Humanitext Reader

泰奥弗拉斯托斯 · 论天气征兆 §2.32-2.37

依雷电与云彩辨风及各风向性质

第 5 段,共 8 段 · 希腊语

内容简介

本节阐述了通过雷电、天体升落及山间云彩预测风力产生和消长的方法,并根据古代风向图详细介绍了各种具体风向的特征及其转变规律。

§2.32Ἐὰν ἀστραπὴ πανταχόθεν γίνηται, ὕδωρ σημαίνει, καὶ ὅθεν ἂν αἱ ἀστραπαὶ πυκναὶ γίνωνται, ἐντεῦθεν πνεύματα γίνεται.
如果雷电来自四面八方,则预示着雨水;雷电密集的那个方向,就会刮起风来。
θέρους ὅθεν ἂν ἀστραπαὶ καὶ βρονταὶ γίνωνται, ἐντεῦθεν πνεύματα γίνεται ἰσχυρά· ἐὰν μὲν σφόδρα καὶ ἰσχυρὸν ἀστράπτῃ, θᾶττον καὶ σφοδρότερον πνεύσουσιν, ἐὰν δ᾿ ἠρέμα καὶ μανῶς, κατ᾿ ὀλίγον.
在夏季,雷雨交加的方向会刮起强风;如果雷电异常猛烈而强劲,风就会吹得更急、更猛,但如果是温和且稀疏的雷电,风就会渐渐吹起。
τοῦ δὲ χειμῶνος καὶ φθινοπώρου τοὐναντίον· παύουσι γὰρ τὰ πνεύματα αἱ ἀστραπαί· καὶ ὅσῳ ἂν ἰσχυρότεραι γίνωνται ἀστραπαὶ καὶ βρονταί, τοσούτῳ μᾶλλον παύονται·
然而在冬季和秋季,情况则相反,因为雷电会使风平息;雷电和雷声越强烈,风就越容易平息。
τοῦ δ᾿ ἔαρος ἧττον ἂν ταὐτὰ σημεῖα λέγω, ὥσπερ καὶ χειμῶνος.
在春季,我认为同样的征兆也适用,尽管不如在冬季那样明显。
§2.33Ἐὰν νότου πνέοντος βορρᾶθεν ἀστράπτῃ, παύεται·
如果在刮南风时,北方出现闪电,风就会停息。
ἐὰν ἕωθεν ἀστράπτῃ εἴωθε παύεσθαι τριταῖος, οἱ δὲ ἄλλοι πεμπταῖοι ἑβδομαῖοι ἐναταῖοι, οἱ δὲ δειλινοὶ ταχὺ παύονται.
如果黎明时闪电,风通常会在第三天停息,其余的则在第五天、第七天或第九天停息,而傍晚闪电带来的风则会很快停息。
οἱ βορέαι παύονται ὡς ἐπὶ τὸ πολὺ ἐν περιτταῖς οἱ δὲ νότοι ἐν ἀρτίαις.
北风多在奇数日停息,南风则在偶数日停息。
ἄνεμοι αἴρονται ἁμ᾿ ἡλίῳ ἀνατέλλοντι καὶ σελήνῃ.
风与升起的太阳和月亮一同兴起。
ἐὰν ἀνατέλλων ὁ ἥλιος καὶ σελήνη παύσωσιν, ἐπιτείνει τὰ πνεύματα· χρονιώτερα δὲ καὶ ἰσχυρότερα τὰ πνεύματα γίνεται τὰ ἡμέρας ἢ νύκτωρ ἀρχόμενα.
如果(风)在太阳和月亮升起时停止,随后风力就会增强;白天开始刮的风比夜间开始刮的风更持久、更强劲。
§2.34Ἐὰν ἐτησίαι πολὺν χρόνον πνεύσωσι καὶ μετόπωρον γένηται ἀνεμῶδες, ὁ χειμῶν νήνεμος γίνεται, ἐὰν δ᾿ ἐναντίως, καὶ ὁ χειμὼν ἐναντίος.
如果季风吹了很长时间,且秋季多风,那么冬季就会风平浪静;但如果是相反的情况,冬季也会相反。
πρὸς κορυφῆς ὄρους ὁπόθεν ἂν νεφέλη μηκύνηται, ταύτῃ ἄνεμος πνευσεῖται.
云从山顶向哪个方向拉长,风就会向那个方向吹。
αἱ νεφέλαι ἐκ τῶν ὄπισθεν προσίζουσαι καὶ ὄπισθεν πνευσοῦνται.
云从山后附着,说明风也会从后方吹来。
Ἄθως μέσος διεζευγμένος νότιος, καὶ ὅλως τὰ ὄρη διεζωσμένα νότια ὡς τὰ πολλά.
阿托斯山从中间被分割是南风的征兆,一般来说,被云雾环绕的山脉大体上多为南风的征兆。
οἱ κομῆται ἀστέρες ὡς τὰ πολλὰ πνεύματα σημαίνουσιν, ἐὰν δὲ πολλοί, καὶ αὐχμόν.
彗星出现大体上预示着风,如果出现很多,则也预示着干旱。
μετὰ χιόνα νότος, μετὰ πάχνην βορέας εἴωθε πνεῖν.
下雪后通常吹南风,结霜后通常吹北风。
μύκητες ἐπὶ λύχνου νότιον πνεῦμα ἢ ὕδωρ σημαίνουσιν.
灯芯上的结煤预示着南风或雨水。
§2.35Αἱ δὲ στάσεις τῶν πνευμάτων οὕτως ἔχουσιν ὡς ἐν τῷ γράμματι διώρισται.
关于风的方位,正如在图中所定义的那样。
τῶν δ᾿ ἀνέμων ἔτι πνέουσι τοῖς ἄλλοις ἐπιπίπτουσι μάλιστα ἀπαρκτίας θρακίας ἀργέστης.
在风中,当其他风仍在吹袭时,最易袭击它们的是北风(阿帕尔克提亚斯)、北北西风(托拉基亚斯)和西北西风(阿尔盖斯忒斯)。
ὅταν δὲ μὴ ὑπ᾿ ἀλλήλων διαλύωνται τὰ πνεύματα, ἀλλ᾿ αὐτὰ καταμαρανθῶσι, μεταβάλλουσιν εἰς τοὺς ἔχομένους ἐπὶ δεξιά, ὥσπερ ἡ τοῦ ἡλίου ἔχει φορά.
当风不是互相抵消,而是自身衰退时,它们会向右侧相邻的风转变,正如太阳运行的方向一样。
ὁ νότος ἀρχόμενος ξηρὸς τελευτῶν δὲ ὑγρός. καὶ ὁ εὖρος.
南风在开始时干燥,在结束时潮湿;东风也是如此。
ὁ δ᾿ ἀπηλιώτης ἀπὸ ἀνατολῆς ἰσημερινῆς ὑδατώδης· διὰ λεπτῶν δὲ ἄγει τὰ ὕδατα.
东风(来自二分点日出的风)多雨,带来细密的雨水。
§2.36Ὑγροὶ δὲ μάλιστα ὅ τε καικίας καὶ λίψ· χαλαζώδης δ᾿ ἀπαρκτίας καὶ θρακίας καὶ ἀργέστης· νιφετώδης δὲ ὅ τε μέσης καὶ ἀπαρκτίας· καυματώδης δὲ νότος καὶ ζέφυρος καὶ εὖρος· οἱ μὲν οἷς ἂν ἐκ πελάγους προσπίπτωσιν, οἱ δὲ οἷς ἂν διὰ γῆς.
最潮湿的风是东北东风(凯基亚斯)和西南西风(利普斯);而降雹的风是北风、北北西风和西北西风;降雪的风是东北风(梅塞斯)和北风;带来炎热的风是南风、西风和东风——对一些人来说是风从海上吹来时,对另一些人来说是风自陆地吹来时。
δασύνουσι δ᾿ οὐρανὸν νέφεσι καὶ καλύπτουσι καικίας μάλιστα εἶτα λίψ.
东北东风最能使天空云层密布并遮蔽天空,其次是西南西风。
καὶ οἱ μὲν ἄλλοι ἄνεμοι ἀφ᾿ ἑαυτῶν τὰ νέφη ὠθοῦσι, καικίας δὲ μόνος πνέων εἰς ἑαυτόν.
其他风将云从自身推开,而唯独东北东风在吹拂时会将云吸向自己。
αἴθριοι δὲ μάλιστα θρακίας καὶ ἀργέστης καὶ τῶν λοιπῶν ἀπαρκτίας· ἐκνεφίαι δὲ μάλιστα ὅ τε ἀπαρκτίας καὶ ὁ θρακίας καὶ ὁ ἀργέστης.
带来晴天的主要是北北西风、西北西风,其余中则是北风;而带来暴风雨的主要是北风、北北西风和西北西风。
§2.37Γίνονται δὲ ἐκνεφίαι ὅταν εἰς ἀλλήλους ἐμπίπτωσι πνέοντες μάλιστα μὲν μετοπώρου τῶν δὲ λοιπῶν ἔαρος.
暴风雨发生在风互相碰撞吹拂的时候,这主要发生在秋季,其余季节中则发生在春季。
ἀστραπαῖος δὲ θρακίας καὶ ἀργέστης καὶ ἀπαρκτίας καὶ μέσης.
北北西风、西北西风、北风和东北风会伴随闪电。
ἐὰν ἐν τῇ θαλάττῃ πάπποι φέρωνται πολλοὶ οἱ γινόμενοι ἀπὸ τῶν ἀκανθῶν, ἄνεμον σημαίνουσιν ἔσεσθαι μέγαν.
如果海面上漂浮着许多刺草的冠毛,预示着将有大风。
ὅθεν ἂν ἀστέρες διᾴττωσι πολλοί, ἄνεμον ἐντεῦθεν· ἐὰν δὲ πανταχόθεν ὁμοίως, πολλὰ πνεύματα σημαίνουσι.
流星大量飞逝的方向,风就从该处吹来;如果从各处同样飞逝,则预示着多风。
Πνευμάτων μὲν οὖν σημεῖα ταῦτα.
那么,以上便是风的征兆。

词汇与语法注释

  1. 2.32τοῦ δ᾿ ἔαρος ἧττον ἂν ταὐτὰ σημεῖα λέγω, ὥσπερ καὶ χειμῶνος — 此处的抄本存在异文,可读作 ἂν λέγω(虚拟语气与虚拟语气助词 ἂν 的非标准结合)或 ἂν λέγοιμι(潜在希求语气)。其含义为“在春季,我认为同样的征兆也适用,尽管其确定性不如冬季”。比较级 ἧττον(较少、较弱)表明,这些征兆在春季不如在冬季那么强烈或确定,但依然有效。
  2. 2.33ἐὰν ἀνατέλλων ὁ ἥλιος καὶ σελήνη παύσωσιν — 不及物动词 παύσωσιν 的主语是“风”。因此,这句话的意思是“如果(风)在太阳和月亮升起时停止”。这承接了前一句“风与升起的太阳和月亮一同兴起”的内容,描述了本该随天体升起而吹拂的风反而在此刻停止时,随后风力会反常增强的例外情况。
  3. 2.34αἱ νεφέλαι ἐκ τῶν ὄπισθεν προσίζουσαι — 分词 προσίζουσαι 的意思是“附着、粘附”。短语 ἐκ τῶν ὄπισθεν(自后方)指山顶的另一侧,即从观察者角度看山的背面。这描述了云朵仿佛缠绕在山体背面一样停留的景象,预示着风也将从该方向(后方 ὄπισθεν πνευσοῦνται)吹来。
  4. 2.35μεταβάλλουσιν εἰς τοὺς ἐχομένους ἐπὶ δεξιά — 这描述了风在自然减弱消失时风向的顺时针转变。向着“位于右侧邻近的(τοὺς ἐχομένους ἐπὶ δεξιά)风”转换,这与太阳的运行轨迹(自东向南、西、北)一致,表示顺时针的方向变化。
  5. 2.36καικίας δὲ μόνος πνέων εἰς ἑαυτόν — 这描述了古希腊气象学中著名的反常现象(亦见于亚里士多德的《气象学》等):“唯独凯基亚斯(东北东风)在吹拂时会把(云)吸引向自己”。通常情况下风会将云推离自己,但凯基亚斯似乎会将湿气和云彩吸回自己吹来的方向。

引用这一段

泰奥弗拉斯托斯, 论天气征兆 §2.32-2.37. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.ogl002.humanitext-grc1:2.32-2.37

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。