Humanitext Reader

亚里士多德 · 论题篇 §8.14#2

论证的多样化与普遍化及辩论对手的选择

第 94 段,共 94 段 · 希腊语

内容简介

本段探讨了如何将单一论证多样化与隐蔽化,以及将论证记忆普遍化的重要性。接着指出了归纳与推论训练的分工,告诫人们应避免与卑劣对手进行无谓争辩,并强调了预先准备的普遍性论证的实用性。

§8.14#2Ἔτι τὸν ἕνα λόγον πολλοὺς ποιεῖν ἐθιστέον, ὡς ἀδηλότατα κρύπτοντας.
此外,必须习惯于将单一论证多样化,并尽可能隐蔽地隐藏它们。
Εἴη δ᾿ ἂν τὸ τοιοῦτον, εἴ τις ὅτι πλεῖστον ἀφισταίη τῆς συγγενείας περὶ ὧν ὁ λόγος.
如果一个人尽可能远离论证所涉事物之间的亲缘关系,这种做法就是可能的。
Ἔσονται δὲ δυνατοὶ τῶν λόγων οἱ μάλιστα καθόλου τοῦτο πάσχειν, οἷον ὅτι οὐκ ἔστι μία πλειόνων ἐπιστήμη· οὕτω γὰρ καὶ ἐπὶ τῶν πρός τι καὶ ἐπὶ τῶν ἐναντίων καὶ συστοίχων ἐστίν.
而在各种论证中,最普遍的论证将最能经受这种处理,例如,对于多种事物的知识并非单一的;因为在对待相对者、相反者以及同列者时,情况也是如此。
Δεῖ δὲ καὶ τὰς ἀπομνημονεύσεις καθόλου ποιεῖσθαι τῶν λόγων, κἂν ᾖ διειλεγμένος ἐπὶ μέρους· οὕτω γὰρ καὶ πολλοὺς ἐξέσται τὸν ἕνα ποιεῖν.
而且,即使是在讨论个别事物时,也应当将论证的记忆普遍化;因为这样也能够将单一论证变为多个。
Ὁμοίως δὲ καὶ ἐν ῥητορικοῖς ἐπὶ τῶν ἐνθυμημάτων.
在修辞学中对于省略三段论(修辞式推论)也是同样的道理。
Αὐτὸν δ᾿ ὅτι μάλιστα φεύγειν ἐπὶ τὸ καθόλου φέρειν τοὺς συλλογισμούς.
而自己则应当尽可能避免将推论导向普遍者。
Ἀεί τε δεῖ σκοπεῖν τοὺς λόγους, εἰ ἐπὶ κοινῶν διαλέγονται· πάντες γὰρ οἱ ἐν μέρει καὶ καθόλου διειλεγμένοι εἰσί, καὶ ἔνεστιν ἐν τῇ κατὰ μέρος ἡ τοῦ καθόλου ἀπόδειξις διὰ τὸ μὴ εἶναι συλλογίσασθαι μηδὲν ἄνευ τοῦ καθόλου.
还应当始终考察这些论证,看它们是否在讨论共通的事物;因为所有个别讨论的内容也都是在普遍意义上讨论的,且普遍者的证明也包含在个别者之中,因为没有普遍者就无法进行任何推论。
Τὴν δὲ γυμνασίαν ἀποδοτέον τῶν μὲν ἐπακτικῶν πρὸς νέον, τῶν δὲ συλλογιστικῶν πρὸς ἔμπειρον.
至于训练,应当把归纳性论证的训练分配给年轻人,而把推论性论证的训练分配给有经验的人。
Πειρατέον δὲ λαμβάνειν παρὰ μὲν τῶν συλλογιστικῶν τὰς προτάσεις, παρὰ δὲ τῶν ἐπακτικῶν τὰς παραβολάς· εν τούτοις γὰρ ἑκάτεροι γεγυμνασμένοι εἰσίν.
应当努力从推论者那里获得前提,而从归纳者那里获得比喻(例证);因为在这些方面双方各自都得到了训练。
Ὅλως δ᾿ ἐκ τοῦ γυμνάζεσθαι διαλεγόμενον πειρατέον ἀποφέρεσθαι ἢ συλλογισμὸν περί τινος ἢ λύσιν ἢ πρότασιν ἢ εἰ ὀρθῶς τις ἤρετο ἢ εἰ μὴ ὀρθῶς, ἢ αὐτὸς ἢ ἕτερος, καὶ παρὰ τί ἑκάτερον.
总的来说,在通过辩论进行训练时,应当努力带回关于某事物的推论,或解决方法,或前提,或者是某人(无论是自己还是他人)提问得正确与否,以及两者各自由于什么原因而发生。
Ἐκ τούτων γὰρ ἡ δύναμις, τὸ δὲ γυμνάζεσθαι δυνάμεως χάριν, καὶ μάλιστα περὶ τὰς προτάσεις καὶ ἐνστάσεις· ἔστι γὰρ ὡς ἁπλῶς εἰπεῖν διαλεκτικὸς ὁ προτατικὸς καὶ ἐνστατικός.
因为能力正是源于这些,而训练则是为了获得能力,特别是在前提和异议方面;因为端地来说,问答家就是提出前提者和提出异议者。
Ἔστι δὲ τὸ μὲν προτείνεσθαι ἓν ποιεῖν τὰ πλείω (δεῖ γὰρ ἐν ὅλῳ ληφθῆναι πρὸς ὃ ὁ λόγος), τὸ δ᾿ ἐνίστασθαι τὸ ἓν πολλά· ἢ γὰρ διαιρεῖ ἢ ἀναιρεῖ, τὸ μὲν διδοὺς τὸ δ᾿ οὒ τῶν προτεινομένων.
提出前提是将多数合为一个(因为论证所指向的对象必须作为一个整体来接受),而提出异议则是将一个分为多个;因为提出异议者要么通过分割,要么通过否定,在提出的前提中给予其一而拒绝其二。
Οὐχ ἅπαντι δὲ διαλεκτέον, οὐδὲ πρὸς τὸν τυχόντα γυμναστέον.
但是,不应当与所有人进行辩论,也不应当与碰巧遇到的任何人进行训练。
Ἀνάγκη γὰρ πρὸς ἐνίους φαύλους γίνεσθαι τοὺς λόγους· πρὸς γὰρ τὸν πάντως πειρώμενον φαίνεσθαι διαφεύγειν δίκαιον μὲν πάντως πειρᾶσθαι συλλογίσασθαι, οὐκ εὔσχημον δέ.
因为在与某些卑劣者辩论时,论证必然会变得低劣;因为对于那些千方百计试图表现得像是逃脱论驳的人,千方百计地去进行推论虽然是正当的,但并不体面。
Διόπερ οὐ δεῖ συνεστάναι εὐχερῶς πρὸς τοὺς τυχόντας· ἀνάγκη γὰρ πονηρολογίαν συμβαίνειν· καὶ γὰρ οἱ γυμναζόμενοι ἀδυνατοῦσιν ἀπέχεσθαι τοῦ διαλέγεσθαι μὴ ἀγωνιστικῶς.
因此,不应轻易与碰巧遇到的人打交道;因为这必然导致恶言相向(无谓争吵);因为实际上,进行训练的人无法克制自己而不进行好斗式的辩论。
Δεῖ δὲ καὶ πεποιημένους ἔχειν λόγους πρὸς τὰ τοιαῦτα τῶν προβλημάτων, ἐν οἷς ἐλαχίστων εὐπορήσαντες πρὸς πλεῖστα χρησίμους ἕξομεν.
此外,对于那类只需掌握最少前提就能对最多事物发挥效用的问题,应当准备好现成的论证。
Οὗτοι δ᾿ εἰσὶν οἱ καθόλου, καὶ πρὸς οὓς πορίζεσθαι χαλεπώτερον ἐκ τῶν παρὰ πόδας.
这些就是普遍的论证,也是较难从手边现成的事物中提供出论证的问题。

词汇与语法注释

  1. §8.14#2ὡς ἀδηλότατα κρύπτοντας — 现在分词主动阴/阳性宾格复数 `κρύπτοντας` 与形容词 `ἐθιστέον` 未表达的逻辑主语(宾格复数,如“我们”或一般的人)相一致,指代“使单一论证多样化”的行为者。
  2. §8.14#2Αὐτὸν δ᾿ ὅτι μάλιστα φεύγειν — `φεύγειν` 是表示义务的不定词(依附于从前文承袭的 `δεῖ` 或作独立的命令式不定词),以 `Αὐτὸν`(宾格单数,指辩论者自身)为其逻辑主语。
  3. §8.14#2παρά τί ἑκάτερον — 介词 `παρά` 支配宾格疑问代名词 `τί`,在此表示因果关系(“由于什么”或“因为什么”),指代前面所提及的提问正确与否的内在原因。

引用这一段

亚里士多德, 论题篇 §8.14#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:8.14%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。