Humanitext Reader

亚里士多德 · 亚里士多德分类集 §B.3-B.13

恶德与恶的事物及运动的区分

第 12 段,共 19 段 · 希腊语

内容简介

文中展示了恶德、恶的事物、无知、出身卑微等伦理概念,以及运动、斯塔西斯等自然学和语言学概念的划分。

§B.3## ἡ κακία.
## 恶德。
διαιρεῖται ἡ κακία εἰς τέσσαρα.
恶德被分为四种。
ἔστι γὰρ αὐτῆς ἓν μὲν ἀφροσύνη, ἓν δὲ ἀδικία, ἓν δὲ δειλία, ἓν δὲ ἀκολασία.
因为在它之中,一个是愚蠢,一个是不公正,一个是胆怯,一个是放纵。
ἔστι δὲ ἡ μὲν ἀφροσύνη ἐν τῷ λογιστικῷ, ἡ δὲ ἀδικία ἐν πᾶσι τούτοις τοῖς μέρεσι γίνεται, ἡ δὲ δειλία ἐν τῷ θυμικῷ, ἡ δὲ ἀκολασία ἐν τῷ ἐπιθυμητικῷ.
愚蠢在于理智部分,不公正产生于所有这些部分之中,胆怯在于激情部分,放纵在于欲望部分。
τῆς κακίας ἄρα ἓν μέν ἐστιν ἀφροσύνη, ἓν δὲ ἀδικία, ἓν δὲ δειλία, ἓν δὲ ἀκολασία.
因此,在恶德中,一个是愚蠢,一个是不公正,一个是胆怯,一个是放纵。
§B.6## τὰ κακὰ.
## 恶的事物。
διαιρεῖται τὰ κακὰ εἰς τρία.
恶的事物被分为三种。
ἔστι γὰρ αὐτῶν τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός.
因为在它们之中,有些在灵魂中,有些在身体中,有些在外部。
ἔστι δὲ τὰ μὲν ἐν ψυχῇ, οἷον ἀφροσύνη ἀδικία δειλία ἀκολασία καὶ τὰ ἄλλα τὰ τοιαῦτα, τὰ δὲ ἐν σώματι, οἷον νόσος ἀσθένεια αἶσχος ἔχθρα καὶ τὰ ἄλλα τὰ τοιαῦτα, τὰ δὲ ἐκτός, οἷον πενία ἐχθροὶ ἀδοξία πόλεως καὶ τὰ ἄλλα τὰ τοιαῦτα.
在灵魂中的是例如愚蠢、不公正、胆怯、放纵及此类事物;在身体中的是例如疾病、虚弱、丑陋、敌对及此类事物;在外部的是例如贫困、敌人、城邦中的恶名及此类事物。
τῶν κακῶν ἄρα τὰ μέν ἐστιν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός.
因此,在恶的事物中,有些在灵魂中,有些在身体中,有些在外部。
§B.9## ἡ ἄγνοια.
## 无知。
διαιρεῖται ἡ ἄγνοια εἰς τρία.
无知被分为三种。
ἔστι γὰρ αὐτῆς ἓν μὲν περὶ τὸ θεωρητικόν, ἓν δὲ περὶ τὸ πρακτικόν, ἓν δὲ περὶ τὸ ποιητικόν.
因为在它之中,一个是关于理论的,一个是关于实践的,一个是关于制作的。
ἔστι δὲ ἡ περὶ τὸ θεωρητικὸν ἡ ἐν ταῖς θεωρίαις ἄγνοια, ἡ δὲ περὶ τὸ ποιητικὸν ἡ ἐν ταῖς ποιήσεσιν, ἡ δὲ περὶ τὸ πρακτικὸν ἡ ἐν ταῖς πράξεσιν.
关于理论的是在理论中的无知,关于制作的是在制作中的无知,关于实践的是在实践中的无知。
τῆς ἀγνοίας ἄρα ἓν μέν ἐστι περὶ τὸ θεωρητικόν, ἓν δὲ περὶ τὸ ποιητικόν, ἓν δὲ περὶ τὸ πρακτικόν.
因此,在无知中,一个是关于理论的,一个是关于制作的,一个是关于实践的。
§B.11## ἡ δυσγένεια.
## 出身卑微。
διαιρεῖται ἡ δυσγένεια εἰς τρία.
出身卑微被分为三种。
ἔστι γὰρ αὐτῆς ἓν μὲν εὐἀπὸ ἀδόξων καὶ φαύλων γεγονέναι γονέων, ἓν δὲ ἀπὸ ἀδίκων καὶ πονηρῶν, ἓν δὲ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος κακίας.
因为在它之中,一个是源于无名且卑贱的父母,一个是源于不公正且邪恶的父母,一个是源于拥有者自身的恶德。
ἔστι δὲ τὸ μὲν ἀπὸ ἀδόξων καὶ φαύλων γεγονέναι προγόνων, οἷον ἐὰν ὦσιν οἱ πρόγονοι ἀγεννεῖς κατὰ φύσιν ἢ ἄλλως ἀνώνυμοι.
源于无名且卑贱的祖先是指,例如祖先们天生卑贱或在其他方面默默无闻。
τὸ δὲ ἀπὸ ἀδίκων καὶ μοχθηρῶν, οἷον ἐὰν ὦσι προδόται ἢ ἄλλην τινὰ ἀδικίαν καὶ μοχθηρίαν ἔχωσιν.
而源于不公正且邪恶的祖先是指,例如他们是叛徒或具有某种其他的不公正和邪恶。
τὸ δὲ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος κακίας, οἷον ἐὰν ᾖ αὐτὸς ἄδικος ἢ κακοπράγμων ἢ ἄλλην τινὰ κακὴν δόξαν κατ’ αὐτοῦ ἔχωσιν.
而源于拥有者自身的恶德是指,例如他自己是不公正的或作恶者,或者人们对他持有某种其他恶名。
τῆς δυσγενείας ἄρα ἐστὶν ἓν μὲν τὸ ἀπὸ ἀδόξων καὶ φαύλων προγόνων γεγονέναι, ἓν δὲ τὸ ἀπὸ ἀδίκων καὶ μοχθηρῶν, ἓν δὲ τὸ ἀπ’ αὐτῆς τῆς τοῦ ἔχοντος κακίας καὶ μοχθηρίας.
因此,在出身卑微中,一个是源于无名且卑贱的祖先,一个是源于不公正且邪恶的祖先,一个是源于拥有者自身的恶德和邪恶。
§B.12## ἡ κίνησις.
## 运动。
διαιρεῖται ἡ κίνησις εἰς τρία.
运动被分为三种。
ἔστι γὰρ αὐτῆς ἓν μὲν κατὰ τόπον, ἓν δὲ κατὰ ἀλλοίωσιν, ἓν δὲ αὐτὴ καθ’ ἑαυτὴν ἡ κίνησις.
因为在它之中,一个是关于位置的,一个是关于性质变化的,一个是运动自身。
ἔστι δὲ ἡ μὲν κατὰ τόπον τὸ ἐξαλλάσσειν τόπον ἐκ τόπου, οἷον οἱ τρέχοντες καὶ πηδῶντες καὶ πλέοντες καὶ αἱ ἄλλαι αἱ τοιαῦται κινήσεις.
关于位置的是从一个地方改变到另一个地方,例如奔跑者、跳跃者、航海者以及其他此类运动。
ἡ δὲ κατὰ ἀλλοίωσιν, οἷον 〈οἱ〉 αὐξανόμενοι καὶ γηράσκοντες καὶ φθίνοντες καὶ ἄλλα τοιαῦτα.
关于性质变化的是例如成长者、变老者、衰退者及此类事物。
ἡ δὲ αὐτὴ καθ’ ἑαυτήν, οἷον οἱ τροχοὶ καὶ οἱ ἔμβικες καὶ ὁ κόσμος καὶ ἄλλα τοιαῦτα.
运动自身是例如车轮、陀螺、宇宙及此类事物。
τῆς κινήσεως ἄρα τὸ μέν ἐστι κατὰ τόπον, τὸ δὲ κατὰ ἀλλοίωσιν, τὸ δὲ αὐτὴ καθ’ ἑαυτήν.
因此,在运动中,有些是关于位置的,有些是关于性质变化的,有些是运动自身。
§B.13## ἡ στάσις.
## 斯塔西斯。
διαιρεῖται ἡ στάσις εἰς τρία.
斯塔西斯被分为三种。
ἔστι γὰρ αὐτῆς ἓν μὲν μονή, ἓν δὲ διχόνοια, ἓν δὲ βαρέων καὶ κούφων θεωρία.
因为在它之中,一个是静止,一个是内讧,一个是重物和轻物的衡重。
ἔστι δὲ ἡ μὲν μονὴ αὐτὴ ἐν ἑαυτῇ στάσις, οἷον οἱ νεκροὶ καὶ οἱ λίθοι πεπόνθασι, καὶ ἄλλα τοιαῦτα.
静止是其自身之中的静止,例如死者和石头所经历的状态,及此类事物。
ἡ δὲ διχόνοια τῶν πολιτῶν ἢ ἐχθρῶν ἢ ἄλλων τινῶν ζῴων κατ’ ἔχθραν ἢ μάχην.
内讧是指公民、仇敌或其他某些动物由于敌对或战斗而产生的状态。
ἡ δὲ βαρέων καὶ κούφων θεωρία, οἷον διὰ στάσεως τοῦ βαρέος καὶ 〈τοῦ〉 κούφου δοκιμασία.
重物和轻物的衡重是指,例如通过天平对重物和轻物进行检测。

词汇与语法注释

  1. B.3ἀδικία ἐν πᾶσι τούτοις τοῖς μέρεσι γίνεται — 不公正(ἀδικία)被描述为产生(γίνεται)于灵魂的所有三个部分(理智、激情、欲望)之中。这与局限于单一灵魂部分的其余恶德不同,不公正被定义为涉及整体和谐的丧失,这反映了柏拉图《国家篇》中关于正义与不正义的理论。
  2. B.11εὐἀπὸ — 手稿中的 `εὐἀπὸ` 可能是 `ἓν μὲν τὸ ἀπὸ`(或简作 `ἓν μὲν ἀπὸ`)的抄写错误或赘字。鉴于后文的解释句以 `τὸ μὲν ἀπὸ...` 开始,此处原本很可能包含了定冠词 `τό`。
  3. B.12ἔμβικες — 作为原地旋转运动的例子。手稿中的 `ἔμβικες` 可能是指旋转的“陀螺”(`βέμβικες`,单数 `βέμβιξ`)的误写,或受表示蒸馏器的 `ἄμβυκες` 混淆而来。由于它与车轮和宇宙并列,将其解释为旋转的陀螺最为自然。
  4. B.13ἡ στάσις — 本节梳理了 `στάσις` 一词的多义性。它通过划分展示了三个看似不相关的内容——“静止/停留”(μονή)、“内讧”(διχόνοια)以及通过天平“检测重物和轻物”(βαρέων καὶ κούφων θεωρία)——都可以用同一个词 `στάσις` 来表示。

引用这一段

亚里士多德, 亚里士多德分类集 §B.3-B.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg048.humanitext-grc1:B.3-B.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。