§22#2Ὅμοιοι δὲ καὶ οἱ τοιοίδε πάντες.
所有这一类的论证也都是相似的。
Ἆρ᾿ ᾗ μὴ ἔχει χειρὶ τύπτοι ἄν;
“一个人是否能用他所没有的手打人?
ἢ ᾧ μὴ ἔχει ὀφθαλμῷ ἴδοι ἄν;
或者是否能用他所没有的眼睛看东西?
Οὐ γὰρ ἔχει ἕνα μόνον.
”因为他并不是只有一只手或一只眼。
Λύουσι μὲν οὖν τινὲς λέγοντες καὶ ὡς ἔχει ἕνα μόνον καὶ ὀφθαλμὸν καὶ ἄλλ᾿ ὁτιοῦν ὁ πλείω ἔχων.
因此,有些人通过说“拥有多于一个的人,也只有一只眼睛,或者只有一只其他任何东西”来解决。
Οἱ δὲ καὶ ὡς ὃ ἔχει ἔλαβεν· ἐδίδου γὰρ μίαν μόνον οὗτος ψῆφον· καὶ οὗτός γ᾿ ἔχει, φασί, μίαν μόνην παρὰ τούτου ψῆφον.
另一些人则说,他拥有他所接受的东西;因为那个人只给了一张选票,而这个人,他们说,确实拥有从那个人那里得到的一张选票。
Οἱ δ᾿ εὐθὺς τὴν ἐρώτησιν ἀναιροῦντες, ὅτι ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν, οἷον οἶνον λαβόντα ἡδύν, διαφθαρέντος ἐν τῇ λήψει, ἔχειν ὀξύν.
还有一些人立即推翻这个提问,认为拥有自己未曾接受的东西是可能的;例如,接受了甜酒,但在接受的过程中酒变质了,因而拥有了酸酒。
Ἀλλ᾿ ὅπερ ἐλέχθη καὶ πρότερον, οὗτοι πάντες οὐ πρὸς τὸν λόγον ἀλλὰ πρὸς τὸν ἄνθρωπον λύουσιν.
但是,正如前面已经说过的那样,所有这些人解决的不是针对论证,而是针对人。
Εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε λύειν, καθάπερ ἐπὶ τῶν ἄλλων·
因为如果这就是解决方案,那么在承认相反前提的情况下就不可能解决它,就像在其他情况下那样。
οἷον εἰ ἔστι μὲν ὃ ἔστι δ᾿ ὃ οὔ, ἡ λύσις, ἂν ἁπλῶς δῷ λέγεσθαι, συμπεραίνεται· ἐὰν δὲ μὴ συμπεραίνηται, οὐκ ἂν εἴη λύσις·
例如,如果解决方案是“一者是而另一者不是”,如果简单地承认所说的前提,结论就会被推导出来;但如果推导不出结论,这就不是解决方案。
ἐν δὲ τοῖς προειρημένοις πάντων διδομένων οὐδέ φαμεν γίνεσθαι συλλογισμόν.
然而,在上述那些情况下,我们说即使承认了一切,也不会产生任何推论。
Ἔτι δὲ καὶ οἵδ᾿ εἰσὶ τούτων τῶν λόγων.
此外,在这些论证中还有以下几种。
Ἆρ᾿ ὃ γέγραπται, ἔγραφέ τις;
“写在纸上的东西,是否有人曾经写过?
Γέγραπται δὲ νῦν ὅτι σὺ κάθησαι, ψευδὴς λόγος· ἦν δ᾿ ἀληθής, ὅτ᾿ ἐγράφετο· ἅμα ἄρα ἐγράφετο ψευδὴς καὶ ἀληθής.
现在写着‘你坐着’,这是个假命题;但在写它的时候,它是真的;因此,当时写下的东西同时既是假的又是真的。
Τὸ γὰρ ψευδῆ ἢ ἀληθῆ λόγον ἢ δόξαν εἶναι οὐ τόδε ἀλλὰ τοιόνδε σημαίνει· ὁ γὰρ αὐτὸς λόγος καὶ ἐπὶ τῆς δόξης.
” 因为命题或意见之真假,并不表示“这个”(实体),而是表示“这样”(性质);因为对于意见,同样的论证也适用。
Καὶ ἆρ᾿ ὃ μανθάνει ὁ μανθάνων, τοῦτ᾿ ἐστὶν ὃ μανθάνει;
还有,“学习者学习的东西,是否就是他所学习的那个东西?
Μανθάνει δέ τις τὸ βραδὺ ταχύ.
但有人学得很慢却学得很快。
Οὐ τοίνυν ὃ μανθάνει ἀλλ᾿ ὡς μανθάνει εἴρηκεν.
” 因此,他说的不是学习的对象,而是学习的方式。
Καὶ ἆρ᾿ ὃ βαδίζει τις πατεῖ;
还有,“一个人步行的是否就是他所践踏的东西?
Βαδίζει δὲ τὴν ἡμέραν ὅλην.
但他步行了一整天。
Ἢ οὐχ ὃ βαδίζει ἀλλ᾿ ὅτε βαδίζει εἴρηκεν·
” 或者说,他说的不是他步行的地方(对象),而是他步行的时间。
οὐδ᾿ ὅταν τὴν κύλικα πίνειν, ὃ πίνει ἀλλ᾿ ἐξ οὗ.
当说“喝杯子”时,说的也不是他喝下的东西,而是他从中喝水的那个容器。
Καὶ ἆρ᾿ ὅ τις οἶδεν ἢ μαθὼν ἢ εὑρὼν οἶδεν;
还有,“一个人知道他所知道的东西,是通过学习还是通过发现而知道的?
Ὦν δὲ τὸ μὲν εὗρε τὸ δ᾿ ἔμαθε, τὰ ἄμφω οὐδέτέρον.
但对于这些东西,其中一个是发现的,另一个是学习的,那么两者就既不是发现的也不是学习的。
Ἢ ὃ μὲν ἅπαν, τὸ δ᾿ ἅπαντα.
” 或者说,一个是指每一件,另一个是指所有件。
Καὶ ὅτι ἔστι τις τρίτος ἄνθρωπος παρ᾿ αὐτὸν καὶ τοὺς καθ᾿ ἕκαστον.
还有,在“人本身”和“个别的人”之外,还存在着“第三个男人”。
Τὸ γὰρ ἄνθρωπος καὶ ἅπαν τὸ κοινὸν οὐ τόδε τι, ἀλλὰ τοιόνδε τι ἢ πρός τι ἢ πῶς ἢ τῶν τοιούτων τι σημαίνει.
因为“人”和所有共同的词并不表示“这个”(个别实体),而是表示“这样”(性质),或关系,或某种状态,或此类的事物。
Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Κορίσκος καὶ Κορίσκος μουσικός, πότερον ταὐτὸν ἢ ἕτερον;
同样地,对于“科里斯库斯”和“懂音乐的科里斯库斯”,它们是相同还是不同?
Τὸ μὲν γὰρ τόδε τι τὸ δὲ τοιόνδε σημαίνει, ὥστ᾿ οὐκ ἔστιν αὐτὸ ἐκθέσθαι· οὐ τὸ ἐκτίθεσθαι δὲ ποιεῖ τὸν τρίτον ἄνθρωπον, ἀλλὰ τὸ ὅπερ τόδε τι εἶναι συγχωρεῖν.
因为前者表示“这个”,后者表示“这样”,所以不可能将它单独独立出来;而且并不是独立出来这一行为制造了“第三个男人”,而是承认它是“这个”。
Οὐ γὰρ ἔσται τόδε τι εἶναι, ὅπερ Καλλίας καὶ ὅπερ ἄνθρωπός ἐστιν.
因为不能说卡里亚斯所是的东西和“人”所是的东西都是一个“这个”。
Οὐδ᾿ εἴ τις τὸ ἐκτιθέμενον μὴ ὅπερ τόδε τι εἶναι λέγοι ἀλλ᾿ ὅπερ ποιόν, οὐδὲν διοίσει· ἔσται γὰρ τὸ παρὰ τοὺς πολλοὺς ἕν τι, οἷον ὁ ἄνθρωπος.
而且,即使有人说被独立出来的东西不是“这个”而是“性质”,也不会有什么不同;因为在许多个别事物之外,仍然会有一个单一的东西,例如“人”。
Φανερὸν οὖν ὅτι οὐ δοτέον τόδε τι εἶναι τὸ κοινῇ κατηγορούμενον ἐπὶ πᾶσιν, ἀλλ᾿ ἤτοι ποιὸν ἢ πρός τι ἢ ποσὸν ἢ τῶν τοιούτων τι σημαίνειν.
因此,显然不应承认在所有事物上共同被陈述(谓述)的东西是一个“这个”,而应认为它表示性质、关系、数量或此类的事物之一。