Humanitext Reader

亚里士多德 · 物理学(异本) §3#2

灵魂的德性与知识的获得并非变质

第 6 段,共 6 段 · 希腊语

内容简介

论证灵魂的德性与恶德以及理智部分中知识的获得属于关系项,因此并非变质,并得出结论:变质仅存在于感觉部分之中。

§3#2τῆς οἰκείας ἀρετῆς, καὶ μάλιστα κατὰ φύσιν, καθάπερ ὁ κύκλος | τότε μάλιστα κατὰ φύσιν ἐστίν, ὅταν μάλιστα κύκλος ᾖ), ἡ δὲ κακία φθορὰ τούτων καὶ ἔκστασις.
当达致其特有的德性,且尤其是按照本性的德性时才是最完满的,正如圆在最成其为圆时最符合本性一样),而恶德则是这些状态的毁灭和偏离。
γίγνεται μὲν οὖν ἀλλοιουμένου τινὸς καὶ ἡ λῆψις | τῆς ἀρετῆς καὶ ἡ τῆς κακίας ἀποβολή, ἀλλοίωσις μέντοι τούτων οὐδέτερον.
因此,德性的获得和恶德的丧失都是由于某物发生变质而产生的,然而这两者本身都不是变质。
| ὅτι δʼ ἀλλοιοῦταί τι, δῆλον.
但显然有某物发生了变质。
ἡ μὲν γὰρ ἀρετὴ τοι ἀπάθειά τις ἢ παθη|τικὸν ὡδί, ἡ δὲ κακία παθητικὸν ἢ ἐναντία πάθησις τῇ ἀρετῇ.
因为德性要么是某种无受动状态,要么是某种特定方式的受动状态,而恶德则是受动状态或与德性相反的受动。
καὶ τὸ | ὅλον τὴν ἠθικὴν ἀρετὴν ἐν ἡδοναῖς καὶ λύπαις εἶναι συμβέβηκεν· γὰρ κατʼ ἐνέργειαν τὸ τῆς ἡδονῆς διὰ μνήμην ἢ ἀπὸ τῆς ἐλπίδος.
并且从整体上说,伦理德性恰好存在于快乐与痛苦之中;因为快乐要么是由于现实活动,要么是由于记忆,要么是由于希望。
εἰ μὲν οὖν | κατʼ ἐνέργειαν, αἴσθησις τὸ αἴτιον, εἰ δὲ διὰ μνήμην ἢ διʼ ἐλπίδα, ἀπὸ ταύτης· ἢ γὰρ οἶα ἐπάθομεν μεμνημένοις τὸ τῆς ἡδονῆς ἢ οἷα πεισόμεθα | ἐλπίζουσιν.
因此,如果是因为现实活动,那么感觉就是原因;如果是由于记忆或希望,则是由此感觉而生:因为快感要么产生于对我们曾遭受之事的记忆,要么产生于对我们将要遭受之事的希望。
ἀλλὰ μὴν οὐδ’ ⟨ἐν⟩ τῷ διανοητικῷ μέρει τῆς ψυχῆς ἀλλοίωσις.
此外,在灵魂的理智部分中也同样没有变质。
| τὸ γὰρ ἐπιστῆμον μάλιστα τῶν πρός τι λέγεται.
因为拥有知识者最主要是就关系项而言的。
τοῦτο δὲ δῆλον· κατʼ οὐδε|μίαν γὰρ δύναμιν κινηθεῖσιν ἐγγίγνεται τὸ τῆς ἐπιστήμης, ἀλλʼ ὑπάρξαντός | τινος· ἐκ γὰρ τῆς κατὰ μέρος ἐμπειρίας τὴν καθόλου λαμβάνομεν ἐπιστή|μην.
而这是显而易见的:因为知识并非通过我们在任何能力上的运动而产生于我们,而是由于某种事物的存在;因为我们是从个别经验中获得普遍知识的。
οὐδὲ δὴ ἡ ἐνέργεια γένεσις, εἰ μή τις καὶ τὴν ἀνάβλεψιν καὶ τὴν | ἁφὴν γενέσεις φησίν· τοιοῦτον γὰρ ἡ ἐνέργεια.
知识的现实活动也绝非生成,除非有人把睁眼看和触摸也说成是生成;因为现实活动正是属于此类。
ἡ δὲ ἐξ ἀρχῆς λῆψις τῆς | ἐπιστήμης οὐκ ἔστι γένεσις οὐδʼ ἀλλοίωσις· τῷ γὰρ ἠρεμίζεσθαι καὶ καθ|ίστασθαι τὴν ψυχὴν ἐπιστήμων γίγνεται καὶ φρόνιμος.
而最初对知识的获得既非生成,亦非变质;因为通过灵魂的静止和安定,人变得拥有知识和明智。
καθάπερ οὖν οὐδʼ ὅταν | καθεύδων ἐγερθῇ τις ἢ μεθύων παύσηται ἢ νοσῶν καταστῇ, γέγονεν ἐπι|στήμων· καίτοι πρότερον οὐκ ἐδύνατο χρῆσθαι καὶ κατὰ τὴν ἐπιστήμην ἐνερ|γεῖν, εἶτα ἀπαλλαγείσης τῆς ταραχῆς καὶ εἰς ἠρεμίαν καὶ κατάστασιν ἐλθούσης τῆς | διανοίας ὑπῆρξεν ἡ δύναμις ἡ πρὸς τὴν τῆς ἐπιστήμης χρείαν.
因此,正如当一个睡着的人醒来,或者醉酒的人清醒,或者生病的人痊愈时,他并没有变成拥有知识者一样——尽管此前他无法使用知识并按照知识进行现实活动,但随后,当混乱被消除,理智达到平静和安定的状态时,使用知识的能力才得以存在。
τοιοῦτο δή | τι γίγνεται καὶ τὸ ἐξ ἀρχῆς ἐν τῇ τῆς ἐπιστήμης ὑπαρχῇ· τῆς γὰρ ταρα|χῆς ἠρεμία τις καὶ κατάστασις.
在知识最初产生时,也发生了类似的情况;因为这是混乱的某种静止和安定。
οὐδὲ δὴ τὰ παιδία δύναται μαθεῖν οὐδὲ | κρίνειν ταῖς αἰσθήσεσιν ὁμοίως τοῖς πρεσβυτέροις.
因此,孩子们也无法像年长者那样学习或通过感觉来进行判断。
πολλὴ γὰρ ἡ ταραχὴ περὶ ταῦτα καὶ ἡ κίνησις.
因为在他们身上,关于这些事物的混乱和运动是巨大的。
καθίσταται δὲ καὶ παύεται τῆς ταραχῆς τοτὲ | μὲν ὑπὸ τῆς φύσεως τοτὲ δʼ ὑπʼ ἄλλων.
而这种混乱的平息和停止,有时是通过本性,有时是通过其他事物。
ἐν ἀμφοτέροις δὲ τούτοις ἀλ|λοιοῦσθαί τι συμβαίνει, καθάπερ ὅταν ἐγερθῇ καὶ γένηται νήφων πρὸς τὴν ἐνέργειαν.
在这两种情况下,都会发生某物的变质,正如一个人醒来并变得清醒以进行现实活动一样。
φανερὸν οὖν ὅτι τὸ τῆς ἀλλοιώσεως ἐν τοῖς αἰσθητοῖς καὶ ἐν τῷ αἰσθητικῷ μέρει τῆς ψυχῆς, ἐν ἄλλῳ δʼ οὐθενὶ πλὴν κατὰ συμβεβηκός.
因此显然,变质只存在于可感觉之物中以及灵魂的感觉部分中,而在其他任何事物中都不存在,除非是偶发地。

词汇与语法注释

  1. 247a20–21ἀλλοιουμένου τινὸς — 属格独立(绝对属格)结构,表明变质的过程本身作为德性的获得或恶德的丧失的背景或原因。译为“由于某物发生变质”。
  2. 247a24–5τὸ τῆς ἡδονῆς — 带冠词的中性抽象表达,实际上意为“快乐(本身)”。在文意上,系动词(ἐστί)被省略,其后的三个介词短语(κατʼ ἐνέργειαν, διὰ μνήμην, ἀπὸ τῆς ἐλπίδος)构成了谓语部分。
  3. 247b23–4τῷ γὰρ ἠρεμίζεσθαι καὶ καθίστασθαι τὴν ψυχὴν — 带与格冠词 `τῷ` 的不定式(动名词用法),表示原因或手段。定格(宾格)的 `τὴν ψυχὴν` 是两个被动/中动不定式 `ἠρεμίζεσθαι`(静止)和 `καθίστασθαι`(安定)的逻辑主语。

引用这一段

亚里士多德, 物理学(异本) §3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg054.humanitext-grc1:3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。