§8.14#1Πρὸς δὲ γυμνασίαν καὶ μελέτην τῶν τοιούτων λόγων πρῶτον μὲν ἀντιστρέφειν ἐθίζεσθαι χρὴ τοὺς λόγους.
为了对这类论证进行训练和练习,首先,必须习惯于反转论证。
Ὅυτως γὰρ πρός τε τὸ λεγόμενον εὐπορώτερον ἕξομεν, καὶ ἐν ὀλίγοις πολλοὺς ἐξεπιστησόμεθα λόγους.
因为这样我们就能更容易地应对所说的话,并且能以少数的论证而熟知许多论证。
Τὸ γὰρ ἀντιστρέφειν ἐστὶ τὸ μεταλαβόντα τὸ συμπέρασμα μετὰ τῶν λοιπῶν ἐρωτημάτων ἀνελεῖν ἓν τῶν δοθέντων· ἀνάγκη γάρ, εἰ τὸ συμπέρασμα μή ἐστι, μίαν τινὰ ἀναιρεῖσθαι τῶν προτάσεων, εἴπερ πασῶν τεθεισῶν ἀνάγκη ἦν τὸ συμπέρασμα εἶναι.
因为所谓反转,是指将结论(的否定)替换接受后,与其余的提问一起,去否定给定的前提之一;因为如果结论不存在(为假),那么前提之中的某一个必然会被否定,只要在所有前提都被设定时结论的存在是必然的。
Πρὸς ἅπασάν τε θέσιν, καὶ ὅτι οὕτως καὶ ὅτι οὐχ οὕτως, τὸ ἐπιχείρημα σκεπτέον, καὶ εὑρόντα τὴν λύσιν εὐθὺς ζητητέον· οὕτω γὰρ ἅμα συμβήσεται πρός τε τὸ ἐρωτᾶν καὶ πρὸς τὸ ἀποκρίνεσθαι γεγυμνάσθαι.
并且对于每一个论题,无论是它如此还是它不如此,都必须考察其论证,而且在找到解决方法后,必须立即予以寻求;因为这样就会同时在提问和回答两方面都得到训练。
Κἂν πρὸς μηδένα ἄλλον ἔχωμεν, πρὸς αὑτούς.
即使我们没有别人作为对手,也应当对自己进行。
Παράλληλά τε παραβάλλειν, ἐκλέγοντας πρὸς τὴν ἀντίθεσιν ἐπιχειρήματα· τοῦτο γὰρ πρός τε τὸ βιάζεσθαι πολλὴν εὐπορίαν ποιεῖ καὶ πρὸς τὸ ἐλέγχειν μεγάλην ἔχει βοήθειαν, ὅταν εὐπορῇ τις καὶ ὅτι οὕτως καὶ ὅτι οὐχ οὕτως· πρὸς τὰ ἐναντία γὰρ συμβαίνει ποιεῖσθαι τὴν φυλακήν.
并且应当并排地予以比较,挑选针对对立面的论证;因为当一个人对于它如此和它不如此都有丰富的手段时,这对于逼迫对手会产生极大的便利,并且对于论驳具有极大的帮助;因为这相当于针对相反的事物进行防范。
Πρός τε γνῶσιν καὶ τὴν κατὰ φιλοσοφίαν φρόνησιν τὸ δύνασθαι συνορᾶν καὶ συνεωρακέναι τὰ ἀφ᾿ ἑκατέρας συμβαίνοντα τῆς ὑποθέσεως οὐ μικρὸν ὄργανον· λοιπὸν γὰρ τούτων ὀρθῶς ἑλέσθαι θάτερον.
对于认识以及合乎哲学之智慧而言,能够看清并且已经看清从每一个假设中会产生什么,是一个不小的工具;因为剩下的事情就是正确地在其中选择其一。
Δεῖ δὲ πρὸς τὸ τοιοῦτο ὑπάρχειν εὐφυᾶ· καὶ τοῦτ᾿ ἔστιν ἡ κατ᾿ ἀλήθειαν εὐφυΐα, τὸ δύνασθαι καλῶς ἑλέσθαι τἀληθὲς καὶ φυγεῖν τὸ ψεῦδος· ὅπερ οἱ πεφυκότες εὖ δύνανται ποιεῖν· εὖ γὰρ φιλοῦντες καὶ μισοῦντες τὸ προσφερόμενον εὖ κρίνουσι τὸ βέλτιστον.
但对于这样的事情,必须具有天生的才能;而这才是真正的天生才能,即能够很好地选择真理并避开谬误;那些天生有此才能的人能够很好地做到这一点;因为通过很好地爱戴和憎恨呈现在他们面前的事物,他们能很好地判断出什么是最善的。
Πρός τε τὰ πλειστάκις ἐμπίπτοντα τῶν προβλημάτων ἐξεπίστασθαι δεῖ λόγους, καὶ μάλιστα περὶ τῶν πρώτων θέσεων· ἐν τούτοις γὰρ ἀποδυσπετοῦσιν οἱ ἀποκρινόμενοι πολλάκις.
此外,对于最常遇到的问题,必须熟知其论证,特别是关于第一论题(基本立场)的论证;因为回答者在这些问题上常常会感到无所适从、心生厌倦。
Ἔτι τε ὅρων εὐπορεῖν δεῖ, καὶ τῶν ἐνδόξων τε καὶ τῶν πρώτων ἔχειν προχείρους· διὰ γὰρ τούτων οἱ συλλογισμοὶ γίνονται.
此外,必须丰富地掌握定义,并把那些合乎常理的以及第一定义准备在手边;因为推论正是通过这些进行的。
Πειρατέον δὲ καὶ εἰς ἃ πλειστάκις ἐμπίπτουσιν οἱ ἄλλοι λόγοι κατέχειν.
而且还应当努力掌握别人的论证最常落入的那些论点。
Ὥσπερ γὰρ ἐν γεωμετρίᾳ πρὸ ἔργου τὸ περὶ τὰ στοιχεῖα γεγυμνάσθαι, καὶ ἐν ἀριθμοῖς τὸ περὶ τοὺς κεφαλισμοὺς προχείρως ἔχειν μέγα διαφέρει πρὸς τὸ καὶ τὸν ἄλλον ἀριθμὸν γινώσκειν πολλαπλασιούμενον, ὁμοίως καὶ ἐν τοῖς λόγοις τὸ πρόχειρον εἶναι περὶ τὰς ἀρχὰς καὶ τὰς προτάσεις ἀπὸ στόματος ἐξεπίστασθαι· καθάπερ γὰρ ἐν τῷ μνημονικῷ μόνον οἱ τόποι τεθέντες εὐθὺς ποιοῦσιν αὐτὰ μνημονεύειν, καὶ ταῦτα ποιήσει συλλογιστικώτερον διὰ τὸ πρὸς ὡρισμένας αὐτὰς βλέπειν κατ᾿ ἀριθμόν.
因为正如在几何学中,对基本要素进行训练是大有裨益的,在算术中,即时进行口算对于认识其他相乘的数目会带来巨大的差别,同样地在论证中,对于原理能够即时应对以及能够背诵并熟知前提也是极重要的;因为正如在记忆术中,仅仅安置好“位置(场所)”就能立刻让人记住事物本身,这些方法也会因为看着那些在数目上被确定了的前提,而让人变得更善于进行推论。
Πρότασίν τε κοινὴν μᾶλλον ἢ λόγον εἰς μνήμην θετέον· ἀρχῆς γὰρ καὶ ὑποθέσεως εὐπορῆσαι μετρίως χαλεπόν.
而且应当将一个共通的前提而非个别的论证记在心里;因为要充分获得原理和假设并不算太难。