ δὲ φλὲψ ἐπὶ πολὺ διατείνει, τὸ μὲν ὕψος ἡλίκη δίπους, τὸ δὲ βάθος πολλῷ μείζων· ἐφʼ ἑκάτερα δʼ αὐτὴν λίθοι περιέχουσιν ἐξ ὧν ἐξαιρεῖται.
矿脉延伸很长,其高度约为两普斯(英尺),但深度要大得多;两旁有石头包围,土便是从其中取出的。
διαφυὴν ἔχει διὰ μέσου καὶ ἡ διαφυὴ βελτίων ἐστὶ τῶν ἔξω καὶ πάλιν ἑτέραν αὐτῆς καὶ ἑτέραν ἄχρι τεττάρων. . ἐστὶν ἡ ἐσχάτη, καλεῖται ἀστήρ· χρῶνται δὲ τῇ γῇ πρὸς τὰ ἱμάτια μάλιστα ἢ μόνον.
它中间有一层隔层,这层隔层比外侧的更好,在其后还有一层和另一层,多达四层;最末一层被称为“星”;他们主要或仅将这种土用于衣服。
χρῶνται δὲ καὶ τῇ τυμφαϊκῇ πρὸς τὰ ἱμάτια καὶ καλοῦσι γύψον οἱ περὶ τὸν Ἄθων καὶ τοὺς τόπους ἐκείνους.
他们也将蒂姆菲亚土用于衣服,而阿托斯山及其周边地区的人们则称之为石膏。
ἡ δὲ γύψος γίνεται πλείστη μὲν ἐν Κύπρῳ καὶ περιφανεστάτη. μικρὸν γὰρ ἀφαιροῦσι τῆς γῆς ὀρύττοντες.
石膏在塞浦路斯产量最多且最著名,因为他们开采时只需挖去少许地表土。
ἐν Φοινίκῃ δὲ καὶ ἐν Συρίᾳ καίοντες τοὺς λίθους ποιοῦσιν.
在腓尼基和叙利亚,他们通过烧石来制作它。
ἔπειτα δʼ ἐν Θουρίοις καὶ γὰρ ἐκεῖ γίνεται πολλή.
其次是在塞里奥伊,因为那里也产出很多。
τρίτη δὲ ἡ περὶ Τυμφαίαν καὶ περὶ Περραιβίαν καὶ κατʼ ἄλλους τόπους.
第三是蒂姆菲亚和佩赖比亚周边以及其他地方的石膏。
ἡ δὲ φύσις αὐτῆς ἰδία· λιθωδεστέρα γὰρ μᾶλλόν ἐστιν ἢ γεώδης· ὁ δὲ λίθος ἐμφερὴς τῷ ἀλαβαστρίτῃ· μέγας δʼ οὐ τεμνεται ἀλλὰ χαλικώδης.
它的性质很独特,因为比起土状,它更呈石状;这种石头类似于雪石膏,但不能切割成大块,而是呈砂砾状。
ἡ δὲ γλισχρότης καὶ θερμότης ὅταν βρεχθῇ θαυμαστή.
当它被淋湿时,其黏性和热度令人惊叹。
χρῶνται γὰρ πρός τε τὰ οἰκοδομήματα τὸν λίθον περιχέοντες κἄν τι ἄλλο βούλωνται τοιοῦτον κολλῆσαι.
因为他们将其用于建筑,浇筑在石头周围,或者当他们想要粘合任何其他类似之物时。
κόψαντες δὲ καὶ ὕδωρ ἐπιχέοντες ταράττουσι ξύλοις, τῇ χειρὶ γὰρ οὐ δύνανται διὰ τὴν θερμότητα.
他们将其敲碎并浇上水,用木棒搅拌,因为由于高温,他们无法用手搅拌。
βρέχουσι δὲ παραχρῆμα πρὸς τὴν χρείαν· ἐὰν (δὲ) μικρὸν πρότερον ταχὺ πήγνυται καὶ οὐκ ἔστι διελεῖν.
他们在使用前立即将其打湿;因为如果提前一点打湿,它就会迅速凝固,无法分割。
θαυμαστὴ δὲ καὶ (ἡ) ἰσχύς· ὅτε γὰρ οἱ λίθοι ῥήγνυνται ἢ διαφέρονται ἡ γύψος οὐκ ἀνίησι, πολλάκις δὲ καὶ τὰ μὲν πέπτωκε καὶ ὑφῄρηται, τὰ δʼ ἄνω κρεμάμενα μένει συνεχόμενα τῇ κολλήσει.
它的强度也令人惊叹;因为当石头破裂或分离时,石膏并不会松开,常常下部的石头已经坠落并被清除,而悬挂在上面的部分仍因粘合而保持在一起。
δύναται δὲ καὶ ὑφαιρουμένη πάλιν καὶ πάλιν ὀπτᾶσθαι καὶ γίνεσθαι χρησίμη.
此外,在被剥离后,它还可以一次又一次地被烧制并重新使用。
περὶ μὲν οὖν Κύπρον καὶ Φοινίκην εἰς ταῦτα μάλιστα, περὶ δὲ Ἰταλίαν καὶ εἰς τὸν οἶνον· καὶ οἱ γραφεῖς (πρὸς) ἔνια τῶν κατὰ τὴν τέχνην ἔτι δὲ οἱ γναφεῖς ἐμπάττοντες εἰς τὰ ἱμάτια.
因此,在塞浦路斯和腓尼基周边,它主要用于这些目的,而在意大利周边,它也用于葡萄酒;画家们也将它用于某些工艺,而缩绒工也通过将其撒在衣服上来使用。
διαφέρειν δὲ δοκεῖ καὶ πρὸς ἀπομάγματα πολὺ τῶν ἄλλων, εἰς ὃ καὶ χρῶνται μᾶλλον καὶ μάλισθʼ οἱ περὶ τὴν Ἑλλάδα, γλισχρότητι καὶ λειότητι.
在制作模具方面,它似乎也远优于其他材料,希腊周边的人们因其黏性和光滑性而更喜欢且主要将其用于此目的。
ἡ μὲν δύναμις ἐν τούτοις καὶ τοιούτοις.
其效能在于这些及类似的事情中。
ἡ δὲ φύσις ἔοικεν ἀμφότερά πως ἔχειν καὶ τὰ τῆς κονίας καὶ τὰ τῆς γῆς, θερμότητα καὶ γλισχρότητα, μᾶλλον δὲ ἑκατέραν ὑπερέχουσαν.
但其本性似乎兼具石灰和土的性质,具有热度和黏性,或者更确切地说,这两种性质都非常突出。
ὅτι δʼ ἔμπυρος κἀκεῖθεν φανερόν. ἤδη γάρ τις ναῦς ἱματηγὸς βρεχθέντων ἱματίων ὡς ἐπυρώθησαν συγκατεκαύθη καὶ αὐτή.
它含有火(热)这一点也从以下事件中显而易见:曾有一艘运送衣服的船,因衣服被打湿并发热,船只本身也一同被烧毁。
καίουσι δὲ καὶ ἐν Φοινίκῃ καὶ ἐν Συρίᾳ καμινεύοντες αὐτήν· καίουσι δὲ μάλιστα τούς μαρμάρους καὶ ἁπλουστέρους. στερεωτάτους μὲν παρατιθέντες (βόλιτον, ἕνεκα) τοὐ θᾶττον καίεσθαι καὶ μᾶλλον.
他们也在腓尼基和叙利亚将石膏放入窑中烧制;他们主要烧制大理石和较普通的石头,在最坚硬的石头旁放置牛粪,以便烧得更快、更剧烈。
δοκεῖ γὰρ θερμότατον εἶναι πυρωθὲν καὶ πλεῖστον χρόνον διαμένει.
因为石膏一旦烧热,似乎就极其炎热,并能维持最长的时间。
ὀπτήσαντες δὲ κόπτουσι ὥσπερ τὴν κονίαν.
烧好后,他们像对待石灰一样将其砸碎。
ἐκ τούτου δʼ ἂν δόξειεν εἶναι φανερὸν ὅτι πυρώδης τις ἡ γένεσις αὐτῆς τὸ ὅλον ἐστίν.
由此看来,其生成的整体显然具有某种火的本性。