Humanitext Reader

亚里士多德 · 论题篇 §5.7#1

从词尾变化与相似关系考察特有属性

第 52 段,共 94 段 · 希腊语

内容简介

本章节讨论了用于论破和确立特有属性的三种新论题:从词尾变化(派生词)、具有相似关系的事物以及以同一方式具有关系的事物出发,并结合具体实例进行了说明。

§5.7#1Ἔπειτ᾿ ἐκ τῶν πτώσεων, ἀνασκευάζοντα μὲν εἰ ἡ πτῶσις τῆς πτώσεως μή ἐστιν ἴδιον· οὐδὲ γὰρ ἡ πτῶσις τῆς πτώσεως ἔσται ἴδιον.
其次,从词尾变化(派生词)中考虑。 对于反驳的人,要看词尾变化是否不是词尾变化的特有属性;因为这样,词尾变化也不会是词尾变化的特有属性。
Οἷον ἐπεὶ οὐκ ἔστι τοῦ δικαίως ἴδιον τὸ καλῶς, οὐδ᾿ ἂν τοῦ δικαίου εἴη ἴδιον τὸ καλόν.
例如,既然“美地”不是“公正地”的特有属性,那么“美”也不会是“公正”的特有属性。
Κατασκευάζοντα δὲ εἰ ἡ πτῶσις τῆς πτώσεώς ἐστιν ἴδιον· καὶ γὰρ ἡ πτῶσις τῆς πτώσεως ἔσται ἴδιον.
而对于确立的人,则是看词尾变化是否是词尾变化的特有属性;因为这样,词尾变化也将是词尾变化的特有属性。
Οἷον ἐπεὶ τοῦ ἀνθρώπου ἐστὶν ἴδιον τὸ πεζὸν δίπουν, καὶ τῷ ἀνθρώπῳ εἴη ἂν ἴδιον τὸ πεζῷ δίποδι λέγεσθαι.
例如,既然“步行的双足动物”是“人”的特有属性,那么对“人”而言,“被称为步行的双足动物”也会是其特有属性。
Οὐ μόνον δ᾿ ἐπ᾿ αὐτοῦ τοῦ εἰρημένου κατὰ τὰς πτώσεις ἐστὶ σκεπτέον, ἀλλὰ καὶ ἐπὶ τῶν ἀντικειμένων, καθάπερ καὶ ἐπὶ τῶν πρότερον τόπων εἴρηται, ἀνασκευάζοντα μὲν εἰ ἡ τοῦ ἀντικειμένου πτῶσις μή ἐστιν ἴδιον τῆς τοῦ ἀντικειμένου πτώσεως· οὐδὲ γὰρ ἡ τοῦ ἀντικειμένου πτῶσις ἔσται ἴδιον τῆς τοῦ ἀντικειμένου πτώσεως.
不仅要在刚才所说的词尾变化本身上进行考察,还要在相反者上进行考察,正如在之前的论题中所说的那样;对于反驳的人,要看相反者的词尾变化是否不是相反者的词尾变化的特有属性;因为这样,相反者的词尾变化也不会是相反者的词尾变化的特有属性。
Οἷον ἐπεὶ οὐκ ἔστι τοῦ δικαίως ἴδιον τὸ ἀγαθῶς, οὐδ᾿ ἂν τοῦ ἀδίκως εἴη ἴδιον τὸ κακῶς.
例如,既然“善地”不是“公正地”的特有属性,那么“恶地”也不会是“不公正地”的特有属性。
Κατασκευάζοντα δὲ εἰ ἡ τοῦ ἀντικειμένου πτῶσίς ἐστιν ἴδιον τῆς τοῦ ἀντικειμένου πτώσεως· καὶ γὰρ ἡ τοῦ ἀντικειμένου πτῶσις ἔσται ἴδιον τῆς τοῦ ἀντικειμένου πτώσεως.
而对于确立的人,则是看相反者的词尾变化是否是相反者的词尾变化的特有属性;因为这样,相反者的词尾变化也将是相反者的词尾变化的特有属性。
Οἷον ἐπεὶ τοῦ ἀγαθοῦ ἐστὶν ἴδιον τὸ βέλτιστον, καὶ τοῦ κακοῦ ἂν εἴη ἴδιον τὸ χείριστον.
例如,既然“最好”是“善”的特有属性,那么“最坏”就会是“恶”的特有属性。
Ἔπειτ᾿ ἐκ τῶν ὁμοίως ἐχόντων, ἀνασκευάζοντα μὲν εἰ τὸ ὁμοίως ἔχον τοῦ ὁμοίως ἔχοντος μή ἐστιν ἴδιον· οὐδὲ γὰρ τὸ ὁμοίως ἔχον τοῦ ὁμοίως ἔχοντος ἔσται ἴδιον.
其次,从同样具有某种关系的事物中考虑。 对于反驳的人,要看同样具有某种关系的事物是否不是同样具有某种关系的事物的特有属性;因为这样,同样具有某种关系的事物也不会是同样具有某种关系的事物的特有属性。
Οἷον ἐπεὶ ὁμοίως ἔχει ὁ οἰκοδόμος πρὸς τὸ ποιεῖν οἰκίαν καὶ ὁ ἰατρὸς πρὸς τὸ ποιεῖν ὑγίειαν, οὐκ ἔστι δὲ ἰατροῦ ἴδιον τὸ ποιεῖν ὑγίειαν, οὐκ ἂν εἴη οἰκοδόμου ἴδιον τὸ ποιεῖν οἰκίαν.
例如,既然建筑师对于建造房屋的关系,与医生对于制造健康的关系相似,但制造健康并不是医生的特有属性,那么建造房屋也不会是建筑师的特有属性。
Κατασκευάζοντα δὲ εἰ τὸ ὁμοίως ἔχον τοῦ ὁμοίως ἔχοντός ἐστιν ἴδιον· καὶ γὰρ τὸ ὁμοίως ἔχον τοῦ ὁμοίως ἔχοντος ἔσται ἴδιον.
而对于确立的人,则是看同样具有某种关系的事物是否是同样具有某种关系的事物的特有属性;因为这样,同样具有某种关系的事物也将是同样具有某种关系的事物的特有属性。
Οἷον ἐπεὶ ὁμοίως ἔχει ἰατρός τε πρὸς τὸ ποιητικὸς ὑγιείας εἶναι καὶ γυμναστὴς πρὸς τὸ ποιητικὸς εὐεξίας, ἔστι δ᾿ ἴδιον γυμναστοῦ τὸ ποιητικὸν εἶναι εὐεξίας, εἴη ἂν ἴδιον ἰατροῦ τὸ ποιητικὸν εἶναι ὑγιείας.
例如,既然医生对于具有制造健康的能力的关系,与体育教师对于具有制造良好体质的能力的关系相似,且具有制造良好体质的能力是体育教师的特有属性,那么具有制造健康的能力就会是医生的特有属性。
Ἔπειτ᾿ ἐκ τῶν ὡσαύτως ἐχόντων, ἀνασκευάζοντα μὲν εἰ τὸ ὡσαύτως ἔχον τοῦ ὡσαύτως ἔχοντος μή ἐστιν ἴδιον· οὐδὲ γὰρ τὸ ὡσαύτως ἔχον τοῦ ὡσαύτως ἔχοντος ἔσται ἴδιον.
其次,从同样(以同一方式)具有某种关系的事物中考虑。 对于反驳的人,要看以同一方式具有某种关系的事物是否不是以同一方式具有某种关系的事物的特有属性;因为这样,以同一方式具有某种关系的事物也不会是以同一方式具有某种关系的事物的特有属性。
Εἰ δ᾿ ἔστι τοῦ ὡσαύτως ἔχοντος τὸ ὡσαύτως ἔχον ἴδιον, τούτου οὐκ ἔσται ἴδιον οὗ κεῖται εἶναι ἴδιον.
而如果以同一方式具有某种关系的事物是以同一方式具有某种关系的事物的特有属性,那么它就不会是那个它被设定为其特有属性之物的特有属性。
Οἷον ἐπεὶ ὡσαύτως ἔχει φρόνησις πρὸς τὸ καλὸν καὶ τὸ αἰσχρὸν τῷ ἐπιστήμη ἑκατέρου
例如,既然明智对于美和丑的关系是以同一方式的,因为它是对这两者中每一个的知识

词汇与语法注释

  1. §5.7#1τῷ ἀνθρώπῳ εἴη ἂν ἴδιον τὸ πεζῷ δίποδι λέγεσθαι — τῷ ἀνθρώπῳ 是与格,表示 ἴδιον 的对象。在冠词不定式短语 τὸ ... λέγεσθαι 中,πεζῷ δίποδι 采用与格而不是主格,要么是因为受到与格 τῷ ἀνθρώπῳ 的吸引(格一致),要么是因为此处正是作为词尾变化(与格形式)的特有属性示例而被提出的。
  2. §5.7#1τῷ ἐπιστήμη ἑκατέρου — τῷ 是表示原因或手段的与格冠词,此处省略了系动词 εἶναι(即 τῷ [εἶναι] ἐπιστήμη ἑκατέρου),意为“由于(其本身)是这两者中每一个的知识”。

引用这一段

亚里士多德, 论题篇 §5.7#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg044.humanitext-grc1:5.7%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。