§1.1## ΤΟΠΙΚΩΝ Α.
Ἡ ΜΕΝ πρόθεσις τῆς πραγματείας μέθοδον εὑρεῖν, ἀφ᾿ ἧς δυνησόμεθα συλλογίζεσθαι περὶ παντὸς τοῦ προτεθέντος προβλήματος ἐξ ἐνδόξων, καὶ αὐτοὶ λόγον ὑπέχοντες μηθὲν ἐροῦμεν ὑπεναντίον.
论题篇第一卷本研究的目的在于寻找一种方法,使我们能够根据通念对所提出的任何问题进行推论,并且在我们自己维持论证时,不说任何自相矛盾的话。
Πρῶτον οὖν ῥητέον τί ἐστι συλλογισμὸς καὶ τίνες αὐτοῦ διαφοραί, ὅπως ληφθῇ ὁ διαλεκτικὸς συλλογισμός· τοῦτον γὰρ ζητοῦμεν κατὰ τὴν προκειμένην πραγματείαν.
因此,首先必须说明什么是推论,以及它有哪些区别,以便把握辩证推论;因为这正是我们在本研究中所要寻求的。
Ἔστι δὴ συλλογισμὸς λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει διὰ τῶν κειμένων.
推论是一种论说,其中设定了某些事物,由于这些被设定的事物的存在,必然会产生与这些事物不同的其他事物。
Ἀπόδειξις μὲν οὖν ἐστίν, ὅταν ἐξ ἀληθῶν καὶ πρώτων ὁ συλλογισμὸς ᾖ, ἢ ἐκ τοιούτων ἃ διά τινων πρώτων καὶ ἀληθῶν τῆς περὶ αὐτὰ γνώσεως τὴν ἀρχὴν εἴληφεν· διαλεκτικὸς δὲ συλλογισμὸς ὁ ἐξ ἐνδόξων συλλογιζόμενος.
因此,当推论是从真实且首要的前提开始,或者从那些通过某些首要且真实的前提而获得其知识起点的前提开始时,它就是证明;而辩证推论则是从通念出发进行推论的。
Ἔστι δὲ ἀληθῆ μὲν καὶ πρῶτα τὰ μὴ δι᾿ ἑτέρων ἀλλὰ δι᾿ αὑτῶν ἔχοντα τὴν πίστιν· οὐ δεῖ γὰρ ἐν ταῖς ἐπιστημονικαῖς ἀρχαῖς ἐπιζητεῖσθαι τὸ διὰ τί, ἀλλ᾿ ἑκάστην τῶν ἀρχῶν αὐτὴν καθ᾿ ἑαυτὴν εἶναι πιστήν.
真实且首要的事物是那些不通过其他事物、而是通过自身来获得其信誉的事物;因为在科学的起点中,不应该寻求“为什么”,而是每个起点自身都必须是可信的。
Ἔνδοξα δὲ τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωρίμοις καὶ ἐνδόξοις.
通念是指那些被所有人、或大多数人、或智者所接受的意见——而在智者中,又是被所有人、或大部分人、或最著名和最受尊重的人所接受的。
Ἐριστικὸς δ᾿ ἐστὶ συλλογισμὸς ὁ ἐκ φαινομένων ἐνδόξων, μὴ ὄντων δέ, καὶ ὁ ἐξ ἐνδόξων ἢ φαινομένων ἐνδόξων φαινόμενος.
争论性推论是从那些看起来是通念但实际上不是的前提出发进行的推论,或者是那些虽然从通念或看起来是通念的前提出发,但只是看起来在进行推论。
Οὐ γὰρ πᾶν τὸ φαινόμενον ἔνδοξον καὶ ἔστιν ἔνδοξον.
因为并非所有看起来是通念的事物都确实是通念。
Οὐθὲν γὰρ τῶν λεγομένων ἐνδόξων ἐπιπόλαιον ἔχει παντελῶς τὴν φαντασίαν, καθὰ περὶ τὰς τῶν ἐριστικῶν λόγων ἀρχὰς συμβέβηκεν ἔχειν· παραχρῆμα γὰρ καὶ ὡς ἐπὶ τὸ πολὺ τοῖς καὶ μικρὰ συνορᾶν δυναμένοις κατάδηλος ἐν αὐτοῖς ἡ τοῦ ψεύδους ἐστὶ φύσις.
在所谓通念的事物中,没有一个其表面现象是完全肤浅的,正如争论性论证的起点所具有的那种情况;因为在后者中,立即且在大多数情况下,即使对于那些只能看出一点端倪的人来说,其中的虚妄性质也是显而易见的。
Ὁ μὲν οὖν πρότερος τῶν ῥηθέντων ἐριστικῶν συλλογισμῶν καὶ συλλογισμὸς λεγέσθω, ὁ δὲ λοιπὸς ἐριστικὸς μὲν συλλογισμός, συλλογισμὸς δ᾿ οὔ, ἐπειδὴ φαίνεται μὲν συλλογίζεσθαι, συλλογίζεται δ᾿ οὔ.
因此,在上述争论性推论中,前者也应该被称为推论,而后者则是争论性推论,但不是推论,因为它看起来在进行推论,但实际上并没有。
Ἔτι δὲ παρὰ τοὺς εἰρημένους ἅπαντας συλλογισμοὺς οἱ ἐκ τῶν περί τινας ἐπιστήμας οἰκείων γινόμενοι παραλογισμοί, καθάπερ ἐπὶ τῆς γεωμετρίας καὶ τῶν ταύτῃ συγγενῶν συμβέβηκεν ἔχειν.
此外,在所有上述推论之外,还有由某些科学所特有的前提出发而产生的谬误推论,正如在几何学及与其相近的学科中所发生的情况那样。
Ἔοικε γὰρ ὁ τρόπος οὗτος διαφέρειν τῶν εἰρημένων συλλογισμῶν· οὔτε γὰρ ἐξ ἀληθῶν καὶ πρώτων συλλογίζεται ὁ ψευδογραφῶν, οὔτ᾿ ἐξ ἐνδόξων.
因为这种方式似乎与上述推论不同;因为绘制假图的人既不是从真实且首要的前提出发进行推论,也不是从通念出发。
Εἰς γὰρ τὸν ὅρον οὐκ ἐμπίπτει· οὔτε γὰρ τὰ πᾶσι δοκοῦντα λαμβάνει οὔτε τὰ τοῖς πλείστοις οὔτε τὰ τοῖς σοφοῖς, καὶ τούτοις οὔτε τὰ πᾶσιν οὔτε τοῖς πλείστοις οὔτε τοῖς ἐνδοξοτάτοις, ἀλλ᾿ ἐκ τῶν οἰκείων μὲν τῇ ἐπιστήμῃ λημμάτων, οὐκ ἀληθῶν δὲ τὸν συλλογισμὸν ποιεῖται.
因为他没有落入定义之中:他既不采用所有人、也不采用大多数人、也不采用智者所同意的观点——而在智者中,既不是所有人、也不是大多数人、也不是最著名的人——而是从该科学所特有的前提出发,尽管这些前提是不真实的,来进行推论。
Τῷ γὰρ ἢ τὰ ἡμικύκλια περιγράφειν μὴ ὡς δεῖ, ἢ γραμμάς τινας ἄγειν μὴ ὡς ἂν ἀχθείησαν, τὸν παραλογισμὸν ποιεῖται.
因为他是通过不正确地画半圆,或者以不应当绘制的方式引某些线,来制造谬误推论的。
Εἴδη μὲν οὖν τῶν συλλογισμῶν, ὡς τύπῳ περιλαβεῖν, ἔστω τὰ εἰρημένα.
因此,推论的这些种类,作为粗略的把握,就如上面所说的那样。
Καθόλου δ᾿ εἰπεῖν περὶ πάντων τῶν εἰρημένων καὶ τῶν μετὰ ταῦτα ῥηθησομένων, ἐπὶ τοσοῦτον ἡμῖν διωρίσθω, διότι περὶ οὐδενὸς αὐτῶν τὸν ἀκριβῆ λόγον ἀποδοῦναι προαιρούμεθα, ἀλλ᾿ ὅσον τύπῳ περὶ αὐτῶν βουλόμεθα διελθεῖν, παντελῶς ἱκανὸν ἡγούμενοι κατὰ τὴν προκειμένην μέθοδον τὸ δύνασθαι γνωρίζειν ὁπωσοῦν ἕκαστον αὐτῶν.
总的来说,关于所有已经说过的以及此后将要说的内容,我们在目前阶段作此限定:因为我们并不打算对其中任何一个给予精确的阐述,而只是希望粗略地对它们进行探讨,我们认为,按照目前的方法,只要能够以某种方式认识它们中的每一个,就已经完全足够了。