§7.5#1Ὅτι δὲ χαλεπώτερον κατασκευάζειν ἢ ἀνασκευάζειν ὅρον, ἐκ τῶν μετὰ ταῦτα ῥηθησομένων φανερόν.
从下文将要论述的内容可以清楚地看到,确立一个定义比推翻它更为困难。
Καὶ γὰρ ἰδεῖν αὐτὸν καὶ λαβεῖν παρὰ τῶν ἐρωτωμένων τὰς τοιαύτας προτάσεις οὐκ εὐπετές, οἷον ὅτι τῶν ἐν τῷ ἀποδοθέντι λόγῳ τὸ μὲν γένος τὸ δὲ διαφορά, καὶ ὅτι ἐν τῷ τί ἐστι τὸ γένος καὶ αἱ διαφοραὶ κατηγοροῦνται.
因为要看清定义本身,并从被提问者那里获得诸如此类的普遍前提——例如,在给出的说明中,一个是属而另一个是种差,并且属和种差是在“是什么”的范畴内被陈述的——并不是一件容易的事。
Ἄνευ δὲ τούτων ἀδύνατον ὁρισμοῦ γένεσθαι συλλογισμόν· εἰ γάρ τινα καὶ ἄλλα ἐν τῷ τί ἐστι τοῦ πράγματος κατηγορεῖται, ἄδηλον πότερον ὁ ῥηθεὶς ἢ ἕτερος αὐτοῦ ὁρισμός ἐστιν, ἐπειδὴ ὁρισμός ἐστι λόγος ὁ τὸ τί ἦν εἶναι σημαίνων.
而没有这些,就不可能产生关于定义的推论;因为如果在该事物的“是什么”中还陈述了其他任何东西,那么不清楚所说的是它的定义还是另一个是它的定义,因为定义是表示本质的说明。
Δῆλον δὲ καὶ ἐκ τῶνδε.
这一点从以下方面也可以看得很清楚。
Ῥᾷον γὰρ ἓν συμπεράνασθαι ἢ πολλά.
因为推导出一个结论比推导多个结论更为容易。
Ἀναιροῦντι μὲν οὖν ἀπόχρη πρὸς ἕνα διαλεγῆναι (ἓν γὰρ ὁποιονοῦν ἀνασκευάσαντες ἀνῃρηκότες ἐσόμεθα τὸν ὅρον), κατασκευάζοντι δὲ πάντα ἀνάγκη συμβιβάζειν ὅτι ὑπάρχει τὰ ἐν τῷ ὅρῳ.
因此,对于推翻者来说,针对某一个点进行论证就足够了(因为只要我们推翻了其中任何一个元素,我们就推翻了整个定义),而对于确立者来说,则必须就所有点达成一致,证明定义中的所有要素都存在。
Ἔτι κατασκευάζοντι μὲν καθόλου οἰστέον συλλογισμόν· δεῖ γὰρ κατὰ παντὸς οὗ τοὔνομα κατηγορεῖσθαι τὸν ὅρον, καὶ ἔτι πρὸς τούτοις ἀντιστρέφειν, εἰ μέλλει ἴδιος εἶναι ὁ ἀποδοθεὶς ὅρος.
此外,确立者必须进行全称的推论;因为定义必须陈述于所有陈述该名称的对象上,而且除此之外,如果要使给出的定义是特有的,它还必须是可换位的。
Ἀνασκευάζοντα δ᾿ οὐκέτι ἀνάγκη δεῖξαι τὸ καθόλου· ἀπόχρη γὰρ τὸ δεῖξαι ὅτι οὐκ ἀληθεύεται περὶ τινὸς τῶν ὑπὸ τοὔνομα ὁ λόγος.
但是,对于推翻者来说,不再需要证明全称的情况;因为只要证明对于该名称下的某一个对象,其说明不为真就足够了。
Εἴ τε καὶ καθόλου δέοι ἀνασκευάσαι, οὐδ᾿ ὣς τὸ ἀντιστρέφειν ἀναγκαῖον ἐπὶ τοῦ ἀνασκευάζειν· ἀπόχρη γὰρ ἀνασκευάζοντι καθόλου τὸ δεῖξαι ὅτι κατὰ τινὸς ὧν τοὔνομα κατηγορεῖται ὁ λόγος οὐ κατηγορεῖται.
而且,即使需要全称地推翻,在推翻时也同样不需要换位;因为对于全称地推翻的人来说,只要证明对于陈述该名称的某些对象,其说明不被陈述就足够了。
Τὸ δ᾿ ἀνάπαλιν οὐκ ἀναγκαῖον πρὸς τὸ δεῖξαι, ὅτι καθ᾿ ὧν ὁ λόγος μὴ κατηγορεῖται τοὔνομα κατηγορεῖται.
相反,没有必要证明在不陈述说明的对象上陈述了该名称。
Ἔτι εἰ καὶ παντὶ ὑπάρχει τῷ ὑπὸ τοὔνομα, μὴ μόνῳ δέ, ἀνῃρημένος γίνεται ὁ ὁρισμός.
此外,即使它属于该名称下的所有对象,但如果不只属于它,该定义也被推翻了。
Ὁμοίως δὲ καὶ περὶ τὸ ἴδιον καὶ τὸ γένος ἔχει· ἐν ἀμφοτέροις γὰρ ἀνασκευάζειν ἢ κατασκευάζειν ῥᾷον.
对于特有属性和属也是如此;因为在两种情况下,推翻都比确立更为容易。
Περὶ μὲν οὖν τοῦ ἰδίου φανερὸν ἐκ τῶν εἰρημένων· ὡς γὰρ ἐπὶ τὸ πολὺ ἐν συμπλοκῇ τὸ ἴδιον ἀποδίδοται, ὥστ᾿ ἀνασκευάζειν μὲν ἔστιν ἓν ἀνελόντα, κατασκευάζοντι δὲ ἀνάγκη πάντα συλλογίζεσθαι.
关于特有属性,从已说过的中可以很清楚地看出;因为通常特有属性是以复合形式给出的,因此推翻者可以通过否定其中一个来推翻它,而确立者则必须通过推论来得出所有的结论。
Σχεδὸν δὲ καὶ τὰ λοιπὰ πάντα, ὅσα πρὸς τὸν ὁρισμόν, καὶ πρὸς τὸ ἴδιον ἁρμόσει λέγεσθαι· παντί τε γὰρ δεῖ τῷ ὑπὸ τοὔνομα τὸν κατασκευάζοντα δεικνύναι ὅτι ὑπάρχει, ἀνασκευάζοντι δ᾿ ἀπόχρη ἑνὶ δεῖξαι μὴ ὑπάρχον· εἴ τε καὶ παντὶ ὑπάρχει, μὴ μόνῳ δέ, καὶ οὕτως ἀνεσκευασμένον γίνεται, καθάπερ ἐπὶ τοῦ ὁρισμοῦ λέγεται.
几乎所有适用于定义的其他要点也同样适用于特有属性;因为确立者必须证明它属于该名称下的所有对象,而推翻者只需证明它不属于其中之一即可;即使它属于所有对象,但如果不只属于它,这样也同样被推翻了,正如在定义的情况下所说的那样。
Περὶ δὲ τοῦ γένους, ὅτι κατασκευάζειν μὲν ἀνάγκη μοναχῶς παντὶ δείξαντα ὑπάρχειν, ἀνασκευάζοντι δὲ διχῶς· καὶ γὰρ εἰ μηδενὶ καὶ εἰ τινὶ δέδεικται μὴ ὑπάρχον, ἀνῄρηται τὸ ἐν ἀρχῇ.
关于属,确立者必须通过一种方式证明它属于所有对象,而推翻者则可以通过两种方式进行;因为如果被证明它不属于任何对象,或者不属于某些对象,那么最初的主张就被推翻了。
Ἔτι κατασκευάζοντι μὲν οὐκ ἀπόχρη ὅτι ὑπάρχει δεῖξαι, ἀλλὰ καὶ διότι ὡς γένος ὑπάρχει δεικτέον· ἀνασκευάζοντι δ᾿ ἱκανὸν τὸ δεῖξαι μὴ ὑπάρχον ἢ τινὶ ἢ μὴ παντί.
此外,对于确立者来说,仅证明它存在是不够的,还必须证明它是作为属而存在的;而对于推翻者来说,证明它不属于某些对象或不属于所有对象就足够了。
Ἔοικε δ᾿, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις τὸ διαφθεῖραι τοῦ ποιῆσαι ῥᾷον, οὕτω καὶ ἐπὶ τούτων τὸ ἀνασκευάσαι τοῦ κατασκευάσαι.
似乎在其他事情上,毁灭比创造更容易,同样,在这些论辩中,推翻也比确立更容易。