§1.1ἘΠΕΙ δὲ περὶ ψυχῆς καθ’ αὑτὴν διώρισται καὶ περὶ τῶν δυνάμεων ἑκάστης κατὰ μόριον αὐτῆς, ἐχόμενον ἐστι ποιήσασθαι τὴν ἐπίσκεψιν περὶ τῶν ζῴων καὶ τῶν ζωὴν ἐχόντων ἁπάντων, τίνες εἰσὶν ἴδιαι καὶ τίνες κοιναὶ πράξεις αὐτῶν.
既然我们已经界定了灵魂自身,以及它各个部分的每种能力,接下来就应当对动物以及所有具有生命的事物进行考察,看它们的活动中哪些是特有的,哪些是共有的。
Τὰ μὲν οὖν εἰρημένα περὶ ψυχῆς ὑποκείσθω, περὶ δὲ τῶν λοιπῶν λέγωμεν, καὶ πρῶτον περὶ τῶν πρώτων.
关于灵魂已经说过的那些内容,且作为前提,我们来讨论其余的部分,首先从最基本的部分开始。
§1.2Φαίνεται δὲ τὰ μέγιστα, καὶ τὰ κοινὰ καὶ τὰ ἴδια τῶν ζῴων, κοινὰ τῆς ψυχῆς ὄντα καὶ τοῦ σώματος, οἷον αἴσθησις καὶ μνήμη καὶ θυμὸς καὶ ἐπιθυμία καὶ ὅλως ὄρεξις, καὶ πρὸς τούτοις ἡδονή τε καὶ λύπη· καὶ γὰρ ταῦτα σχεδὸν ὑπάρχει πᾶσι τοῖς ζῴοις.
\n 显而易见,动物最重要的一些特征(无论是共有的还是特有的)都属于灵魂与肉体所共有,例如感觉、记忆、激情、欲望以及总体的欲求,此外还有快乐和痛苦;因为这些几乎存在于所有动物之中。
§1.3Πρὸς δὲ τούτοις τὰ μὲν πάντων ἐστὶ τῶν μετεχόντων ζωῆς κοινά, τὰ δὲ τῶν ζῴων ἐνίοις.
\n 除此之外,有些特征是所有分享生命之物所共有的,而另一些则是某些动物所特有的。
Τυγχάνουσι δὲ τούτων τὰ μέγιστα τέτταρες οὖσαι συζυγίαι τὸν ἀριθμόν, οἷον ἐγρήγορσις καὶ ὕπνος, καὶ νεότης καὶ γῆρας, καὶ ἀναπνοὴ καὶ ἐκπνοή, καὶ ζωὴ καὶ θάνατος·
其中最重要的特征在数量上恰好构成四对,即:醒觉与睡眠、青春与衰老、吸气与呼气、生命与死亡。
περὶ ὧν θεωρητέον, τί τε ἕκαστον αὐτῶν, καὶ διὰ τίνας αἰτίας συμβαίνει.
关于这些,我们必须考察它们各自是什么,以及是由什么原因引起的。
§1.4Φυσικοῦ δὲ καὶ περὶ ὑγιείας καὶ νόσου τὰς πρώτας ἰδεῖν ἀρχάς· οὔτε γὰρ ὑγίειαν οὔτε νόσον οἷόν τε γίνεσθαι τοῖς ἐστερημένοις ζωῆς.
\n 考察健康与疾病的第一原理也是自然学家的任务;因为对于那些被剥夺了生命的事物来说,既不可能有健康,也不可能有害病。
Διὸ σχεδὸν τῶν τε περὶ φύσεως οἱ πλεῖστοι καὶ τῶν ἰατρῶν οἱ φιλοσοφωτέρως τὴν τέχνην μετιόντες, οἱ μὲν τελευτῶσιν εἰς τὰ περὶ ἰατρικῆς, οἱ δ’ ἐκ τῶν περὶ φύσεως ἄρχονται περὶ τῆς ἰατρικῆς.
因此,几乎所有研究自然的人以及那些以更具哲学方式从事医术的医生,前者都将对自然的研究终止于医学事务,而后者则从自然研究开始切入医学。
§1.5Ὅτι δὲ τὰ λεχθέντα κοινὰ τῆς τε ψυχῆς ἐστὶ καὶ τοῦ σώματος, οὐκ ἄδηλον.
\n 上述特征属于灵魂与肉体所共有,这一点是不明显的。
Πάντα γὰρ τὰ μὲν μετ’ αἰσθήσεως συμβαίνει, τὰ δὲ δι’ αἰσθήσεως· ἔνια δὲ τὰ μὲν πάθη ταύτης ὄντα τυγχάνει, τὰ δ’ ἕξεις, τὰ δὲ φυλακαὶ καὶ σωτηρίαι, τὰ δὲ φθοραὶ καὶ στερήσεις.
因为其中一些是伴随着感觉而发生的,另一些则是通过感觉而发生的;有些是感觉的受动,有些是其状态,有些是其防护与保存,另一些则是其毁灭与剥夺。
Ἡ δ’ αἴσθησις ὅτι διὰ σώματος γίνεται τῇ ψυχῇ, δῆλον καὶ διὰ τοῦ λόγου καὶ τοῦ λόγου χωρίς.
感觉是通过身体发生在灵魂之中的,这一点无论是通过论证还是脱离论证都是显而易见。
§1.6Ἀλλὰ περὶ μὲν αἰσθήσεως καὶ τοῦ αἰσθάνεσθαι, τί ἐστι καὶ διὰ τί συμβαίνει τοῖς ζῴοις τοῦτο τὸ πάθος, εἴρηται πρότερον ἐν τοῖς περὶ ψυχῆς.
\n 但关于感觉和感知,它是什么以及这种受动为何会发生在动物身上,以前在《论灵魂》中已经讨论过。
Τοῖς δὲ ζῴοις, ᾗ μὲν ζῷον ἕκαστον, ἀνάγκη ὑπάρχειν αἴσθησιν· τούτῳ γὰρ τὸ ζῷον εἶναι καὶ μὴ ζῷον διορίζομεν.
而对于动物来说,只要每个个体是动物,就必然具有感觉;因为我们正是通过这一点来区分是动物还是非动物的。
§1.7Ἰδίᾳ δ’ ἤδη καθ’ ἕκαστον ἡ μὲν ἁφὴ καὶ γεῦσις ἀκολουθεῖ πᾶσιν ἐξ ἀνάγκης, ἡ μὲν ἁφὴ διὰ τὴν εἰρημένην αἰτίαν ἐν τοῖς περὶ ψυχῆς, ἡ δὲ γεῦσις διὰ τὴν τροφήν· τὸ γὰρ ἡδὺ διακρίνει καὶ τὸ λυπηρὸν αὕτη περὶ τὴν τροφήν, ὥστε τὸ μὲν φεύγειν τὸ δὲ διώκειν, καὶ ὅλως ὁ χυμός ἐστι τοῦ θρεπτικοῦ μορίου πάθος.
\n 至于个别感觉,触觉和味觉必然伴随所有动物:触觉是由于《论灵魂》中所述的原因,味觉则是为了营养;因为味觉能辨别食物中的甜美与痛苦(即适口与不适口),从而使动物避开前者而追求后者,总体上,味道是营养部分的受动。
§1.8Αἱ δὲ διὰ τῶν ἔξωθεν αἰσθήσεις τοῖς πορευτικοῖς αὐτῶν, οἷον ὄσφρησις καὶ ἀκοὴ καὶ ὄψις, πᾶσι μὲν τοῖς ἔχουσι σωτηρίας ἕνεκεν ὑπάρχουσιν, ὅπως διώκωσί τε προαισθανόμενα τὴν τροφὴν καὶ τὰ φαῦλα καὶ τὰ φθαρτικὰ φεύγωσι, τοῖς δὲ καὶ φρονήσεως τυγχάνουσι τοῦ εὖ ἕνεκα· πολλὰς γὰρ εἰσαγγέλλουσι διαφοράς, ἐξ ὧν ἥ τε τῶν νοητῶν ἐγγίνεται φρόνησις καὶ ἡ τῶν πρακτῶν.
\n 那些通过外部介质发生的感觉,如嗅觉、听觉和视觉,存在于那些具有移动能力的动物中。 对于所有拥有它们的动物来说,它们的存在是为了生存,以便它们能够预先察觉食物并进行追求,避开有害和具有毁灭性的事物;而对于那些也拥有智慧的动物来说,它们的存在是为了更好地生存;因为它们传达了许多差异,由此产生了对理智事物和实践事物的理解。
§1.9Αὐτῶν δὲ τούτων πρὸς μὲν τὰ ἀναγκαῖα κρείττων ἡ ὄψις καὶ καθ’ αὑτήν, πρὸς δὲ νοῦν καὶ κατὰ συμβεβηκὸς ἡ ἀκοή.
\n 在这些感觉本身之中,对于生存的必需品而言,视觉本身更为优越;但对于理智而言,听觉因其偶属性质而更为优越。
§1.10Διαφορὰς μὲν γὰρ πολλὰς εἰσαγγέλλει καὶ παντοδαπὰς ἡ τῆς ὄψεως δύναμις διὰ τὸ πάντα τὰ σώματα μετέχειν χρώματος, ὥστε καὶ τὰ κοινὰ διὰ ταύτης αἰσθάνεσθαι μάλιστα (λέγω δὲ κοινὰ σχῆμα, μέγεθος, κίνησιν, ἀριθμόν)· ἡ δ’ ἁκοὴ τὰ τοῦ ψόφου διαφορὰς μόνον, ὀλίγοις δὲ καὶ τὰς τῆς φωνῆς.
\n 视觉的能力传达了许多且各种各样的差异,因为所有的物体都分有颜色,从而使我们主要通过视觉来感知共同的感觉对象(我所说的共同对象是指形状、大小、运动和数量);而听觉仅传达声音的差异,在少数动物中也传达声音(嗓音)的差异。
§1.11Κατὰ συμβεβηκὸς δὲ πρὸς φρόνησιν ἡ ἀκοὴ πλεῖστον συμβάλλεται μέρος.
\n 然而,在偶属性质上,听觉对智慧的贡献最大。
Ὁ γὰρ λόγος αἴτιός ἐστι τῆς μαθήσεως ἀκουστὸς ὤν, οὐ καθ’ αὑτὸν ἀλλὰ κατὰ συμβεβηκός· ἐξ ὀνομάτων γὰρ σύγκειται, τῶν δ’ ὀνομάτων ἕκαστον σύμβολόν ἐστιν.
因为言语是学习的原因,因为它能被听见,这并非因其自身,而是因其偶属性质;因为言语是由名字组成的,而每个名字都是一个符号。
§1.12Διόπερ φρονιμώτεροι τῶν ἐκ γενετῆς ἐστερημένων εἰσὶν ἑκατέρας τῆς αἰσθήσεως οἱ τυφλοὶ τῶν ἐνεῶν καὶ κωφῶν.
\n 因此,在先天被剥夺了这两种感觉之一的人中,盲人比既哑又聋的人更为聪明。
Περὶ μὲν οὖν τῆς δυνάμεως ἣν ἔχει τῶν αἰσθήσεων ἑκάστη, πρότερον εἴρηται.
至于每种感觉所具有的能力,以前已经说过了。