Humanitext Reader

亚里士多德 · 亚里士多德分类集 §B.65-B.69

前后与同时的区分以及相反与肯定否定

第 19 段,共 19 段 · 希腊语

内容简介

本章节解释了“先于”、“后于”以及“同时”的五种分类(因自然、时间、能力、位置和顺序),接着讨论了关于“相反”的本体论划分、中间概念的有无,以及“肯定”与“否定”的定义。

§B.65## τὸ πρότερον — τὸ ὕστερον.
## 先于——后于。
τὸ πρότερον λέγεται πενταχῶς.
“先于”有五种说法。
ἢ γὰρ φύσει ἢ χρόνῳ ἢ δυνάμει ἢ θέσει ἢ τάξει λεχθήσεται.
即:因自然、因时间、因能力、因位置,或因顺序而被述说。
θέσει μὲν οὖν, οἷον ὃ ἐπὶ τῶν κειμένων ψήφων εἰώθαμεν λέγειν, οἷον ὅτι προτέρα αὕτη ταύτης.
定位置而言,例如我们通常在谈论被放置的算珠时所说的那样,比如这个在那个之先。
τάξει δέ, οἷον ὁ ταξίαρχος τοῦ λοχαγοῦ καὶ ὁ λοχαγὸς τοῦ ἰδιώτου καὶ τὸ ᾱ τοῦ β.
而因顺序,例如战术官在分队长之先,分队长在普通兵之先,以及阿尔法在贝塔之先。
δυνάμει δέ φαμεν εἶναι πρότερον τὸν στρατηγὸν τοῦ στρατιώτου καὶ ἁπλῶς τὸν δυνάστην τοῦ ἰδιώτου.
而因能力,我们说将军在士兵之先,简而言之,统治者在普通公民之先。
χρόνῳ δέ, οἷον πατὴρ υἱοῦ καὶ πᾶν τὸ πρεσβύτερον τοῦ νεωτέρου.
而因时间,例如父亲在儿子之先,一切年长者在年少者之先。
φύσει δέ ἐστι πρότερον, οἷον ἥ τε μονὰς τῆς δυάδος καὶ τὸ μέρος τοῦ ὅλου καὶ τὸ γένος τοῦ εἴδους, καὶ ἀπλῶς ὅσα αὐτὰ ἀλλήλοις μὴ συναναιρεῖται, τούτων τὸ μὲν συναναιροῦν πρότερόν ἐστι, τὸ φύσει δὲ συναναιρούμενον ὕστερον· οἷον τῆς μονάδος ἀναιρεθείσης ἡ δυὰς ἀναιρεῖται καὶ πᾶς ἀριθμός, δυάδος δὲ ἀναιρεθείσης οὐδὲν κωλύει μονάδα εἶναι· πρότερον τοίνυν τῇ φύσει μονὰς δυάδος.
而因自然在先的是,例如一(单子)在二(双子)之先,部分在整体之先,类在种之先;简而言之,在所有那些彼此不一同消灭的事物中,消灭对方的在先,而自然地被一同消灭的在后;例如,当一被消灭时,二以及所有的数也都被消灭,但当二被消灭时,没有什么能阻止一的存在;因此,在自然上一在二之先。
ὁμοίως δὲ καὶ τοῦ μέρους ἀναιρεθέντος τὸ ὅλον ἀναιρεῖται, τοῦ δὲ ὅλου μὴ ὄντος οὐδὲν κωλύει τὸ μέρος εἶναι.
同样地,当部分被消灭时,整体也被消灭,但当整体不存在时,没有什么能阻止部分的存在。
φανερὸν δὲ ὅτι ὁσαχῶς τὸ πρότερον λέγεται, τοσαυταχῶς καὶ τὸ ὕστερον λεχθήσεται· τὸ γὰρ ὕστερον ἐροῦμεν ἢ φύσει ἢ χρόνῳ ἢ θέσει ἢ τάξει ἢ δυνάμει.
显而易见,“先于”有多少种说法,“后于”也同样有多少种说法;因为我们所说的“后于”,或因自然、或因时间、或因位置、或因顺序、或因能力。
§B.66## τὸ ἅμα.
## 同时。
ὁσαχῶς τὸ πρότερον καὶ τὸ ὕστερον λέγεται, τοσαυταχῶς καὶ περὶ τοῦ ἅμα λεχθήσεται, οἷον ἢ φύσει ἢ θέσει ἢ δυνάμει ἢ χρόνῳ ἢ τάξει.
“先于”和“后于”有多少种说法,“同时”也有同样有多少种说法,例如或因自然、或因位置、或因能力、或因时间、或因顺序。
θέσει μὲν οὖν εἰσι τὰ τοιαῦτα ἅμα, ὅσα τῷ τόπῳ ἐξ ἴσου ἐστίν, οἷον τὰ τρέχοντα ἅμα φαμὲν εἶναι καὶ τὰ ἑστηκότα.
那么,因位置同时的是指在场所上相等的事物,例如我们说奔跑着的事物是同时的,站立着的事物也是同时的。
τάξει δέ ἐστιν τὰ τοιαῦτα ἅμα, οἷον οἱ τοῖς ζυγοῖς στοιχοῦντες, δυνάμει δὲ ἅμα λέγομεν τὰ μηδὲν ἀλλήλων πλέον δυνάμενα, χρόνῳ δὲ τὰ τοιαῦτα φαμὲν εἶναι ἅμα τὰ κατὰ τὸν αὐτὸν χρόνον ὄντα, φύσει δὲ λεκτέον ἅμα εἶναι τά τε συναναιροῦντα ἄλληλα καὶ τὰ μὴ δυνάμενα χωρὶς ἀλλήλων εἶναι, οἷον τό τε διπλάσιον καὶ τὸ ἥμισυ· ταῦτα γὰρ συναναιροῦνται ἀλλήλοις καὶ τὸ ἕτερον χωρὶς τοῦ ἑτέρου ἀδύνατον εἶναι· διπλασίου γὰρ ἀναιρεθέντος οὐκ ἔσται ἥμισυ καὶ ἡμίσους ἀναιρεθέντος οὐκ ἔσται διπλάσιον καὶ ἀδύνατόν ἐστι διπλασίου ὄντος μὴ εἶναι ἥμισυ.
而因顺序同时的是指例如在同一横列中并排的人。 而因能力同时,我们是指那些彼此并不比对方拥有更多能力的事物。 而因时间同时,我们说的是指那些在同一时间存在的事物。 而因自然同时,我们应当说的是指那些彼此一同消灭且不能脱离彼此而存在的事物,例如两倍和一半;因为这些是彼此一同消灭的,且一者脱离另一者存在是不可能的;因为当两倍被消灭时,将没有一半,而当一半被消灭时,将没有两倍,且在有两倍而没有一半是不可能的。
τούτων οὕτως ἀποδειχθέντων ἀκόλουθον εἰπεῖν περὶ τῶν ὄντων.
这些既然已被如此证明,接下来讨论存在的事物便是顺理成章的。
§B.68## τὰ ἐναντία.
## 相反。
διαιροῦνται τὰ ἐναντία οὕτως.
相反被划分为如下。
τῶν ὄντων τῶν μὲν ἔστι τι ἐναντίον, τῶν δὲ οὔ.
在存在的事物中,有些存在着某种相反者,有些则不然。
χρυσῷ μὲν γὰρ καὶ ἀνθρώπῳ καὶ ἱματίῳ καὶ τοῖς τοιούτοις οὐδέν ἐστιν ἐναντίον, ἀρετῇ δὲ καὶ ἀγαθῷ καὶ θερμῷ ἔστι 〈τι〉 ἐναντίον· ἀγαθῷ μὲν γὰρ ἐναντίον τὸ κακόν, ἀρετῇ δὲ κακία, θερμῷ δὲ ψυχρόν.
因为对于黄金、人类、衣服及此类事物,没有任何相反者,但对于德性、善、热,则存在着某种相反者;因为对于善,相反者是恶,对于德性是恶德,对于热是冷。
τῶν ἐναντίων τοίνυν αὐτῶν τὰ μὲν ἔχουσί τι ἀνὰ μέσον, τὰ δὲ οὔ.
那么,在这些相反者自身中,有些其间有某种中间物,有些则不然。
ἀγαθοῦ μὲν γὰρ καὶ κακοῦ ἔστι τι ἀνὰ μέσον, κινήσεως δὲ καὶ ἠρεμίας οὐδέν ἐστιν ἀνὰ μέσον· ἐξ ἀνάγκης γὰρ πάντα ἢ κινεῖται ἢ ἠρεμεῖ.
因为在善与恶之间存在某种中间物,但在运动与静止之间没有任何中间物;因为必然地,一切事物要么在运动,要么在静止。
καὶ ζωῆς καὶ θανάτου οὐδέν ἐστιν ἀνὰ μέσον· ἐξ ἀνάγκης γὰρ ὅπερ τῆς ζωῆς δεκτικόν ἐστιν, ἢ ζῇ ἢ τέθνηκεν.
且在生与死之间没有任何中间物;因为必然地,凡是能接受生命的事物,要么活着,要么已经死去。
| αὐτὰ δὲ τὰ ἐναντία λέγεται τριττῶς· ἢ γὰρ ὡς ἀγαθῷ κακὸν ἐναντίον ἐστίν, οἷον τῇ δικαιοσύνῃ ἡ ἀδικία καὶ τῇ σωφροσύνῃ ἡ ἀκολασία καὶ τὰ τοιαῦτα, ἢ ὡς οὐδέτερον οὐδετέρῳ ἐναντίον ἐστίν 〈οἷον. . . . τ ο ύτων γὰρ οὐδέν ἐστιν οὔτε κακὸν οὔτε ἀγαθόν.
| 而相反者自身有三种说法;因为要么是作为恶与善相反,例如不义与正义、放纵与节制及此类,要么是作为非此非彼者与非此非彼者相反,⟨例如……因为在这些中⟩没有任何事物既非恶亦非善。
ὡς κακὸν κακῷ δὲ ἐναντίον ἐστὶν [κακὸν] ἡ ὑπερβολὴ τῇ ἐνδείᾳ καὶ τὰ καθ’ ὑπερβολὴν καὶ ἔλλειψιν λεγόμενα, οἷον τὸ ὑπερβαλλόντως ψύχεσθαι 〈τῷ ὑπερβαλλόντως θερμοῦσθαι〉 ταῦτα γὰρ καθ’ ὑπερβολὴν λέγεται.
而作为恶与恶相反的是,过度与不足,即以过度和不足而被说的事物,例如过度受冷⟨与过度受热⟩;因为这些是因过度而被述说的。
καὶ τὸ ἐλλεῖπον τοῦ θερμοῦ τῷ ἐλλείποντι τοῦ ψυχροῦ· καὶ γὰρ ταῦτα κατ’ ἔλλειψιν ἐναντία.
以及热之不足者与冷之不足者;因为这些也是因不足而相反。
§B.69## περὶ καταφάσεως καὶ ἀποφάσεως.
## 关于肯定与否定。
μετὰ ταῦτα τοίνυν περὶ καταφάσεως σκεπτέον πῶς λέγομεν.
在此之后,我们必须考察关于“肯定”,我们是如何说的。
φαμὲν οὖν πᾶσαν κατηγορίαν ᾖ δηλοῦμεν ὑπάρχειν τι κατάφασιν εἶναι, οἷον τὸ καθῆσθαι τὸν ἄνθρωπον ἢ λευκὸν εἶναι τὸ ἱμάτιον καὶ πάντα τὰ τοῦτον τὸν τρόπον λεγόμενα.
那么我们说,凡是我们用以表示某物属于某物的陈述都是肯定,例如人正坐着、或衣服是白的,以及所有以这种方式被说的事物。
ἀπόφασις δέ ἐστι τοιοῦτον οἷον τὸ μὴ καθῆσθαι τὸν ἄνθρωπον καὶ τὸ μὴ λευκὸν εἶναι τὸ ἱμάτιον καὶ ἀπλῶς οὗ τὸ μὴ ἢ τὸ οὐ προστεθὲν σημαίνει μὴ ὑπάρχειν τι.
而否定则是指例如人没坐着、衣服不是白的,简而言之,即加上“不”或“非”用以表示某物不属于。

词汇与语法注释

  1. B.65θέσει — “因位置”。虽然也可以翻译为“因约定”或“因设定”,但紧随其后的具体例子是放置的算筹(ψῆφοι)的物理先后关系,因此这里指的是物理排列或空间“位置”。
  2. B.65τὸ μὲν συναναιροῦν πρότερόν ἐστι, τὸ φύσει δὲ συναναιρούμενον ὕστερον — 指一方的消灭会导致另一方的消灭,但反之不然的关系。在“不一同消灭(μὴ συναναιρεῖται)”的二元关系中,导致消灭(一者不存在则另一者也不存在)的一方被视为“先于”(πρότερον),而被连带消灭的一方被视为“后于”(ὕστερον)。
  3. B.66οἱ τοῖς ζυγοῖς στοιχοῦντες — 直译为“在相同的轭(ζυγοί)下排成一列的人”。此处指在军队方阵中排在同一横列(ζυγόν)的士兵们,作为在顺序(τάξις)上“同时(并列)”的例子。
  4. B.68ἐξ ἀνάγκης γὰρ ὅπερ τῆς ζωῆς δεκτικόν ἐστιν, ἢ ζῇ ἢ τέθνηκεν — 排中律的应用实例。表明任何具有接受生命之能力(δεκclicked)的事物,要么是“活着”,要么是“死去”,不存在中间状态。
  5. B.68τὸ ἐλλεῖπον τοῦ θερμοῦ τῷ ἐλλείποντι τοῦ ψυχροῦ — “热之不足者与冷之不足者[相反]”。这是恶与恶的相反关系中“不足对不足”的例子。表明热的不足(微凉或冷却中)与冷的不足(微温或加热中)在“不足”这一亏缺状态中是互为相反的。

引用这一段

亚里士多德, 亚里士多德分类集 §B.65-B.69. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg048.humanitext-grc1:B.65-B.69

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。