Humanitext Reader

亚里士多德 · 论气息 §9

生命中热的作用与由混合比例决定的人体组织

第 7 段,共 7 段 · 希腊语

内容简介

本章将生物中热力的作用与技术之火(作为工具)进行对比,探讨了赋予比例(形式)的自然复合作用,并论证了骨与肉在性质上的差异源于其元素混合比例的不同。

§99 Οἱ ἀναιροῦντες ὡς οὐ τὸ θερμὸν τὸ ἐργαζόμενον ἐν τοῖς σώμασιν, ἢ ὅτι μία τις φορὰ καὶ δύναμις ἡ τμητικὴ τοῦ πυρός, οὐ καλῶς λέγουσιν.
9 那些否定热是身体中起作用之物的人,或者[主张]火的切断作用是某种单一的运动和力量的人,说得并不正确。
οὐδὲ γὰρ ὅλα τοῖς ἀψύχοις ταὐτὸ ποιεῖ πᾶσιν, ἀλλὰ τὰ μὲν πυκνοῖ, τὰ δὲ μανοῖ, καὶ τήκει, τὰ δὲ πήγνυσιν.
因为对于无生命之物,火也不是对所有东西都做同样的事,而是使一些东西凝聚,使另一些东西稀薄,并且融化,使另一些东西凝固。
ἐν δὲ δὴ τοῖς ἐμψύχοις οὕτως ὑποληπτέον, ὥσπερ φύδεως πῦρ ζητοῦντα, καθάπερ τέχνης· καὶ γὰρ ἐν ταῖς τέχναις ἕτερον τὸ χρυσοχοϊκὸν καὶ τὸ χαλκευτικὸν καὶ τὸ τεκτονικὸν πῦρ ἀποτελεῖ, καὶ τὸ μαγειρικόν.
在有生命之物中,我们必须这样来设想,就好像在寻找自然之火,正如寻找技术之火一样;因为在各种技术中,金工之火、铜工之火、木工之火以及烹饪之火,各自产生不同的结果。
ἴσως δʼ ἀληθέστερον ὅτι αἱ τέχναι· χρῶνται γὰρ ὥσπερ ὀργάνῳ μαλάττουσαι καὶ τήκουσαι καὶ ξηραίνουσαι, ἔνια δὲ καὶ ῥυθμίζουσαι.
但也许更真实的说法是技术[产生这些];因为它们将[火]当作工具来使用,进行软化、融化、干燥,有些还进行塑造。
τὸ αὐτὸ δὴ τοῦτο καὶ αἱ φύσεις· ὅθεν δὴ καὶ αἱ πρὸς ἄλληλα διαφοραί.
这同样适用于各种自然;由此也产生了它们彼此之间的差异。
διὸ γελοῖον πρὸς τὸ ἔξω κρίνειν· εἴτε γὰρ διακρῖνον εἴτε λεπτῦνον εἴθʼ ὁτιδήποτʼ ἐστὶ τὸ θερμαίνεσθαι καὶ πυροῦσθαι, διάφορα ἕξει τὰ ἔργα τοῖς χρωμένοις.
因此,对照外部[的火]来判断是可笑的;因为无论加热和着火是分离、变薄还是其他任何过程,对于使用者来说,它们都会产生不同的效果。
ἀλλʼ αἱ μὲν τέχναι ὡς ὀργάνῳ χρῶνται, ἡ δὲ φύσις ἅμα καὶ ὡς ὕλῃ.
但是,技术将它作为工具使用,而自然同时也将它作为质料。
οὐ δὴ τοῦτο χαλεπόν, ἀλλὰ μᾶλλον τὸ τὴν φύσιν αὐτὴν νοῆσαι τὴν χρωμένην, ἥτις ἅμα τοῖς αἰσθητοῖς πάθεσι καὶ τὸν ῥυθμὸν ἀποδώσει.
这并不难理解,难的是去理解使用它的自然本身,它在赋予感官能觉察的性质的同时,也赋予了比例(形式)。
τοῦτο γὰρ οὐκέτι πυρὸς οὐδὲ πνεύματος.
因为这已经不再是火或气息[的作用]。
τούτοις δὴ καταμεμεῖχθαι τοιαύτην δύναμιν θαυμαστόν.
如此能力竟然混合在这些东西中,这确实令人惊异。
ἔτι δὲ τοῦτο θαυμαστὸν ταὐτὸν καὶ περὶ ψυχῆς· ἐν τούτοις γὰρ ὑπάρχει.
此外,关于灵魂,同样也有这样令人惊异的事情;因为灵魂存在于这些东西之中。
διόπερ οὐ κακῶς εἰς ταὐτόν, ἢ ἀπλῶς ἢ μόριόν τι τὸ δημιουργοῦν, καὶ τὸ τὴν κίνησιν ἀεὶ τὴν ὁμοίαν ὑπάρχειν ἐνεργοῦν.
因此,将进行创造(塑造)的东西,无论是完全地还是作为其一部分,与使同样运动始终现实存在的东西归为同一,这并没有错。
καὶ γὰρ ἡ φύσις, ἀφʼ ἧς καὶ ἡ γένεσις.
因为[那正是]自然,生成也由此而来。
ἀλλὰ δὴ τίς ἡ διαφορὰ τοῦ καθʼ ἕκαστον θερμοῦ, εἴθʼ ὡς ὄργανον εἴθʼ ὡς ὕλην εἴθʼ ὡς ἄμφω;
但是,个别热力的区别到底是什么,无论是作为工具、作为质料,还是作为两者兼有?
πυρὸς γὰρ διαφοραὶ κατὰ τὸ μᾶλλον καὶ ἧττον.
因为火的区别在于“多”与“少”。
τοῦτο δὲ σχεδὸν ὥσπερ ἐν μίξει καὶ ἀμιξίᾳ· τὸ γὰρ καθαρώτερον μᾶλλον.
而这几乎就像是混合与非混合;因为越纯粹的就越“多”。
ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν ἄλλων ἁπλῶν.
同样的道理也适用于其他简单元素。
ἀνάγκη γάρ, ἐπείπερ ἕτερον ὀστοῦν καὶ σὰρξ ἵππου καὶ βοός, ἢ τῷ ἐξ ἑτέρων εἶναι ἢ τῇ χρήσει διαφέρειν.
因为,既然马和牛的骨与肉是不同的,它们要么是由不同的东西构成,要么是在其使用方式上有所不同。
εἰ μὲν οὖν ἕτερα, τίνες αἱ διαφοραὶ ἑκάστου τῶν ἁπλῶν καὶ τίς ταύτας γὰρ ζητοῦμεν.
如果它们是不同的,那么每个简单元素之间的区别是什么,以及它们的[比例]是什么? 因为这些正是我们所探求的。
εἰ δὲ ταὐτά, τοῖς λόγοις ἂν διαφέροι.
但如果它们是相同的,它们就会在比例上有所不同。
ἀνάγκη γὰρ δυοῖν θάτερον, καθάπερ ἐν τοῖς ἄλλοις· οἴνου μὲν γὰρ καὶ μέλιτος κρᾶσις διὰ τὸ ὑποκείμενον, οἴνου δʼ αὐτοῦ, εἴπερ ἑτέρα, διὰ τὸν λόγον.
因为二者必居其一,就像在其他事物中一样;因为葡萄酒和蜂蜜的混合是由于其基底(质料)不同,而葡萄酒本身的混合,如果确实不同,则是由于比例。
διὸ καὶ Ἐμπεδοκλῆς μίαν ἀπλῶς τὴν τοῦ ὀστοῦ φύσιν εἴπερ ἅπαντα τὸν αὐτὸν λόγον ἔχει τῆς μίξεως, ἀδιάφορα ἐχρῆν ἵππου καὶ λέοντος καὶ ἀνθρώπου εἶναι.
因此恩培多克勒也[说]骨的本性端其为一。 如果所有的[骨]都具有相同的混合比例,那么马、狮子和人类的[骨]就应当是没有区别的。
νῦν δὲ διαφέρει σκληρότητι, μαλακότητι, πυκνότητι, τοῖς ἄλλοις ὁμοίως καὶ σὰρξ καὶ τὰ ἄλλα μόρια.
但现在,它们在硬度、软度、密度上都有所不同,肉和其他部分也是如此。
ἔτι δὲ τὰ ἐν τῷ αὐτῷ ζῴῳ διαφέρουσι πυκνότητι καὶ μανότητι καὶ τοῖς ἄλλοις, ὥστʼ οὐχ ἡ αὐτὴ κρᾶσις.
而且,同一动物体内的各部分在密度、稀薄度等方面也有所不同,因此它们并不是相同的混合。
παχὺ μὲν γὰρ καὶ λεπτὸν καὶ μέγα καὶ μικρὸν ἂν εἴη ἐν τῷ ποσῷ, σκληρὸν δὲ καὶ πυκνὸν καὶ τὰ ἐναντία τούτοις ἐν τῷ ποιῷ τῷ τῆς μίξεως.
因为粗细、大小属于数量,而硬、密及其相反的性质则属于混合的质量。
ἀναγκαῖον δὲ τοῖς οὕτω λέγουσιν εἰδέναι, πῶς τὸ δημιουργοῦν ἕτερον εἴη ἂν καὶ τῷ τοῦτο πλέον ἢ ἔλαττον εἶναι, καὶ τῷ καθʼ αὐτὸ καὶ τῷ μεμειγμένῳ ἢ ἐν ἄλλῳ πυροῦσθαι.
对于那些这样说的的人来说,必须知道,创造(塑造)的主体如何会不同,无论是因为这[热力]的多或少,还是因为它是单独着火,还是在混合状态中或在其他东西中着火。
ἅμα γὰρ ἐγκαταμείγνυται καὶ ποιεῖ τὸ τῆς φύσεως.
因为它是同时混合在其中并产生自然的作用。
ἄρα ὁ αὐτὸς καὶ περὶ σαρκὸς λόγος· καὶ γὰρ αἱ αὐταὶ διαφοραί, σχεδὸν δὲ καὶ περὶ φλεβὸς καὶ ἀρτηρίας καὶ τῶν λοιπῶν.
因此,关于肉也是同样的道理;因为存在着同样的差异,而且几乎关于静脉、动脉以及其余部分也是如此。
ὥστε δυεῖν θάτερον, ἢ οὐχ εἶς ὁ λόγος τούτων κατὰ τὴν μίξιν, ἢ οὐ σκληρότητι καὶ πυκνότητι καὶ τοῖς ἐναντίοις τοὺς λόγους ληπτέον.
所以二者必居其一,要么这些东西根据混合的比例不是单一的,要么我们不应当通过硬度、密度及其相反的性质来把握这些比例。

词汇与语法注释

  1. §9Οἱ ἀναιροῦντες — 句首的实词化现在分词。其后的 ὡς 从句与 ὅτι 从句是并列的,用以表达否定或主张的具体内容,整个句子的主句动词为 οὐ καλῶς λέγουσιν。
  2. §9ζητοῦντα — 宾格分词,在此作为非人称形容词 ὑποληπτέον(“应当设想”)的逻辑主语(相当于泛指的“人”),其用法类似于不定式的宾格主语。
  3. §9εἰς ταὐτόν — 介词短语,在 εἰς ταὐτόν(“归于同一”)之后省略了表示“归于”、“引向”等意思的动词(例如 ἄγειν 或 φέρειν)。
  4. p.64μίαν ἀπλῶς τὴν τοῦ ὀστοῦ φύσιν — 宾格名词短语,处于间接引语中,省略了表示说、称的动词(如 ἔφη,“说”)。

引用这一段

亚里士多德, 论气息 §9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg043.humanitext-grc1:9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。