Humanitext Reader

泰奥弗拉斯托斯 · 论天气征兆 §4.50-4.57

晴天的征兆与季节性气候预测

第 8 段,共 8 段 · 希腊语

内容简介

作者列举了通过太阳、月亮、星辰、云雾、山峦、鸟兽及灯火等观察到的各种晴天征兆,并进一步解释了利用乳香黄连木果实预示耕作期的方法,以及由大雾、风、彗星和星辰出没所预示的季节性与全年性气候规律。

§4.50IV. Εὐδίας δὲ σημεῖα τάδε.
IV. 晴天的征兆如下。
ἥλιος μὲν ἀνιὼν λαμπρὸς καὶ μὴ καυματίας καὶ μὴ ἔχων σημεῖον μηδὲν ἐν ἑαυτῷ εὐδίαν σημαίνει.
太阳升起时明亮、不灼人,且自身不带有任何征兆,则预示着晴天。
ὡς δ᾿ αὕτως σελήνη πανσελήνῳ.
满月时的月亮也是如此。
καὶ δυόμενος ἥλιος χειμῶνος εἰς καθαρὸν εὐδιεινός, ἐὰν μὴ ταῖς προτέραις ἡμέραις εἰς μὴ καθαρὸν δεδυκὼς ἐξ εὐδιῶν· οὕτω δὲ ἄδηλον.
在冬季,如果太阳落入晴空,则预示着晴天,除非在之前的几天里,它在晴天之后落入了不晴朗的天空中;在那种情况下,征兆是不确定的。
καὶ ἐὰν χειμάζοντος ἡ δύσις γένηται εἰς καθαρόν, εὐδιεινόν· καὶ ἐὰν δύνων χειμῶνος ὠχρὸς ᾖ, εὐδίαν σημαίνει.
又,如果在暴风雨中太阳落入晴空,则预示着晴天;如果冬季落日呈现苍白色,则预示着晴天。
§4.51Καὶ ὁ μεὶς ἐὰν τριταῖος ὢν λαμπρὸς ᾖ, εὐδιεινόν.
又,如果初三的月亮明亮,则预示着晴天。
καὶ ἡ τοῦ ὄνου Φάτνη ὅτε ἂν καθαρὰ καὶ λαμπρὰ φαίνηται, εὐδιεινόν.
又,当驴子的“马槽”显得清晰而明亮时,预示着晴天。
ἅλως δὲ ἐὰν ὁμαλῶς παγῇ καὶ μαρανθῇ, εὐδίαν σημαίνει.
而光晕如果均匀地凝结并消逝,则预示着晴天。
αἱ κηλάδες νεφέλαι χειμῶνος εὐδιειναί.
冬季的斑驳云彩预示着晴天。
Ὄλυμπος δὲ καὶ Ἄθως καὶ ὅλως τὰ ὄρη τὰ σημαντικὰ ὅταν τὰς κορυφὰς καθαρὰς ἔχωσιν, εὐδίαν σημαίνει.
而奥林匹斯山和阿索斯山,以及大凡预示天气的山脉,当它们的山顶清晰无云时,预示着晴天。
καὶ ὅταν τὰ νέφη πρὸς τὴν θάλασσαν αὐτὴν παραζωννύῃ, εὐδιεινόν.
当云彩紧贴着大海本身形成带状时,预示着晴天。
καὶ ὅταν ὕσαντος πρὸς δυσμὰς χαλκῶδες τὰ νέφη χρῶμα ἔχῃ· εὐδία γὰρ ὡς τὰ πολλὰ τῇ ὑστεραίᾳ.
又,当下过雨后,西边的云彩呈现青铜色时;因为第二天通常会是晴天。
§4.52Ὅταν δὲ ὁμίχλη γένηται, ὕδωρ οὐ γίνεται ἢ ἔλαττον.
而当大雾降临时,则不下雨,或者雨水极少。
ὅταν γέρανοι πέτωνται καὶ μὴ ἀνακάμπτωσιν, εὐδίαν σημαίνει· οὐ γὰρ πέτονται πρὶν ἢ ἂν πετόμενοι καθαρὰ ἴδωσι.
当鹤群飞翔而不折返时,预示着晴天;因为它们在飞行中若不看见晴空,是不会起飞的。
γλαῦξ ἡσυχαῖον φθεγγομένη ἐν χειμῶνι εὐδίαν προσημαίνει· καὶ νύκτωρ χειμῶνος ἡσυχαῖον ᾄδουσα.
冬季,小鸮静静地啼叫预示着晴天;在冬季的夜里静静地歌唱也是如此。
θαλαττία δὲ γλαῦξ ᾄδουσα χειμῶνος μὲν εὐδίαν σημαίνει, εὐδίας δὲ χειμῶνα.
而海鸮歌唱,在冬季预示着晴天,在晴天则预示着暴风雨。
καὶ κόραξ δὲ μόνος μὲν ἡσυχαῖον κράζων, καὶ ἐὰν τρὶς κράξῃ μετὰ τοῦτο πολλάκις κράξῃ, εὐδιεινός.
又,渡鸦独自静静地叫,如果它叫了三声,之后又连声大叫,则预示着晴天。
§4.53Καὶ κορώνη ἕωθεν εὐθὺς ἐὰν κράξῃ τρίς, εὐδίαν σημαίνει, καὶ ἑσπέρας χειμῶνος ἡσυχαῖον ᾄδουσα.
又,乌鸦若在清晨立即连叫三声,则预示着晴天,在冬季的傍晚静静地啼叫也是如此。
καὶ ὄρχιλος ἐξ ὀπῆς ἐκπετόμενος καὶ ἐξ ἑρκίων καὶ ἐξ οἰκίας ἔξωθεν εὐδίαν σημαίνει.
又,鹪鹩从洞穴中、篱笆中或房子外面飞出,则预示着晴天。
καὶ ἐὰν χειμῶνος βορεύοντος βορρᾶθεν ὑπόλαμψις γένηται λευκή, νοτόθεν δὲ ἐναντία τεταγμένη ᾖ νεφέλη ὀγκώδης, ὡς ἐπὶ τὸ πολὺ εἰς εὐδίαν σημαίνει μεταβολήν.
又,如果在刮着北风的冬季,北方出现了一道白色的微光,而在与之相对的南方停驻着一团膨胀的云,这通常预示着向晴天的转变。
καὶ ὅταν βορέας νεφέλας πολλὰς κινῇ ἐκπνέων μέγας, εὐδίαν σημαίνει.
又,当北风猛烈吹拂并移动许多云彩时,预示着晴天。
§4.54Πρόβατα ὀψὲ ὀχευόμενα εὐδιεινὸν ἀποτελοῦσι τὸ σημεῖον.
羊群在晚期交配,构成了晴天的征兆。
καὶ βοῦς ἐπὶ τὸ ἀρίστερον ἰσχίον κατακλινόμενος εὐδίαν σημαίνει· καὶ κύων ὡσαύτως· ἐπὶ δεξιὸν δὲ χειμῶνα.
又,牛朝左侧卧下预示着晴天,狗也是如此;但如果朝右侧,则预示着暴风雨。
τέττιγες πολλοὶ γινόμενοι νοσῶδες τὸ ἔτος σημαίνουσι.
出现许多蝉,预示着那一年多病。
λύχνος χειμῶνος καιόμενος ἡσυχαῖος εὐδίαν σημαίνει.
冬季,油灯静静地燃烧预示着晴天。
καὶ ἐὰν ἐπ᾿ ἄκρῳ οἷον κέγχρους ἔχῃ λαμπράς· καὶ ἐὰν ἐν κύκλῳ τὴν μύξαν περιγράφῃ λαμπρὰ γραμμή.
又,如果灯芯顶端有像小米粒一样的亮斑,且有一圈亮线围绕着灯嘴。
§4.55Ὁ τῆς σχίνου καρπὸς σημαίνει τοὺς ἀρότους· ἔχει δὲ τρία μέρη καὶ ἔστιν ὁ πρῶτος τοῦ πρώτου ἀρότου σημεῖον, ὁ δεύτερος τοῦ δευτέρου, ὁ τρίτος τοῦ τρίτου·
乳香黄连木的果实预示着耕作的时期;因为它有三个部分,第一部分是第一期耕作的征兆,第二部分是第二期的,第三部分是第三期的。
καὶ ὡς ἂν τούτων ἐκβαίνῃ κάλλιστα καὶ γένηται ἁδρότατος, οὕτως ἕξει καὶ ὁ κατὰ τοῦτον ἄροτος.
这些部分中,哪一个结果最好、最丰满,与之相应的耕作也就会有同样好的收成。
§4.56Λέγεται δὲ καὶ τοιάδε σημεῖα ὅλων τε τῶν ἐνιαυτῶν γίνεσθαι καὶ τῶν μορίων.
据说,整年以及整年的各个部分也会出现如下的征兆。
ἐὰν ἀρχομένου τοῦ χειμῶνος ζόφος ᾖ καὶ καύματα γίνηται καὶ ταῦτα ἄνευ ὕδατος ὑπ᾿ ἀνέμων διαλυθῇ, πρὸς τὸ ἔαρ σημαίνει χάλαζαν ἐσομένην.
如果在冬季开始时出现昏暗并伴有炎热,且这些现象在无雨的情况下被风吹散,则预示着临近春季时会有冰雹。
καὶ ἐὰν μετὰ τὴν ἐαρινὴν ἰσημερίαν ὀμίχλαι πίπτωσι, πνεύματα καὶ ἀνέμους σημαίνουσιν εἰς ἕβδομον μῆνα ἀμφοτέρων ἀριθμουμένων.
又,如果春分之后降雾,则预示着到第七个月(两者皆计入)会有微风和强风。
ὅσαι μὲν ἅμα μηνοειδεῖ τῇ σελήνῃ πίπτουσιν, αὗται μὲν πνεύματα σημαίνουσιν εἰς ἐκεῖνον τὸν χρόνον, ὅσαι δ᾿ ἀμφικύρτου οὔσης τῆς σελήνης ὕδατα.
凡是在月亮呈新月状时降临的雾,预示着那一时期的风,而在月亮呈凸月状时降临的雾,则预示着雨水。
καὶ ὅσῳ ἂν μᾶλλον ἐφ᾿ ἑκατέρῳ τῷ σχήματι ὀμίχλαι πίπτωσι, μᾶλλον τὰ εἰρημένα σημαίνει.
而且在这两种月相中,降雾愈多,就愈发预示着上述的情况。
§4.57Σημαίνει δὲ καὶ τὰ πνεύματα ἅμα ταῖς ὀμίχλαις ἐπιπιπτούσαις γινόμενα· καὶ ἐὰν μὲν ἀπ᾿ ἠοῦς καὶ μεσημβρίας γίνηται τὰ πνεύματα, ὕδατα σημαίνει· ἐὰν δ᾿ ἀφ᾿ ἑσπέρας καὶ ἀπὸ τῆς ἄρκτου πνεύματα καὶ ψύχη.
伴随雾气降临而升起的风也具有预示作用;如果风来自东方和南方,则预示着雨水;如果来自西方和北方,则预示着风与寒冷。
οὓς δὲ κομήτας Αἰγύπτιοι λέγουσιν οὐ μόνον τὰ προειρημένα σημαίνουσιν ὅταν φαίνωνται ἀλλὰ καὶ ψύχη·
而埃及人称之为彗星的那些星体,当它们出现时,不仅预示着前述的情况,还预示着寒冷。
ἐπὶ δὲ τοῖς ἄστροις εἴωθεν ὡς ἐπὶ τὸ πολὺ σημαίνειν καὶ ταῖς ἰσημερίαις καὶ τροπαῖς, οὐκ ἐπ᾿ αὐταῖς ἀλλ᾿ ἢ πρὸ αὐτῶν ἢ ὕστερον μικρῷ.
此外,它们通常在星辰出没以及二分二至时显示征兆,但并非在当天,而是在它们之前或稍后一点。

词汇与语法注释

  1. 4.50ἐξ εὐδιῶν — 介词短语 ἐξ εὐδιῶν(自晴天起)修饰分词 δεδυκώς(落下)或其省略的动词部分,表示状态的变化:在之前的几天里,太阳在经历了一段晴朗天气后,落入了不晴朗的阴暗天空中。
  2. 4.51σημαίνει — 尽管主语 Ὄλυμπος(奥林匹斯山)、Ἄθως(阿索斯山)和 ὄρη(山脉)是复数,但动词 σημαίνει(预示)却使用了单数形式。这是因为紧邻的名词 τὰ ὄρη 是中性复数,在希腊语中通常要求动词使用单数形式;或者是因为“群山之顶清晰无云”这一整套现象被视为一个单一的征兆。
  3. 4.52καθαρὰ — 中性复数宾格形容词 καθαρὰ 用作动词 ἴδωσι(看见)的宾语,或起副词作用。此处省略了表示“晴空”或“晴朗区域”的名词(如 χωρία 或 νέφη),表示鹤群在飞行中直到看见天气变晴朗时才会起飞。
  4. 4.56ἀμφοτέρων ἀριθμουμένων — 这是一个属格绝对(genitive absolute)结构,意为“两者皆计入”。这指的是古代历法或计算习惯中的“两端包含计算法”(inclusive counting),即在计算第七个月时,将春分发生的月份和目标月份都算作一个月。

引用这一段

泰奥弗拉斯托斯, 论天气征兆 §4.50-4.57. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.ogl002.humanitext-grc1:4.50-4.57

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。