Humanitext Reader

亚里士多德 · 论植物 §2.9.9-2.9.16

植物无花的原因与树液凝固及颜色变化

第 26 段,共 27 段 · 希腊语

内容简介

本文讨论了某些植物没有花的物理原因、厚皮植物的伸长机制、植物内乳汁、树胶和石状物质生成并凝固的原理,并最后解释了植物在冬季的颜色变化。

§2.9.9Ὅταν δὲ εἰς εὐκρασίαν φθάσῃ, ἐστὶ γλαυκόν.
而当它达到适度状态时,便呈青灰色。
Διότι δέ τινα φυτὰ ἄνθη οὐκ ἔχουσιν, ἔστιν ἡ αἰτία ὅτι ὡς ἐπὶ τὸ πλεῖστον γίνεται τοῦτο διὰ τὴν διαφορὰν τῶν ἐν αὐτοῖς μερῶν καὶ τὴν ἐν αὐτοῖς λεπτότητα καὶ τραχύτητα καὶ παχύτητα.
至于某些植物没有花,其原因在于,这在大多数情况下是由于它们内部各部分的差异,以及它们内部的稀薄、粗糙和浓稠。
§2.9.10Οὐκ ἔχουσι δὲ ἄνθη φοίνικες, συκαῖ καὶ τὰ τούτοις ὅμοια.
而椰枣树、无花果树及与此相似的植物没有花。
Τὸ δὲ φυτὸν τὸ παχεῖς ἔχον φλοιοὺς ἐκτείνεται κατὰ τὴν ἔκτασιν τῆς ὑγρότητος καὶ τὴν συνώθησιν τῆς θερμότητος.
而具有厚树皮的植物,则随着水分的伸展和热量的压缩而延伸。
Καὶ τοῦτό ἐστιν ἐν τῇ πεύκῃ καὶ τῷ φοίνικι.
而这可见于松树和椰枣树中。
§2.9.11Τὸ δὲ φυτὸν τὸ γάλα ἐκβάλλον ἔχει τοῦτο ἐν τῷ μέσῳ.
而排出乳汁的植物,则在自身中部含有此物。
Ἔστι δὲ ἡ θερμότης ὑποκάτω ἰσχυροτέρα, καὶ μένει ἐκεῖ πιότης, Ὁπόταν οὖν ἄρξηται ἡ θερμότης πέττειν, στρέφεται ἡ πιότης εἰς τὴν οἰκείαν ὑγρότητα, καὶ συμπήγνυσι ταύτην συμπήξει βραχείᾳ.
其下部的热量较强,脂肪分留在那里。 因此,当热量开始熟化时,脂肪分便转入其自身的水分中,并以轻微的凝固使其凝结。
§2.9.12Καὶ θερμαινομένου τοῦ τόπου γίνεται ἡ ὑγρότης λιπαρά, ὁμοία γάλακτι, ἐγείρεταί τε ἀναθυμίασις ἀπὸ τῆς ὑγρότητος τῆς ἑλκούσης τὸ γάλα ἐκεῖνο εἰς τὰς ἀκρότητας, καὶ κατέχει ἡ ὑγρότης τὴν θερμότητα τὴν φαινομένην, καὶ οὕτω συμπήγνυται τὸ γάλα· φύσις γάρ ἐστι τῆς θερμότητος τὸ συμπηγνύειν.
随着该处变暖,水分变得油润,类似于乳汁,且从将该乳汁引向末梢的水分中升起蒸气,水分保持着显现的热量,乳汁便如此凝结;因为凝结是热量的本性。
§2.9.13Ὁποῖον δή τι δὲ γάλα πολῆς ἐστὶ συμπήξεως, τότε γίνεται, ὅταν ἐν τῷ δένδρῳ φανῇ ψῦχος· συμπηγνύμενον γὰρ μετὰ ταῦτα ἐξέρχεται ἀπὸ τοῦ οἰκείου τόπου.
至于属于高度凝结的任何乳汁,则是在树中显现冷气时产生的;因为在凝结之后,它随后便从自身的地方流出。
Καὶ ἐντεῦθέν ἐστι τὸ κόμι.
由此便产生了树胶。
Τὸ κόμι δὲ τὸ θερμὸν προέρχεται ἐν τῷ στάζεσθαι· ὁπόταν γοῦν τοῦ ἀέρος ἅψηται, συμπήγνυται καὶ καταρρεῖ ἐν τόπῳ εὐκράτῳ, καὶ ἔστιν ὅμοιον ὕδατι,
而温热的树胶在滴落中流出;无论如何,当它接触到空气时,它便凝结并在温和的地方滴下,且类似于水。
§2.9.14Ἕτερον δὲ χέεται καὶ συμπήγνυται ὅμοιον λίθοις ἡ κογχυλίοις.
但另一种则流出并凝结,类似于石头或贝壳。
Ὅτε δὲ κατὰ στράγγα ῥεῖ, μένον ἐν τῷ οἰκείῳ εἴδει γίνεται ὡς τὸ λεγόμενον σμηρίον.
而当它呈滴状流动时,保持其自身的形态,变得像所谓的金刚砂。
Τὸ δὲ ἀλλοιούμενον ὡς λίθος ἐστὶ κατὰ τὸ φαινόμενον λίαν ψυχρόν.
而变化如石头般的那种,在外观上极冷。
Ποιεῖ δὲ τοῦτο ἡ θερμότης τοιοῦτον εἶναι· ὅταν δὲ ψῦχος καὶ καταρρῇ, ἀπολιθοῦται.
但正是热量使其如此;而当冷气存在且滴下时,它便石化。
§2.9.15Πάλιν τῶν δένδρων τινὰ ἀλλοιοῦνται ἐν τῷ χειμῶνι, καὶ ποτὲ μὲν γίνονται χλοερὰ ποτὲ δὲ γλαυκά, καὶ οὐ φθείρονται οὔτε τὰ φύλλα αὐτῶν οὔτε οἱ καρποί, ὅτι τὰ φυτὰ ἐν οἶς τοῦτο συμβαίνει ἔχουσιν ἐπάνω θερμότητα παχεῖαν καὶ ἐν ταῖς ῥίζαις ὑγρότητα λεπτήν· ὅθεν ἐν τῇ προόδῳ τοῦ ἔτους κατέχει ἡ ὑγρότης ἐκεῖνο τὸ χρῶμα διὰ τὴν ψυχρότητα τοῦ ἀέρος.
此外,某些树木在冬季会发生变化,有时变绿,有时变呈青灰色,而它们的叶子和果实都不受损,因为发生这种情况的植物在上部具有浓稠的热量,在根部具有稀薄的水分;因此在一年的进程中,由于空气的寒冷,水分保持了那种颜色。
§2.9.16Καὶ ὅτε παραβάλλει ἡ θερμότης πρὸς τὴν ψυχρότητα, ὠθεῖ ἡ θερμότης τὴν ὑγρότητα ἔξωθεν, μετὰ τοῦ οὖπερ ἔβαψε χρώματος τοῦ ἐν τῇ ἐπιφανείᾳ τοῦ δένδρου ἀκολουθοῦντος.
而当热量与冷气对抗时,热量便将水分推向外侧,随之而来的是它在树木表面所染上的颜色。
Ὅτε δὲ στρέφεται πάλιν ἡ ψυχρότης καὶ ἡ ξηρότης εἰς ἐνέργειαν, καὶ ἡ ὑγρότης κατέχει τὴν θερμότητα, τότε τὸ χρῶμα φαίνεται τὸ γλαυκόν.
但当冷气和干燥再次转入活动,且水分保持热量时,这时便显现出青灰色的色彩。

词汇与语法注释

  1. §2.9.9τῶν ἐν αὐτοῖς μερῶν — 代词 αὐτοῖς 指“植物”。介词短语 ἐν αὐτοῖς(在它们之中)修饰名词 μερῶν,并对后续的 λεπτότητα 等抽象名词起同样的作用。
  2. §2.9.12τῆς ἑλκούσης — 现在分词阴性单数属格,限定修饰前行的名词 τῆς ὑγρότητος。表明水分本身在将乳汁引向末梢的过程中起到了主动的作用。
  3. §2.9.13πολῆς ἐστὶ συμπήξεως — πολῆς 是手抄本中 πολλῆς(多、强)的异体写法。属格名词短语 πολλῆς συμπήξεως(性质属格)用作系动词 ἐστί 的表语,表示属于“高度凝结”性质的乳汁。
  4. §2.9.14ὅταν δὲ ψῦχος καὶ καταρρῇ — 中性名词 ψῦχος 处于主格。这可以理解为非人称的“当存在冷气时”的省略结构(可能省略了虚拟式 ᾖ 等),或者将 ψῦχος 本身视为动词 καταρρῇ(滴下)的主语。

引用这一段

亚里士多德, 论植物 §2.9.9-2.9.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg039.humanitext-grc1:2.9.9-2.9.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。