§3.44Ἐὰν τὸ μετόπωρον εὐδιεινὸν παρὰ τὸ εἰκὸς γένηται, τὸ ἔαρ γίνεται ψυχρὸν ὡς τὰ πολλά.
如果秋季反常地晴朗,春季通常会寒冷。
ἐὰν πρωὶ χειμάζειν ἄρξηται, πρωῒ παύεται καὶ ἔαρ καλόν, ἐὰν δὲ τοὐναντίον, καὶ ἔαρ ὄψιον ἔσται.
如果冬季开始得早,就会结束得早,且春季会美好;但如果相反,春季也会迟来。
ἐὰν χειμὼν ὑέτιος, τὸ ἔαρ αὐχμηρόν, ἐὰν δ᾿ αὐχμηρὸς ὁ χειμών, τὸ ἔαρ καλόν.
如果冬季多雨,春季就会干燥;但如果冬季干燥,春季会美好。
ἐὰν ἡ ὄπωρα γίνηται ἐπιεικής, τὰ πολλὰ γίνεται τοῖς προβάτοις λιμός.
如果晚夏气候平庸,通常羊群会遭遇饥荒。
ἐὰν τὸ ἔαρ καὶ τὸ θέρος ψυχρὰ γίνηται, ἥ τε ὄπωρα γίνεται καὶ μετόπωρον πνιγηρὸν καὶ οὐκ ἀνεμῶδες.
如果春季和夏季寒冷,则晚夏和秋季都会闷热且无风。
§3.45Οἱ πρῖνοι ἐὰν εὐκαρπῶσι, χειμῶνες πολλοὶ σφόδρα γίνονται.
如果冬青栎结实累累,就会多次出现极度严寒的冬季。
ἐὰν ἐπὶ κορυφῆς ὄρους νέφος ὀρθὸν στῇ, χειμῶνα σημαίνει, ὅθεν καὶ Ἀρχίλοχος ἐποίησε “Γλαῦχ᾿ ὅρα·
如果云直立在山顶上,预示着冬日;因此阿尔基洛科斯也写道:“格劳科斯,看啊!
βαθὺς γὰρ ἤδη κύμασιν ταράσσεται Πόντος ἀμφὶ δ᾿ ἄκρα Γυρῶν ὀρθὸν ἵσταται νέφος Σῆμα χειμῶνος.
深海已因波涛而汹涌,在吉赖群峰周围伫立着直立的云,这是冬日的征兆。
” ἐὰν δ᾿ ὁμόχρων ᾖ ὑμένι λευκῷ, χειμέριον.
” 如果它呈白色膜状,预示着冬日。
ὅταν ἑστώτων νεφῶν ἕτερα ἐπιφέρηται τὰ δ᾿ ἠρεμῇ, χειμέρια.
当部分云保持静止,而其他云飘移过来,而静止的云依然不动时,预示着冬日。
§3.46Ὁ ἥλιος ἐὰν χειμῶνος διαλάμψας πάλιν ἀποκρυφθῇ καὶ τοῦτο ποιήσῃ δὶς ἢ τρίς, ἡμέρα χειμέριος δίεισιν.
在冬季,如果太阳在云隙中闪耀后又隐没,并且如此重复两三次,那一天将作为寒冬之日度过。
ὁ τοῦ Ἑρμοῦ ἀστὴρ χειμῶνος μὲν φαινόμενος ψύχη σημαίνει θέρους δὲ καῦμα.
水星若在冬季出现则预示寒冷,在夏季则预示炎热。
ὅταν μέλιτται μὴ ἀποπέτωνται μακρὰν ἀλλ᾿ αὐτοῦ ἐν τῇ εὐδίᾳ πέτωνται, χειμῶνα ἐσόμενον σημαίνει.
当蜜蜂不飞向远方,而是在晴天里也在原地飞翔时,预示着冬日即将来临。
λύκος ὠρυόμενοος χειμῶνα σημαίνει διὰ τριῶν ἡμερῶν.
狼嚎叫预示着三天之内会有冬日。
λύκος ὅταν πρὸς τὰ ἔργα ὁρμᾷ ἢ εἴσω χειμῶνος ὥρᾳ, χειμῶνα σημαίνει εὐθύς.
在冬季,当狼奔向耕作地或闯入其内部时,立刻预示着冬日。
§3.47Ἔστι δὲ σημεῖον χειμώνων μεγάλων καὶ ὄμβρων καὶ ὅταν γένωνται ἐν τῷ μετοπώρῳ πολλοὶ σφῆκες, καὶ ὅταν ὄρνιθες λευκοὶ πρὸς τὰ ἐργάσιμα πλησιάζωσι, καὶ ὅλως τὰ ἄγρια θηρία ἐὰν πρὸς τὰ ἐργάσιμα, βόρειον καὶ χειμῶνος μέγεθος σημαίνει.
秋季出现许多黄蜂,也是大冬和暴雨的征兆;当白色的鸟接近耕作地时,以及大凡野生野兽如果接近耕作地,预示着北风和冬日的严酷。
τῆς Πάρνηθος ἐὰν τὰ πρὸς ζέφυρον ἄνεμον καὶ τὰ πρὸς Φύλης φράττηται νέφεσι βορείων ὄντων, χειμέριον τὸ σημεῖον.
当刮着北风时,如果帕尔内斯山朝向西风的一侧和朝向菲莱的一侧被云雾遮挡,则是冬日的征兆。
§3.48Ὅταν πνίγη γίνηται ἰσχυρά, ὡς τὰ πολλὰ ἀνταποδίδωσι καὶ γίνεται χειμὼν ἰσχυρός.
当出现强烈的闷热时,通常会得到回报而出现严冬。
ἐὰν ὕδατα ἐαρινὰ πολλὰ γένηται, καύματα ἰσχυρὰν ἐν τοῖς πεδινοῖς καὶ κοίλοις γίνεται.
如果春季雨水多,平原和洼地就会出现酷暑。
δεῖ οὖν τὴν ἀρχὴν ὁρᾶν.
因此必须观察其开端。
ἐὰν τὸ μετόπωρον εὐδιεινὸν γίνηται σφόδρα, τὸ ἔαρ ὡς τὰ πολλὰ γίνεται ψυχρόν· ἐὰν δὲ τὸ ἔαρ ὄψιον γένηται καὶ ψυχρόν, ἡ ὄπωρα ὀψία γίνεται καὶ τὸ μετόπωρον ὡς τὰ πολλὰ πνιγηρόν.
如果秋季非常晴朗,春季通常会变得寒冷;但如果春季迟来且寒冷,则晚夏会迟来,且秋季通常会闷热。
§3.49Οἱ πρῖνοι ὅταν εὐκαρπῶσι σφόδρα, ὡς μὲν τὰ πολλὰ χειμῶνα ἰσχυρὸν σημαίνουσιν, ἐνίοτε δὲ καὶ αὐχμούς φασι γίνεσθαι.
当冬青栎结实极丰时,虽然通常预示着严冬,但有时人们说也会发生干旱。
καὶ ἐάν τις σπάλακα λαβὼν ὑποπάσας ἄργιλον εἰς πιθάκνην θῇ, σημαίνει ταῖς φωναῖς αἷς ἀφίησιν ἄνεμον καὶ εὐδίαν.
而且如果有人捉住一只鼹鼠,在下面铺上粘土后放入小瓮中,它就会通过发出的叫声来预示风和晴天。
καὶ τὸ πανταχοῦ δὲ λεγόμενον σημεῖον δημόσιον χειμέριον, ὅταν μῦες περὶ φορυτοῦ μάχωνται καὶ φέρωσιν.
此外,到处传颂的通俗冬日征兆是:当老鼠为了垃圾争斗并搬运它们时。