Humanitext Reader

泰奥弗拉斯托斯 · 论石 §2.3-2.4

不燃的红玉、轻石及绿宝石的性质

第 3 段,共 8 段 · 希腊语

内容简介

阐述了不燃宝石“红玉(安特拉克斯)”的特性以及具有多种成因的轻石之特征,随后讨论了用于印章的各类宝石的属性,重点介绍绿宝石的视觉效果、历史记载及其与金鑞的关系。

§2.3CAP. III. Ἀλλο δέ τι γένος ἐστὶ λίθων ὥσπερ ἐξ ἐναντίων πεφυκὸς, ἄκαυστον ὅλως, ἄνθραξ καλούμενος, ἐξ οὗ καὶ τὰ σφραγίδια γλύφουσιν, ἐρυθρὸν μὲν τῷ χρώματι, πρὸς δὲ τὸν ἥλιον τιθέμενον ἄνθρακος καιομένου ποιεῖ χρόαν.
CAP. III. 另有一类石头,其性质仿佛完全相反,根本不燃,被称为“红玉”,人们也用它来雕刻印章;它的颜色是红色的,置于阳光下会呈现出燃烧的炭火色。
τιμιώτατον δʼ ὡς εἰπεῖν· μικρὸν γὰρ σφόδρα τετταράκοντα χρυσῶν.
可以说它是最为贵重的;因为极小的一个就价值四十金币。
ἄγεται δὲ οὗτος ἐκ Καρχηδόνος καὶ Μασσαλίας.
这种石头是从迦太基和马赛运来的。
οὐ καίεται δὲ ὁ περὶ Μίλητον γωνιοειδὴς ὤν ἐν ᾧπερ καὶ τὰ ἑξάγωνα.
此外,在米利都附近、有棱角且其中也有六边形晶体的那种石头也不会燃烧。
καλοῦσι δʼ ἄνθρακα καὶ τοῦτον, ὃ καὶ θαυμαστόν ἐστιν· ὅμοιον γὰρ τρόπον τινὰ καὶ τὸ τοῦ ἀδάμαντος·
人们也称这种石头为红玉,这确实令人惊异;因为在某种程度上它类似于金刚石的性质。
οὐ γὰρ οὐδʼ ὥσπερ ἡ κίσσηρις καὶ τέφρα δόξειεν ἄν διὰ τὸ μηδὲν ἔχειν ὑγρόν· ταῦτα γὰρ ἄκαυστα καὶ ἀπύρωτα διὰ τὸ ἐξῃρῆσθαι τὸ ὑγρόν·
这并不是因为它像轻石和灰烬一样因不含水分才不燃;因为轻石和灰烬之所以不燃且耐火,是因为其水分已被抽干。
ἐπεὶ καὶ τὸ ὅλον ἡ κίσσηρις ἐκ κατακαύσεως δοκεῖ τισι γίνεσθαι, πλὴν τῆς ἐκ τοῦ ἀφροῦ τῆς θαλάσσης συνισταμένης.
因为通常来说,有些人认为轻石是由焚烧而产生的,除了那些由海水的泡沫形成的轻石。
λαμβάνουσι δὲ τὴν πίστιν διὰ τῆς αἰσθήσεως ἔκ τε τῶν περὶ τοὺς κρατῆρας γινομένων καὶ ἐκ τῆς διαβάρου λίθου τῆς φλογουμένης οὐ κισσηροῦται.
他们通过观察获得了确证,既根据在喷火口周围发生的情况,也根据那虽然被火焰包围却不变成轻石的重石。
μαρτυρεῖν δὲ καὶ οἱ τόποι δοκοῦσιν ἐν οἷς ἡ γένεσις· καὶ γὰρ ἐν τοῖς μάλιστα καὶ ἡ κίσσηρις.
其产地似乎也作证了这一点;因为轻石最常在这些地方被发现。
τάχα δὲ ἡ μὲν οὕτως αἱ δʼ ἄλλως καὶ πλείους τρόποι τῆς γενέσεως.
然而,或许有些轻石是这样形成的,而另一些则是以其他方式形成的,其成因有多种。
ἡ γὰρ ἐν Νισύρῳ καθάπερ ἐξ ἄμμου τινὸς ἔοικε συγκεῖσθαι.
因为在尼西罗斯的轻石似乎是由某种沙子构成的。
σημεῖον δὲ λαμβάνουσιν ὅτι τῶν εὑρισκομένων ἔνιαι διαθρύπτονται ἐν ταῖς χερσὶν ὥσπερ εἰς ἄμμον διὰ τὸ μήπω συνεστάναι μηδὲ συμπεπηγέναι.
他们以此作为证据:发现的轻石中,有些因为尚未结合和凝固,在手中就会像沙子一样碎裂。
εὑρίσκουσι δʼ ἀθρόας κατὰ μικρὰ χειροπληθεῖς ὅσον πολλὰς ἢ μικρῷ μείζους ὅταν ἀπαμήσωνται τἄνω· ἐλαφρὰ δὲ σφόδρα ἡ ἄμμος.
当他们刮去表层时,会成堆地发现许多只有手掌大小或稍大一些的轻石;而那里的沙子非常轻。
ἡ δʼ οὖ καὶ ἐν Μήλῳ πᾶσα μὲν ἔνια δʼ οὖ ἐν λίθῳ τινὶ ἑτέρῳ γίνεται καθάπερ ἐλέχθη πρότερον.
另一方面,在梅洛斯岛的轻石,虽然并非全部,但正如前文所说,有些是在另一种石头内部形成的。
διαφορὰς δʼ ἔχουσι πρὸς ἀλλήλας καὶ ματι καὶ πυκνότητι καὶ βάρει χρώματι μὲν ὅτι μέλαινα ἐκ τοῦ ῤύακος τοῦ ἐν Σκελίᾳ· πυκνότητι δὲ καὶ βάρει αὕτη τε καὶ μαλώδης.
它们在颜色、密度和重量上彼此存在差异;颜色方面,西西里熔岩流中的轻石是黑色的,而密度和重量方面,这种黑轻石和马洛斯岛的轻石都是如此。
γίνεται γάρ τις καὶ τοιαύτη κίσσηρις καὶ βάρος ἔχει καὶ πυκνότητα καὶ ἐν τῇ χρήσει πολυτιμότερον τῆς ἑτέρας.
因为确实存在这样一种轻石,它兼具重量和密度,在实用中比另一种更有价值。
τμητικὴ δὲ καὶ ἡ ἐκ τοῦ ῥύακος μᾶλλον τῆς κούφης καὶ λευκῆς, τμητικωτάτη δʼ ἐκ τῆς θαλάσσης αὐτῆς.
此外,来自熔岩流的轻石比轻而白的那种更具研磨力,而直接来自海洋的则最具研磨力。
καὶ περὶ μὲν κισσηρίδος ἐπὶ τοσοῦτον εἰρήσθω.
关于轻石,姑且说这么多。
περὶ δὲ τῶν πυρουμένων καὶ τῶν ἀπυρώτων λίθων ἀφʼ ὧν καὶ εἰς τοῦτο ἐξέβημεν ἐν ἄλλοις θεωρητέον τὰς αἰτίας.
至于那些会燃烧和不会燃烧的石头,我们必须在其他著作中考察其成因。
§2.4CAP. IV. Τῶν δὲ λίθων καὶ ἄλλαι (διάφοροι) τυγχάνουσιν ἐξ ὧν καὶ τὰ σφραγίδια γλύφουσιν.
CAP. IV. 在石头中,还有其他各种用于雕刻印章的石头。
αἱ μὲν τῇ ὄψει μόνον οἷον τὸ σάρδιον καὶ ἡ ἴασπις καὶ ἡ σάπφψειρος· αὕτη δʼ ἐστὶν ὥσπερ χρυσόπαστος.
有些仅因其外观而受到重视,例如红玉髓、碧玉和蓝宝石;这种蓝宝石仿佛撒满了黄金。
ἡ δὲ σμάραγδος καὶ δυνάμεις τινὰς ἔχει· τοῦ τε γὰρ ὕδατος ὥσπερ εἴπομεν ἐξομοιοῦται τὴν χρόαν ἑαυτῇ, μετρία μὲν οὖσα ἐλάττονος, ἡ δὲ μεγίστη παντὸς, ἡ δὲ χειρίστη τοῦ καθʼ αὐτὴν μόνον.
另一方面,绿宝石也具有某些效力;因为正如我们所说,它会使水的颜色与自身同化,中等大小的同化少量的水,最大的同化所有的水,而最差的只同化紧邻自身周围的水。
καὶ πρὸς τὰ ὄμματα ἀγαθὴ, διὸ καὶ τὰ σφραγίδια φοροῦσιν ἐξ αὐτῆς ὥστε βλέπειν·
它对眼睛也很有好处,因此人们佩戴由其制成的印章以便观看。
ἔστι δὲ σπανία καὶ τὸ μέγεθος οὐ μεγάλη, πλὴν εἰ πιστεύειν ταῖς ἀναγραφαῖς δεῖ ὑπὲρ τῶν βασιλέων τῶν αἰγυπτίων· ἐκείνοις γάρ φασι κομισθῆναί ποτʼ ἐν δώροις παρὰ τοῦ Βαβυλωνίων βασιλέως μῆκος μὲν τετράπηχυν πλάτος δὲ τρίπηχυν.
它是稀有的,且体积不大,除非我们必须相信关于埃及国王们的记载;因为据说曾有巴比伦国王送给他们的礼物,长四肘,宽三肘。
ἀνακεῖσθαι δὲ καὶ ἐν τῷ τοῦ Διὸς ὀβελίσκῳ σμαράγδους τέτταρας, μῆκος μὲν τετταράκοντα πηχῶν, εὖρος δὲ τῇ μὲν τέτταρας τῇ δὲ δύο.
并且据说在宙斯的方尖碑上献纳了四块绿宝石,长四十肘,宽处四肘,窄处两肘。
ταῦτα μὲν οὖν ὅτι κατὰ τὴν ἐκείνων γραφήν.
因此,这些事情是根据他们的记载而言的。
τῶν δὲ βακτριανῶν καλουμένων ὑπὸ πολλῶν ἡ ἐν Τύρῳ μεγίστη.
在被许多人称为巴克特里亚石的宝石中,位于提洛的是最大的。
στήλη γάρ ἐστιν εὐμεγέθης ἐν τῷ τοῦ Ἡρακλέους ἱερῷ· εἰ μὴ ἄρα ψευδὴς σμάραγδος, καὶ γὰρ τοιαύτη γίνεταί τις φύσις.
因为在赫拉克勒斯神庙里有一根相当大的圆柱;除非它其实是假的绿宝石,因为确实会形成具有此类性质的石头。
γίνεται δὲ ἐν τοῖς ἐν ἐφικτῷ καὶ γνωρίμοις τόποις διτταχοῦ μάλιστα περί τε Κύπρον ἐν τοῖς χαλκορυχείοις καὶ ἐν τῇ νήσῳ τῇ ἐπικειμένῃ Χαλκηδόνι.
它主要产于两个易于到达且为人所知的地点:塞浦路斯附近的铜矿中,以及面朝迦克墩的岛上。
καὶ ἰδιωτέρους εὑρίσκουσιν ἐν ταύτῃ· μεταλλεύεται γὰρ ὥσπερ τἆλλα καὶ ἡ φύσις κατὰ ῥάβδους ἐποίησεν ἐν Κύπρῳ αὐτὴν καθʼ αὐτὴν πολλάς.
他们在那座岛上发现了更独特的绿宝石;因为它是像其他矿物一样被开采的,自然在塞浦路斯将它本身生成了许多棒状。
εὑρίσκονται δὲ σπάνιαι μέγεθος ἔχουσαι σφραγίδος ἀλλʼ ἐλάττους αἰ πολλαὶ, διὸ καὶ πρὸς τὴν κόλλησιν αὐτῇ χρῶνται τοῦ χρυσίου· κολλᾷ γὰρ ὥσπερ ἡ χρυσοκόλλα.
具有印章大小的极少被发现,大部分都更小,因此人们用它来焊接黄金;因为它的粘合作用就像金鑞一样。
καὶ ἔνιοί γε δὴ καὶ ὑπολαμβάνουσι τὴν αὐτὴν φύσιν εἶναι· καὶ γὰρ τὴν χρόαν παρόμοιαι τυγχάνουσιν.
甚至有些人甚至认为它们具有完全相同的性质;因为它们在颜色上确实很相似。
ἀλλʼ ἡ μὲν χρυσοκόλλα δαψιλὴς καὶ ἐν τοῖς χρυσείοις καὶ ἔτι μᾶλλον ἐν τοῖς χαλκορυχείοις ὥσπερ ἐν τοῖς περὶ τοὺς τόπους.
但是金鑞在金矿中丰富,在铜矿中甚至更多,在这些地方周围的区域也是如此。
ἡ δὲ σμάραγδος σπανία καθάπερ εἴρηται· δοκεῖ γὰρ ἐκ τῆς ἰάσπιδος γίνεσθαι.
另一方面,绿宝石如前所述是稀有的;因为历史似乎表明它是从碧玉中形成的。
φασὶ γὰρ εὑρεθῆναί ποτε ἐν Κύπρῳ λίθον ἧς τὸ μὲν ἥμισυ σμάραγδος ἦν τὸ ἥμισυ δὲ ἴασπις ὡς οὔπω μεταβεβληκυίας ἀπὸ τοῦ ὕδατος.
因为据说曾在塞浦路斯发现一块石头,其中一半是绿宝石,一半是碧玉,仿佛它尚未因水分而完全转化。
ἔστι δέ τις αὐτῆς ἐργασία πρὸς τὸ λαμπρόν· ἀργὴ γὰρ οὖσα οὐ λαμπρά.
为了使其闪亮,还有一定的加工工序;因为在未加工时它并不闪亮。

词汇与语法注释

  1. §2.3ἄνθραξ καλούμενος — 意为“被称为炭(安特拉克斯)的石头”。此处并非指实用的木炭,而是指古代的红玉(红宝石或石榴石等),因其红色和光泽类似“燃烧的炭火”而得名。
  2. §2.3οὐ γὰρ οὐδʼ ὥσπερ ἡ κίσσηρις καὶ τέφρα δόξειεν ἄν διὰ τὸ μηδὲν ἔχειν ὑγρόν — 采用双重否定(οὐ γὰρ οὐδέ……),意为“因为人们并不认为它像轻石和灰烬一样,是由于不含任何水分才不燃的”。这说明红玉等石不燃的原因,与轻石、灰烬因曾遭焚烧而彻底失去水分才不燃的原理不同。
  3. §2.4τοῦ τε γὰρ ὕδατος ὥσπερ εἴπομεν ἐξομοιοῦται τὴν χρόαν ἑαυτῇ — 属格 τοῦ ὕδατος 修饰动词 ἐξομοιοῦται(使相似、同化)的宾语 τὴν χρόαν(颜色)。直译为“使水的颜色与自身同化”,指绿宝石使周围的水呈现绿色的光学反射效应。
  4. §2.4ὡς οὔπω μεταβεβληκυίας ἀπὸ τοῦ ὕδατος — 带有连词 ὡς(仿佛)的完成时主动分词阴性单数属格形式 μεταβεβληκυίας(改变、转化)。它以修饰前句的阴性名词 λίθου(石头)或关系代词 ἧς(其)为意念上的主语,构成属格绝对结构或直接作为一致的修饰语,意为“仿佛该石头尚未因水分而完全转化”。

引用这一段

泰奥弗拉斯托斯, 论石 §2.3-2.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg004.humanitext-grc1:2.3-2.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。