Humanitext Reader

泰奥弗拉斯托斯 · 论石 §2.8#1

土的性质与颜料土的分类及制作

第 6 段,共 8 段 · 希腊语

内容简介

在本章中,作者讨论了土的性质,特别是其通过加工发生的变化,以及用作颜料的各种彩色土(如红土和黄土)的分类、产地和制作方法。

§2.8#1CAP. VII. Αἱ μὲν οὖν τῶν λίθων διαφοραὶ καὶ δυνάμεις εἰσὶν ἐν τούτοις.
CAP. VIII. 因此,石头的差异和性质如上所述。
αἱ δὲ τῆς γῆς ἐλάττονες μὲν ἰδιώτεραι δέ.
而土的差异虽然较少,但更为独特。
τὸ μὲν γὰρ τήκεσθαι καὶ μαλάττεσθαι καὶ πάλιν ἀποσκληρύνεσθαι καὶ ταύτῃ συμβαίνει.
因为熔化、软化以及再次变硬,也同样发生在土上。
τήκεται μὲν γὰρ τοῖς χυτοῖς καὶ ὀρυκτοῖς ὥσπερ καὶ ὁ λίθος· μαλάττεται δὲ, λίθους τε ποιοῦσιν, ὧν τάς τε ποικίλας καὶ τὰς ἄλλας συντιθεμένας ἁπάσας γὰρ πυροῦντες καὶ μαλάττοντες ποιοῦσιν.
因为它与可熔化及开采的物质一同熔化,正如石头一样;它也会软化,人们用它制作石头,因为所有那些斑驳的和以其他方式合成的石头,都是人们通过加热和软化土来制作的。
εἰ δὲ καὶ ὁ ὕελος ἐκ τῆς ὑελίτιδος ὥς τινές φασι, καὶ αὕτη πυκνώσει γίνεται.
如果像有些人所说,玻璃也是由玻璃土制成的,那么这同样是通过冷凝而产生的。
ἰδιωτάτη δὲ ἡ τῷ χαλκῷ μιγνυμένη· πρὸς γὰρ τῷ τήκεσθαι καὶ μίγνυσθαι καὶ δύναμιν ἔχει περιττὴν ὥστε τῷ κάλλει τῆς χρόας ποιεῖν διαφοράν.
最独特的是与铜混合的土;因为除了熔化和混合之外,它还具有一种非凡的力量,能以其色彩的美丽产生差异。
περὶ δὲ Κιλικίαν ἐστί τις ἢ ἕψεται γῆ καὶ γίνεται γλισχρά· ταύτῃ δʼ ἀλείφουσι τὰς ἀμπέλους ἀντὶ ἰξοῦ πρὸς τούς ἶπας.
在基利家附近,有一种土在煮沸后会变得粘稠;人们用它代替鸟胶涂抹葡萄藤以防毛虫。
εἴη δʼ ἂν λαμβάνειν καὶ ταύτας τὰςφορὰς, ὅσαι πρὸς τὴν ἀπολίθωσιν εὐφυεῖς· ἐπεὶ αἵ γε τῶν τόπων ποιοῦσαι χυμούς διαφόρους ἀλλήλων(ἰδίαν) τινʼ ἔχουσι φύσιν, ὥσπερ καὶ αἱ τοὺς τῶν φυτῶν.
人们也可以包括那些天生易于石化的变体;因为在不同地方产生彼此不同汁液的土,具有某种独特的性质,正如产生植物汁液的土一样。
ἀλλὰ μᾶλλον ἄν τις (αὐ)τὰς τοῖς χρώμασι διαριθμήσειεν οἷσπερ καὶ οἱ γραφεῖς χρῶνται.
但人们更应该用画家所使用的颜色来对它们进行分类。
καὶ γὰρ ἡ γένεσις τούτων, ὥσπερ ἐξ ἀρχῆς εἴπομεν, ἤτοι συρροῆς τινὸς ἢ διηθήσεως γινομένης.
因为这些土的产生,正如我们起初所说,是由于某种流入或过滤而成的。
καὶ ἔνιά γε δὴ φαίνεται πεπυρωμένα καὶ οἷον κατακεκαυμένα οἷον καὶ ἡ σανδαράκη καὶ τὸ ἀρρενικὸν καὶ τὰ ἄλλα τὰ τοιαῦτα πάντα δʼ ὡς ἀπλῶς εἰπεῖν ἀπὸ τῆς ἀναθυμιάσεως ταῦτα τῆς ξηρᾶς καὶ καπνώδους.
确实,有些土看起来像是经过火烧并被烧焦的,例如雄黄、鸡冠石和所有其他此类物质;简单来说,所有这些都源于干燥和烟雾状的蒸腾作用。
εὑρίσκεται δὴ πάντα ἐν τοῖς μετάλλοις τοῖς ἀργυρείοις τε καὶ χρυσείοις, ἔνια δὲ καὶ ἐν τοῖς χαλκορυχείοις, οἶον ἀρρενικὸν, σανδαράκη, χρυσοκόλλα, μίλτος, ὦχρα, κύανος· ἐλάχιστος δὲ οὗτος καὶ κατʼ ἐλάχιστα.
所有这些都发现于银矿和金矿中,有些也发现于铜矿中,例如鸡冠石、雄黄、珪孔雀石、红土、黄土、蓝铜矿;但蓝铜矿数量最少,且是以极微小的量存在的。
τῶν δʼ ἄλλων τῶν μέν εἰσι ῥάβδοι, τὴν δʼ ὦχραν ἀθρόαν πώς φασιν εἶναι· μίλτον δὲ παντοδαπὴν ὥστε εἰς τὰ ἀνδρείκελα χρῆσθαι τοὺς γραφεῖς· καὶ ὦχραν ἀντʼ ἀρρενικοῦ διὰ τὸ μηδὲν τῇ χρόᾳ διαφέρειν, δοκεῖν δέ.
在其他物质中,有些呈脉状存在,而据说黄土则是成块存在的;红土则有各种各样的,以至于画家用它来描绘肉色;而黄土则被用来代替鸡冠石,因为在颜色上似乎毫无差别。
ἀλλὰ μίλτου τε καὶ ὤχρας ἐστὶν ἐνιαχοῦ μέταλλα καὶ κατὰ ταὐτὰ καθάπερ ἐν Καππαδοκίᾳ, καὶ ὀρύττεται πολλή.
但在某些地方,有专门的红土和黄土矿,就像在卡帕多西亚一样,并且开采量很大。
χαλεπὸν δὲ τοῖς μεταλλεῦσι φασὶν εἶναι τὸ πνίγεσθαι· ταχύ γὰρ καὶ ἐν ὀλίγῳ τοῦτο ποιεῖν.
据说,对于矿工来说,窒息是一个困难的危险;因为这会迅速且在短时间内发生。
βελτίστη δὲ δοκεῖ μίλτος ἡ κεία εἶναι· γίνονται γὰρ πλείους.
最优质的红土被认为是基奥斯岛产的;因为出产的种类较多。
ἡ μὲν οὖν ἐκ τῶν μετάλλων, ἐπειδὴ καὶ τὰ σιδηρεῖα ἔχει μίλτον.
这种红土来自矿山,因为铁矿也含有红土。
ἀλλὰ καὶ ἡ λημνία καὶ ἥν καλοῦσι σινωπικήν.
但也有雷姆诺斯产的,以及人们称为西诺普产的。
αὕτη δʼ ἐστὶν ἡ καππαδοκικὴ κατάγεται δʼ εἰς Σινώπην.
这实际上是卡帕多西亚产的,但被运往西诺普。
ἐν δὲ τῷ μικρῷ μεταλλεύεται καθʼ αὐτήν.
它在一个小矿中是独立开采的。
ἔστι δὲ αὐτῆς γένη τρία, ἡ μὲν ἐρυθρὰ σφόδρα, ἡ δὲ ἔκλευκος, ἡ δὲ μέση.
它有三种:极红的、偏白的以及中间的。
ταύτην αὐτάρκη καλοῦμεν διὰ τὸ μὴ μίγνυσθαι, τὰς δʼ ἑτέρας μιγνύουσι.
这种中间的我们称之为“自足的”,因为它不被混合,而人们会混合其他两种。
γίνεται δὲ καὶ ἐκ τῆς ὤχρας κατακαιομένης ἀλλὰ χείρων, τὸ δʼ εὕρημα Κυδίου.
它也可以通过烧焦黄土来制作,但质量较差,这是库迪亚斯的发现。
συνεῖδε γὰρ ἐκεῖνος, ὥς φασι, κατακαυθέντος τινὸς πανδοχείου τὴν ὦχραν ἰδὼν ἡμίκαυστον καὶ πεφοινιγμένην.
因为据说,当某个旅馆被烧毁时,他看到半烧焦且变红的黄土,从而意识到了这一点。
τιθέασι δʼ εἰς τὰς καμίνους χύτρας καινὰς περιπλάσαντες πηλῷ· ὀπτῶσι γὰρ διάπυροι γενόμεναι· ὅσῳ δʼ ἄν μᾶλλον πυρωθῶσι, τοσούτῳ μᾶλλον μελαντέραν καὶ ἀνθρακωδεστέραν ποιοὕσι.
他们将黄土放入涂有粘土的新壶中并置于炉内;因为当壶变得红热时,它们就会被烘烤;火越旺,制成的红土就越黑,越像木炭。

词汇与语法注释

  1. §2.8#1ταύτῃ — 指示代词的阴性单数与格,指代前文的阴性名词 γῇ(土),表示熔化、软化和变硬等一系列物理变化也同样发生在“这(土)”上面。
  2. §2.8#1ὧν τάς τε ποικίλας καὶ τὰς ἄλλας συντιθεμένας ἁπάσας γὰρ πυροῦντες καὶ μαλάττοντες ποιοῦσιν — 关系代词 ὧν(属格复数,先行词为 λίθους)被置于含有连词 γάρ 的主句之前。该句的句法骨架为:“因为在这些[石头]中,无论是斑驳的还是其他合成的,所有这些都是通过加热和软化来制作的”。
  3. §2.8#1ἐπεὶ αἵ γε τῶν τόπων ποιοῦσαι χυμούς — 带有阴性冠词 αἵ 的分词短语(名词化),意为“在(各个)地方产生(特有)汁液的那些[土]”,在从属句中充当主语。
  4. §2.8#1τὸ δʼ εὕρημα Κυδίου — 系动词 ἐστί 的省略。构成了一个名词性谓语从句,意为:“而这一发现是库迪亚斯的”。

引用这一段

泰奥弗拉斯托斯, 论石 §2.8#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg004.humanitext-grc1:2.8%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。