§2.1Τοῦ δὲ σώματος ἐν οἷς ἐγγίγνεσθαι πέφυκεν αἰσθητηρίοις, ἔνιοι μὲν ζητοῦσι κατὰ τὰ στοιχεῖα τῶν σωμάτων· οὐκ εὐποροῦντες δὲ πρὸς τέτταρα πέντ’ οὔσας συνάγειν, γλίχονται περὶ τῆς πέμπτης.
至于身体中自然产生感官的那些部位,有些人根据身体的元素来探究它们;但由于他们无法将五个感官与四个元素结合起来,他们便热望第五种元素。
§2.2Ποιοῦσι δὲ πάντες τὴν ὄψιν πυρὸς διὰ τὸ πάθους τινὸς ἀγνοεῖν τὴν αἰτίαν· θλιβομένου γὰρ καὶ κινουμένου τοῦ ὀφθαλμοῦ φαίνεται πῦρ ἐκλάμπειν·
他们都将视觉归于火,因为他们不了解某种受动的原因;因为当眼球受压并运动时,火似乎闪烁而出。
τοῦτο δ’ ἐν τῷ σκότει πέφυκε συμβαίνειν, ἢ τῶν βλεφάρων ἐπικεκαλυμμένων· γίνεται γὰρ καὶ τότε σκότος.
这自然发生在黑暗中,或在眼睑闭合时,因为那时也会产生黑暗。
Ἔχει δ’ ἀπορίαν τοῦτο καὶ ἑτέραν.
但这又带来了另一个困难。
§2.3Εἰ γὰρ μὴ ἔστι λανθάνειν αἰσθανόμενον καὶ ὁρῶντα ὁρώμενόν τι, ἀνάγκη ἄρ’ αὐτὸν ἑαυτὸν ὁρᾶν τὸν ὀφθαλμόν.
因为,如果一个感知和看见的人无法不注意到自己看见了某个被看见的事物,那么眼球必然是在看见它自己。
Διὰ τί οὖν ἠρεμοῦντι τοῦτ’ οὐ συμβαίνει;
那么,为什么当它静止时,这种情况就不会发生呢?
§2.4Τὰ δ’ αἴτια τούτου, καὶ τῆς ἀπορίας καὶ τοῦ δοκεῖν πῦρ εἶναι τὴν ὄψιν, ἐντεῦθεν ληπτέον.
这一现象的原因,包括上述困难以及认为视觉是火的观点,都必须从以下几点来理解。
Τὰ γὰρ λεῖα πέφυκεν ἐν τῷ σκότει λάμπειν, οὐ μέντοι φῶς γε ποιεῖ, τοῦ δ’ ὀφθαλμοῦ τὸ καλούμενον μέλαν καὶ μέσον λεῖον φαίνεται.
光滑的东西自然会在黑暗中闪光,但它们并不产生光;而眼球所谓的“黑色部分”即中心部分,看起来是光滑的。
Φαίνεται δὲ τοῦτο κινουμένου τοῦ ὄμματος διὰ τὸ συμβαίνειν ὥσπερ δύο γίνεσθαι τὸ ἕν.
当眼球运动时,这种闪光就会显现,因为此时恰好发生了一个东西似乎变成两个的情况。
Τοῦτο δ’ ἡ ταχυτὴς ποιεῖ τῆς κινήσεως, ὥστε δοκεῖν ἕτερον εἶναι τὸ ὁρῶν καὶ τὸ ὁρώμενον.
这是由运动的速度造成的,以至于看见者和被看见者看起来像是不同的。
§2.5Διὸ καὶ οὐ γίνεται, ἂν μὴ ταχέως καὶ ἐν σκότει τοῦτο συμβῇ· τὸ γὰρ λεῖον ἐν τῷ σκότει πέφυκε λάμπειν, οἷον κεφαλαὶ ἰχθύων τινῶν καὶ ὁ τῆς σηπίας θολός·
因此,除非这种情况发生得快且在黑暗中,否则它不会发生;因为光滑的东西在黑暗中自然会发光,例如某些鱼的头和乌贼的墨汁。
καὶ βραδέως μεταβάλλοντος τοῦ ὄμματος οὐ συμβαίνει ὥστε δοκεῖν ἅμα ἓν καὶ δύο εἶναι τό θ’ ὁρῶν καὶ τὸ ὁρώμενον.
而当眼球缓慢移动时,就不会发生让看见者和被看见者同时显得既是一个又是两个的情况。
§2.6Ἐκείνως δ’ αὐτὸς αὑτὸν ὁρᾷ ὁ ὀφθαλμός, ὥσπερ καὶ ἐν τῇ ἀνακλάσει, ἐπεὶ εἴ γε πῦρ ἦν, καθάπερ Ἐμπεδοκλῆς φησὶ καὶ ἐν τῷ Τιμαίῳ γέγραπται, καὶ συνέβαινε τὸ ὁρᾶν ἐξιόντος ὥσπερ ἐκ λαμπτῆρος τοῦ φωτός, διὰ τί οὐ καὶ ἐν τῷ σκότει ἑώρα ἂν ἡ ὄψις;
眼球就是通过那种方式看见它自己的,就像在反射中一样;因为如果它确实如恩培多克勒所说以及《蒂迈欧篇》中所写的那样是火,并且视觉是由于光像从灯笼中出来一样向外发出而产生的,那么为什么视觉在黑暗中也无法看见呢?
§2.7Τὸ δ’ ἀποσβέννυσθαι φάναι ἐν τῷ σκότει ἐξιοῦσαν, ὥσπερ ὁ Τίμαιος λέγει, κενόν ἐστι παντελῶς· τίς γὰρ ἀπόσβεσις φωτός ἐστιν;
至于声称视觉在黑暗中出去时会熄灭(如《蒂迈欧篇》所说),则是完全没有根据的;因为什么是光的熄灭呢?
Σβέννυται γὰρ ἢ ὑγρῷ ἢ ψυχρῷ τὸ θερμὸν καὶ ξηρόν, οἷον δοκεῖ τό τ’ ἐν τοῖς ἀνθρακώδεσιν εἶναι πῦρ καὶ ἡ φλόξ, ὧν τῷ φωτὶ οὐδέτερον φαίνεται ὑπάρχον.
热而干的东西是被湿或冷所熄灭的,就像木炭中的火和火焰似乎如此,而这两者似乎都不属于光。
§2.8Εἰ δ’ ἄρα ὑπάρχει μὲν ἀλλὰ διὰ τὸ ἠρέμα λανθάνει ἡμᾶς, ἔδει μεθ’ ἡμέραν τε καὶ ἐν τῷ ὕδατι ἀποσβέννυσθαι τὸ φῶς, καὶ ἐν τοῖς πάγοις μᾶλλον γίνεσθαι σκότον· ἡ γοῦν φλὸξ καὶ τὰ πεπυρωμένα σώματα πάσχει τοῦτο·
如果它们确实存在于其中,只是因为微弱而避开了我们的注意,那么光在白天和水中应当熄灭,而在结冰时应当产生更多的黑暗;至少火焰和燃烧的物体就会遭受这种情况。
νῦν δ’ οὐδὲν συμβαίνει τοιοῦτον.
但在现在,没有任何此类事情发生。
§2.9Ἐμπεδοκλῆς δ’ ἔοικε νομίζοντι ὁτὲ μὲν ἐξιόντος τοῦ φωτός, ὥσπερ εἴρηται πρότερον, βλέπειν· λέγει γοῦν οὕτως. Ὡς δ’ ὅτε τις πρόοδον νοέων ὡπλίσσατο λύχνον,
χειμερίην διὰ νύκτα πυρὸς σέλας αἰθομένοιο,
ἅψας παντοίων ἀνέμων λαμπτῆρας ἀμουργούς,
οἵτ’ ἀνέμων μὲν πνεῦμα διασκιδνᾶσιν ἀέντων,
φῶς δ’ ἔξω διαθρῶσκον, ὅσον ταναώτερον ἦεν,
λάμπεσκεν κατὰ βηλὸν ἀτειρέσιν ἀκτίνεσσιν· ὢς δὲ τότ’ ἐν μήνιγξιν ἐεργμένον ὠγύγιον πῦρ
λεπτῇσιν ὀθόνῃσι λοχάζετο κύκλοπα κούρην·
恩培多克勒似乎有时认为,正如前面所说,我们是因为光向外发出而看见的;至少他是这样说的: “正如当有人计划出门,准备了一盏灯笼,在冬夜里点燃燃烧的火光,装上防各种风的灯罩,它们驱散了吹来的风的气息,而光向外跃出,只要它更细微,就以不屈的光芒照亮门口;同样,当时那原始的火被包裹在膜中,用细布隐蔽在圆圆的瞳孔中。
αἱ δ’ ὕδατος μὲν βένθος ἀπέστεγον ἀμφινάοντος,
πῦρ δ’ ἔξω διαθρῶσκον, ὅσον ταναώτερον ἦεν.
它们阻挡了周围流水的深渊,而火向外跃出,只要它更细微。
§2.10Ὁτε μὲν οὖν οὕτως ὁρᾶν φησίν, ὁτὲ δὲ ταῖς ἀπορροίαις ταῖς ἀπὸ τῶν ὁρωμένων.
” 那么,他有时说我们是以这种方式看见的,而有时则说是通过被看见之物所发出的流出物。
Δημόκριτος δ’ ὅτι μὲν ὕδωρ εἶναί φησι, λέγει καλῶς, ὅτι δ’ οἴεται τὸ ὁρᾶν εἶναι τὴν ἔμφασιν, οὐ καλῶς· τοῦτο μὲν γὰρ συμβαίνει ὅτι τὸ ὄμμα λεῖον, καὶ ἔστιν οὐκ ἐν ἐκείνῳ ἀλλ’ ἐν τῷ ὁρῶντι· ἀνάκλασις γὰρ τὸ πάθος.
而德谟克利特声称眼球是水,这说得很好,但他认为看见就是显像,这说得不好;因为发生这种情况是因为眼球是光滑的,而且它不在那眼球中,而是在看见者之中;因为这种受动就是反射。