- 底本
- Aristotle. Aristotelis Opera, Volume 1. Bekker, Immanuel, editor (Academia Regia Borussica). Berlin: Reimer, 1831. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg042.humanitext-grc1:3#1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
食物の摂取に伴う蒸発気の往復運動が睡眠を引き起こす生理学的メカニズムを説明し、幼児、てんかん、身体的特徴と睡眠の関連を論じる。
Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν1 τίνων γινομένων καὶ πόθεν ἡ ἀρχὴ τοῦ πάθους γίγνεται, τοῦ τ᾽ ἐγρηγορέναι καὶ τοῦ καθεύδειν. φανερὸν δὴ ὅτι ἐπεὶ ἀναγκαῖον τῷ ζῴῳ,2 ὅταν αἴσθησιν ἔχῃ, τότε πρῶτον τροφήν τε λαμβάνειν καὶ αὔξησιν, τροφὴ δ᾽ ἐστὶ πᾶσιν ἡ ἐσχάτη τοῖς μὲν ἐναίμοις ἡ τοῦ αἵματος φύσις τοῖς δ᾽ ἀναίμοις τὸ ἀνάλογον, τόπος δὲ τοῦ αἵματος αἱ φλέβες, τούτων δ᾽ ἀρχὴ ἡ καρδία· φανερὸν δὲ τὸ λεχθὲν ἐκ τῶν ἀνατομῶν. τῆς μὲν οὖν θύραθεν τροφῆς εἰσιούσης εἰς τοὺς δεκτικοὺς τόπους γίνεται ἡ ἀναθυμίασις εἰς τὰς φλέβας, ἐκεῖ δὲ μεταβάλλουσα ἐξαιματοῦται καὶ πορεύεται ἐπὶ τὴν ἀρχήν. εἴρηται δὲ περὶ τούτων ἐν τοῖς περὶ τροφῆς· νῦν δ᾽ ἀναληπτέον ὑπὲρ αὐτῶν τούτου χάριν, ὅπως τὰς ἀρχὰς τῆς κινήσεως θεωρήσωμεν, καὶ τί πάσχοντος τοῦ μορίου τοῦ αἰσθητικοῦ συμβαίνει ἡ ἐγρήγορσις καὶ ὁ ὕπνος. οὐ γάρ ἐστιν ὁ ὕπνος ἡτισοῦν ἀδυναμία τοῦ αἰσθητικοῦ, καθάπερ εἴρηται· καὶ γὰρ ἔκνοια καὶ πνιγμός τις καὶ λιποψυχία ποιεῖ τὴν τοιαύτην ἀδυναμίαν.3 ἤδη δὲ γεγένηταί τισι καὶ φαντασία λιποψυχήσασιν ἰσχυρῶς. τοῦτο μὲν οὖν ἔχει τινὰ ἀπορίαν· εἰ γὰρ ἐνδέχεται καταδαρθεῖν τὸν λιποψυχήσαντα, ἐνδέχοιτ᾽ ἂν ἐνύπνιον εἶναι καὶ τὸ φάντασμα.4 πολλὰ δ᾽ ἐστὶν ἃ λέγουσιν οἱ σφόδρα λιποψυχήσαντες καὶ δόξαντες τεθνάναι· περὶ ὧν τὸν αὐτὸν λόγον ὑποληπτέον εἶναι πάντων. ἀλλὰ γὰρ ὥσπερ εἴπομεν, οὐκ ἔστιν ὁ ὕπνος ἀδυναμία πᾶσα τοῦ αἰσθητικοῦ, ἀλλ᾽ ἐκ τῆς περὶ τὴν τροφὴν ἀναθυμιάσεως γίνεται τὸ πάθος τοῦτο· ἀναγκαῖον γὰρ τὸ ἀναθυμιώμενον μέχρι του ὠθεῖσθαι,5 εἶτ᾽ ἀντιστρέφειν καὶ μεταβάλλειν καθάπερ εὔριπον. τὸ δὲ θερμὸν ἑκάστου τῶν ζῴων πρὸς τὸ ἄνω πέφυκε φέρεσθαι· ὅταν δ᾽ ἐν τοῖς ἄνω τόποις γένηται, ἀθρόον πάλιν ἀντιστρέφει καὶ καταφέρεται. διὸ μάλιστα γίνονται ὕπνοι ἀπὸ τῆς τροφῆς· ἀθρόον γὰρ πολὺ τότε ὑγρὸν καὶ τὸ σωματῶδες ἀναφέρεται. ἱστάμενον μὲν οὖν βαρύνει καὶ ποιεῖ νυστάζειν· ὅταν δὲ ῥέψῃ κάτω καὶ ἀντιστρέψαν ἀπώσῃ τὸ θερμόν, τότε γίνεται ὁ ὕπνος καὶ τὸ ζῷον καθεύδει. σημεῖον δὲ τούτων καὶ τὰ ὑπνωτικά· πάντα γὰρ καρηβαρίαν ποιεῖ, καὶ τὰ ποτὰ καὶ τὰ βρωτά, μήκων, μανδραγόρας, οἶνος, αἶραι. καὶ καταφερόμενοι καὶ νυστάζοντες τοῦτο δοκοῦσι πάσχειν, καὶ ἀδυνατοῦσιν αἴρειν τὴν κεφαλὴν καὶ τὰ βλέφαρα. καὶ μετὰ τὰ σῖτα μάλιστα τοιοῦτος ὁ ὕπνος· πολλὴ γὰρ ἡ ἀπὸ τῶν σιτίων ἀναθυμίασις. ἔτι δ᾽ ἐκ κόπων ἐνίων· ὁ μὲν γὰρ κόπος συντηκτικόν, τὸ δὲ σύντηγμα γίνεται ὥσπερ τροφὴ ἄπεπτος, ἂν μὴ ψυχρὸν ᾖ. καὶ νόσοι δέ τινες ταὐτὸ τοῦτο ποιοῦσιν, ὅσαι ἀπὸ περιττώματος ὑγροῦ καὶ θερμοῦ, οἷον συμβαίνει τοῖς πυρέττουσι καὶ ἐν τοῖς ληθάργοις. ἔτι δ᾽ ἡ πρώτη ἡλικία· τὰ γὰρ παιδία καθεύδει σφόδρα διὰ τὸ τὴν τροφὴν ἄνω φέρεσθαι πᾶσαν. σημεῖον δὲ τὸ ὑπερβάλλειν τὸ μέγεθος τῶν ἄνω πρὸς τὰ κάτω κατὰ τὴν πρώτην ἡλικίαν, διὰ τὸ ἐπὶ ταῦτα γίνεσθαι τὴν αὔξησιν. διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ ἐπιληπτικὰ γίνεται· ὅμοιον γὰρ ὁ ὕπνος ἐπιλήψει, καὶ ἔστι τρόπον τινὰ ὁ ὕπνος ἐπίληψις. διὸ καὶ συμβαίνει πολλοῖς ἡ ἀρχὴ τούτου τοῦ πάθους καθεύδουσιν, καὶ καθεύδοντες μὲν ἁλίσκονται, ἐγρηγορότες δ᾽ οὔ· ὅταν γὰρ πολὺ φέρηται τὸ πνεῦμα ἄνω, καταβαῖνον πάλιν τὰς φλέβας ὀγκοῖ, καὶ συνθλίβει τὸν πόρον δι᾽ οὗ ἡ ἀναπνοὴ γίνεται. διὸ τοῖς παιδίοις οὐ συμφέρουσιν οἱ οἶνοι, οὐδὲ ταῖς τίτθαις (διαφέρει γὰρ ἴσως οὐδὲν αὐτὰ πίνειν ἢ τὰς τίτθας),6 ἀλλὰ δεῖ πίνειν ὑδαρῆ καὶ ὀλίγον· πνευματῶδες γὰρ ὁ οἶνος, καὶ τούτου μᾶλλον ὁ μέλας. οὕτω δὲ τὰ ἄνω πλήρη τῆς τροφῆς τοῖς παιδίοις, ὥστε πέντε μηνῶν οὐδὲ στρέφουσι τὸν αὐχένα· ὥσπερ γὰρ τοῖς σφόδρα μεθύουσιν, ὑγρότης ἀναφέρεται πολλή. εὔλογον δὲ τοῦτ᾽ εἶναι τὸ πάθος αἴτιον καὶ τοῦ ἠρεμεῖν ἐν ταῖς μήτραις τὰ ἔμβρυα τὸ πρῶτον. καὶ τὸ ὅλον δὲ φίλυπνοι οἱ ἀδηλόφλεβοι καὶ οἱ νανώδεις καὶ οἱ μεγαλοκέφαλοι· τῶν μὲν γὰρ αἱ φλέβες στεναί, ὥστ᾽ οὐ ῥᾴδιον διαρρεῖν κατιὸν τὸ ὑγρόν, τοῖς δὲ νανώδεσι καὶ μεγαλοκεφάλοις ἡ ἄνω ὁρμὴ πολλὴ καὶ ἀναθυμίασις. οἱ δὲ φλεβώδεις οὐχ ὑπνωτικοὶ δι᾽ εὔροιαν τῶν φλεβῶν, ἂν μή τι ἄλλο πάθος ἔχωσιν ὑπεναντίον. οὐδ᾽ οἱ μελαγχολικοί· κατέψυκται γὰρ ὁ εἴσω τόπος, ὥστ᾽ οὐ γίνεται πλῆθος αὐτοῖς ἀναθυμιάσεως.
前に述べたことに続くのは、いかなる事態が生じ、また何に由来して、この状態(すなわち目覚めていることと眠ること)の始原が生じるのかを検討することである。さて、動物には知覚があるとき、そのときに初めて栄養を摂取して成長することが必然であり、またすべてにとって最終的な栄養とは、有血動物にとっては血液の本性であり、無血動物にとってはそれに比率的に対応するものであり、血液の場所は血管であって、これら(血管)の始原は心臓であるから、以上のことは解剖から明らかである。さて、外部から栄養がこれを受け入れる場所に流入すると、血管へと立ちのぼる気(蒸発気)が生じ、そこ(血管)において変化して血液となり、始原(心臓)へと進む。これらについては『栄養について』で述べられた。しかし今は、運動の始原を観察し、感覚の部分(感覚器官)がどのような状態になることによって目覚めと睡眠が生じるのかを知るために、これらをもう一度取り上げねばならない。なぜなら、睡眠とは、すでに述べたように、感覚器官のいかなる無能力状態でもないからである。実際、意識喪失や、ある種の窒息、失神も、このような無能力状態を引き起こす。また、ひどく失神した人たちに心像が生じることもすでに起きている。さて、このことは一つの困難を含んでいる。もし失神した人が眠りに落ちることがありうるなら、その心像もまた夢でありうることになるからである。また、ひどく失神して死んだと思われた人々が語る多くのことがある。これらすべてについても同じ説明が当てはまると想定せねばならない。だが、私たちが言ったように、睡眠とは感覚器官のすべての無能力状態ではなく、栄養に由来する蒸発気(立ちのぼる気)からこの状態が生じるのである。なぜなら、蒸発するものは、あるところまで押し流され、次いでユーリーポス海峡のように反転して変化することが必然だからである。そして、動物のそれぞれの熱は、生まれつき上方へと運ばれるようになっている。しかし、上方の場所へと至ると、再び一斉に反転して下方に運ばれる。それゆえ、睡眠は特に食物から引き起こされる。そのとき、一斉に多くの水分と身体的なものが上方に運ばれるからである。それがとどまると、(頭を)重くして、うとうとさせ、下方へと傾いて、反転して熱を押し戻すとき、そのときに睡眠が生じ、動物は眠るのである。これらの兆候は催眠薬でもある。すべての、飲み物も食べ物も、すなわちケシ、マンドラゴラ、ワイン、毒麦は、頭を重くさせるからである。そして、下方へと(頭を)傾けてうとうとしている人々も、これと同じ状態を被っているように見え、頭や瞼を上げることができなくなる。そして食事の後は特にそのような睡眠が生じる。食物からの蒸発気が多いからである。さらに、ある種の疲労からも生じる。疲労は(体を)消耗させるものであり、消耗されたものは、冷えていなければ未消化の食物のようになるからである。また、いくつかの病気もこれと同じことを引き起こす。すなわち、湿っていて熱い余剰物(排泄物)から生じるすべての病気であり、例えば発熱している人々や嗜眠状態にある人々に生じるものがそれである。さらに、最初の年齢(乳幼児期)もそうである。幼児は、食物がすべて上方に運ばれるために、非常によく眠る。その兆候は、最初の年齢において、上方の部分の大きさが下方の部分に対して過度であることである。成長がそれら(上方の部分)に向かって生じるからである。そしてこの原因のために、てんかんも生じる。睡眠はてんかんに似ており、ある意味で睡眠はてんかんだからである。それゆえ、多くの人々において、この状態の始まりが眠っているときに生じ、眠っているときには罹るが、目覚めているときには罹らないのである。なぜなら、気が多く上方に運ばれ、再び下って血管を膨張させ、呼吸が行われる通路を圧迫するからである。それゆえ、子供たちにはワインは適しておらず、乳母にも適していない(子供自身が飲むのも乳母が飲むのも、おそらく違いはないからである)。むしろ、水を混ぜたものを少しだけ飲まねばならない。ワインは気を含み、特に赤ワインがそうだからである。このように子供たちにおいては上方の部分が食物で満ちているため、五ヶ月までは首を動かすことさえできない。極度に酔っ払った人々のように、多くの水分が上方に運ばれるからである。そして、胎児が胎内で最初に静止している原因も、この状態であると考えるのは理にかなっている。また、一般的に、血管が目立たない者、小人、大頭の者は眠ることを好む。ある者たちは血管が狭く、下る水分が流れ通りやすくなっていないからであり、小人や大頭の者においては、上方に駆り立てる力と蒸発気が多いからである。これに対して、血管の目立つ者は、血管の流れが良い(血流が良い)ために眠りがちではない。ただし、何かそれに反対する別の状態を持っていない限りである。また、黒胆汁質の者も眠りがちではない。内部の場所が冷却されているために、彼らには大量の蒸発気が生じないからである。
- 456a30Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν
ἐχόμενόν ἐστι は属格支配で「〜に続く、密接に関連する」を意味し、主語は不定詞 ἐπελθεῖν 以下である。
- 456a30φανερὸν δὴ ὅτι ἐπεὶ ἀναγκαῖον τῷ ζῴῳ...
文頭の φανερὸν δὴ ὅτι(〜は明らかである)は、理由を示す ἐπεὶ 節が挿入されて長大化したため、主節の動詞が明示されないまま、一度文章が中断され、φανερὸν δὲ...(それゆえ〜は明らかである)で改めて結論づけられる一種の破格(anakolouthon)を形成している。
- 456b10καὶ γὰρ ἔκνοια καὶ πνιγμός τις καὶ λιποψυχία ποιεῖ τὴν τοιαύτην ἀδυναμίαν
複数の主語(ἔκνοια, πνιγμός, λιποψυχία)に対して、動詞 ποιεῖ が単数形になっている。これは個々の原因がそれぞれ同様にその状態を引き起こすことを強調する、あるいは最も近い名詞に一致させる文法的な単数一致の例である。
- 456b10εἰ γὰρ ἐνδέχεται καταδαρθεῖν τὸν λιποψυχήσαντα, ἐνδέχοιτ’ ἂν ἐνύπνιον εἶναι καὶ τὸ φάντασμα
前件(εἰ + 直説法現在 ἐνδέχεται)で客観的事実としての前提を示し、後件(希求法 + ἄν, ἐνδέχοιτ' ἂν)で「〜であるかもしれない」という控えめな可能性(潜在)を述べる混合条件文を構成している。
- 456b20ἀναγκαῖον γὰρ τὸ ἀναθυμιώμενον μέχρι του ὠθεῖσθαι
非人称形容詞 ἀναγκαῖον に対格不定詞(тὸ ἀναθυμιώμενον が主語、ὠθεῖσθαι が不定詞)が続いている。μέχρι του は μέχρι τινός(不定代名詞の中性属格)の縮約形で、「ある一点まで、ある程度まで」の意味である。
- 457a15διαφέρει γὰρ ἴσως οὐδὲν αὐτὰ πίνειν ἢ τὰς τίτθας
οὐδὲν διαφέρει は「何の違いもない」という非人称表現。比較を表す ἤ(〜か、あるいは)によって、主語である2つの対格不定詞句「子供たち自身が飲むこと(αὐτὰ πίνειν)」と「乳母たちが飲むこと(тὰς τίτθας [πίνειν])」が対比されている。αὐτά は中性複数対格で、前文の παιδία を指す。
