Humanitext Reader

泰奥弗拉斯托斯 · 论天气征兆 §3.38-3.43

预示冬季与严寒风暴的自然与生物征兆

第 6 段,共 8 段 · 希腊语

内容简介

详述了预示冬日来临、严寒、降雪和风暴的各种自然征兆(如天体表象、鸟类、家畜和昆虫的行为、灯火燃烧状态以及山顶的云雾变化等)。

§3.38ΙΙΙ. Χειμῶνος δὲ τάδε.
III. 关于冬季的征兆如下。
ἥλιος δυόμενος εἰς μὴ καθαρόν.
太阳落入不晴朗的空中。
καὶ ὡς ἂν μερισθῇ δυόμενος, οὕτως αἱ ἡμέραι ἐπιτελοῦνται.
且根据落日被分割的情况,此后的日子便会随之决定。
οἷον εἰ τὸ τρίτον μέρος ἀπολειφθείη ἢ τὸ ἥμισυ.
例如,如果剩下三分之一或二分之一。
τὸ σελήνιον ἐὰν ὀρὸν ᾖ μέχρι τετράδος καὶ εἰ εὔκυκλον, χειμάσει μέχρι διχοτόμου·
若月亮在新月第四天前呈现乳清色且圆润,则到半月为止都会是寒冬。
γέρανοι ἐὰν πρωῒ πέτωνται καὶ ἀθρόοι, πρωῒ χειμάσει, ἐὰν δὲ ὀψὲ καὶ πολὺν χρόνον, ὀψὲ χειμάσει.
如果鹤飞得早且成群结队,冬日就会早来;但若飞得晚且持续时间长,冬日就会迟来。
καὶ ἐὰν ὑποστραφῶσι πετόμενοι, χειμῶνα σημαίνουσι.
且如果它们在飞翔中折返,则预示着冬日。
§3.39Χῆνες βοῶντες μᾶλλον ἢ περὶ σῖτον μαχόμενοι χειμέριον.
鹅比平时更叫唤,或为了食物而争斗,预示着冬日。
σπίνος στρουθὸς σπίζων ἕωθεν χειμέριον.
燕雀在黎明时啼叫预示着冬日。
ὄρχιλος εἰσιὼν καὶ εἰσδυόμενος εἰς ὀπὰς χειμῶνα σημαίνουσι καὶ ἐριθεὺς ὡσαύτως.
鹪鹩进入并钻入孔洞预示着冬日,知更鸟也是如此。
κορώνη ἐὰν ταχὺ δὶς κρώζῃ καὶ τρίτον, χειμερία.
如果乌鸦急促地啼叫两声、接着第三声,预示着冬日。
καὶ κορώνη καὶ κόραξ καὶ κολοιὸς ὀψὲ ᾄδοντες χειμέριοι.
乌鸦、渡鸦和寒鸦在傍晚啼鸣,预示着冬日。
στρουθὸς ἐὰν λευκὸς ἢ χελιδὼν ἢ ἄλλο τι τῶν μὴ εἰωθότων λευκῶν, χειμῶνα μέγαν σημαίνουσιν, ὥσπερ καί, μέλανες ἐὰν πολλοὶ φανῶσιν, ὕδωρ.
如果麻雀、燕子或任何其他平时非白色的鸟显得呈白色,预示着大冬;正如若出现许多黑色的鸟则预示着雨水。
§3.40Καὶ ἐὰν ἐκ πελάγους ὄρνιθες φεύγωσι, χειμῶνα σημαίνουσι.
且如果鸟类从海中逃离,则预示着冬日。
καὶ σπίνος ἐν οἰκίᾳ οἰκουμένῃ φθεγγόμενος χειμέριον.
且在有人居住的房屋里啼叫的燕雀预示着冬日。
ὅσα ὕδωρ σημαίνει, χειμῶνα ἄγει, ἐὰν μὴ ὕδωρ, χιόνα καὶ χειμῶνα.
凡是预示雨水的征兆,都会带来冬日;若不带来雨水,就会带来雪和冬日。
κόραξ φωνὰς πολλὰς μεταβάλλων χειμῶνος χειμέριον.
在冬季,渡鸦变换许多种叫声,预示着冬日。
κολοιοὶ ἐκ τοῦ νότου πετόμενοι καὶ τευθίδες χειμέριαι.
寒鸦自南方飞来以及枪乌贼出现,预示着冬日。
φωνὴ ἐν λιμένι ἀποψοφοῦσα καὶ πολύπλοκον ἠχοῦσα χειμέριον.
港湾里回响的声音、发出复杂的共鸣,预示着冬日。
καὶ οἱ πνεύμονες οἱ θαλάττιοι ἐὰν πολλοὶ φαίνωνται ἐν τῷ πελάγει. χειμερινοῦ ἔτους σημεῖον.
且如果海中出现许多海肺,则是多冬之年的征兆。
πρόβατα ἐὰν πρωῒ ὀχεύηται, πρώϊον χειμῶνα σημαίνουσι.
如果绵羊过早交配,预示着早冬。
§3.41Μετοπώρῳ ἐὰν πρόβατα ἢ βόες ὀρύττωσι καὶ κοιμῶνται ἀθρόοι πρὸς ἀλλήλους ἔχοντες τὰς κεφαλάς, τὸν χειμῶνα χειμέριον σημαίνει.
在秋季,如果绵羊或牛刨地并聚集而眠、将头彼此相靠,预示着冬日会是严冬。
ἐν δὲ τῷ Πόντῳ φασίν, ὅταν Ἀρκτοῦρος ἀνατείλῃ θᾶττον, ἐναντίους τῷ βορρᾷ νέμεσθαι.
且在蓬托斯地方,人们说当大角星升起时,它们会迎着北风吃草。
βόες μᾶλλον ἐσθίοντες τοῦ εἰωθότος καὶ ἐπὶ τὸ δεξιὸν κατακλινόμενοι χειμέριον.
牛吃得比平时多且向右侧卧,预示着冬日。
καὶ ὦτα κρούων ὄνος χειμέριον· καὶ μαχόμενα πρόβατα καὶ ὄρνιθες περὶ σίτου παρὰ τὸ ἔθος· προπαρασκευάζονται γάρ· καὶ μῦες τρίζοντες καὶ ὀρχούμενοι χειμέριον.
且驴子抖动耳朵预示着冬日;以及绵羊和鸟类反常地为了食物而争斗;因为它们在提前作准备;以及老鼠吱吱叫和跳跃预示着冬日。
§3.42Καὶ κύων τοῖς ποσὶν ὀρύττουσα καὶ ὀλολυγὼν ᾄδουσα μόνη ἀκρωρίας χειμέριον.
且狗用爪子刨地、以及一头鸮在黄昏时独自啼鸣,预示着冬日。
γῆς ἔντερα πολλὰ φαινόμενα χειμῶνα σημαίνει.
出现许多地龙预示着冬日。
καὶ ἐὰν πῦρ μὴ θέλῃ ἅπτεσθαι, χειμέριον· καὶ ἐὰν λύχνος ἅπτεσθαι μὴ ἐθέλῃ, χειμῶνα σημαίνει· καὶ τέφρα πηγνυμένη νιφετόν.
且如果火不易点着,预示着冬日;如果灯不易点亮,预示着冬日;且灰烬凝结成块预示着降雪。
λύχνος εὐδίας ἡσυχαῖος καιόμενος χειμῶνα σημαίνει· καὶ ἐὰν χειμῶνος ὄντος μύκαι μέλαιναι ἐπιγίνωνται, χειμῶνα σημαίνει· καὶ ἐὰν ὥσπερ κέγχροις πολλοῖς κατάπλεως ᾖ, χειμερίσει· καὶ ἐὰν κύκλῳ περὶ τὸ λαμπρὸν ὦσιν εὐδίας οὔσης, χιονικόν.
晴天时灯火静静地燃烧预示着冬日;且若在冬季,灯芯上出现黑色的结煤,预示着冬日;且如果它仿佛落满了许多小米粒般的火花,则将有严冬;且若在晴天时光焰周围有光圈,预示着降雪。
§3.43Ἡ τοῦ ὄνου Φάτνη εἰ συνίσταται καὶ ζοφερὰ γίνεται, χειμῶνα σημαίνει.
若驴槽凝聚且变得黯淡,预示着冬日。
καὶ ἐὰν ἀστραπὴ λαμπρὰ μὴ ἐν τῷ αὐτῷ μένῃ, χειμέριον.
且如果明亮的闪电不在同一个地方停留,预示着冬日。
ἐπὶ Πλειάδι δυομένῃ ἐὰν λάμψῃ κατὰ Πάρνηθα καὶ Bρίληττον καὶ Ὕμηττον, ἐὰν μὲν ἅπαντα καταλάμψῃ. μέγαν χειμῶνα σημαίνει, ἐὰν δὲ τὰ δύο, ἐλάττω, ἐὰν δὲ Πάρνηθα μόνον, εὐδιεινόν·
在昴星团西沉时,如果闪电掠过帕尔内斯山、布里莱托斯山和海麦托斯山,若将所有山都照亮,预示着大冬;若只照亮两座,预示着较弱的冬日;若仅照亮帕尔内斯山,则预示着晴朗。
καὶ ἐὰν χειμῶνος ὄντος νεφέλη μακρὰ ἐπὶ τὸν Ὕμηττον ᾖ, χειμῶνος ἐπίτασιν σημαίνει.
且若在冬季,有一条长云挂在海麦托斯山上,预示着冬日的加剧。
Ἄθως καὶ Ὄλυμπος καὶ ὅλως ὀρέων κορυφαὶ κατεχόμεναι ὑπὸ νεφελῶν χειμέριον.
阿托斯山、奥林匹斯山以及大凡被云雾笼罩的山顶,预示着冬日。
ἐὰν εὐδίας γινομένης νεφέλιον φαίνηται ἐν τῷ ἀέρι παρατεταμένον καὶ τιλλόμενον, οὔπω παύεται ὁ χειμών.
如果正在转晴时,空中出现一条拉长且如被撕扯过的小云,冬日便还没有结束。

词汇与语法注释

  1. §3.38ὡς ἂν μερισθῇ — 关系副词 ὡς 伴随虚拟语气和 ἄν,表示泛指的条件或方式,意为“无论以何种方式被分割”。
  2. §3.39ὄρχιλος εἰσιὼν καὶ εἰσδυόμενος εἰς ὀπὰς χειμῶνα σημαίνουσι καὶ ἐριθεὺς ὡσαύτως — 动词 σημαίνουσι 使用复数形式,是因为它同时以句首的主语 ὄρχιλος(鹪鹩)和后文的 ἐριθεὺς(知更鸟)作为共同主语。
  3. §3.41νέμεσθαι — 间接引语中的不定式,依附于主句动词 φασίν(他们说)。其逻辑主语(宾格)因指代前句中提到的绵羊和牛(πρόβατα ἢ βόες)而被省略。
  4. §3.42ἀκρωρίας — 名词 ἀκρωρία(一日之末、黄昏)的属格形式,用作时间属格,表示“在黄昏时”或“在薄暮时”。
  5. §3.43ἐπὶ Πλειάδι δυομένῃ — 介词 ἐπί 伴随与格,表示时间上的同时性,意为“在昴星团西沉时”。

引用这一段

泰奥弗拉斯托斯, 论天气征兆 §3.38-3.43. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.ogl002.humanitext-grc1:3.38-3.43

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。