Humanitext Reader

亚里士多德 · 论植物 §2.2.1-2.2.9

地震与河流的成因及密度的浮力法则

第 15 段,共 27 段 · 希腊语

内容简介

结合气象学解释了地震和河流的成因,论述了固体中地震的原理,并说明了因密度差异而导致的浮力定律。

§2.2.1Ἐκτεθείκαμεν δὲ αἰτίας περὶ τῆς γενέσεως τῶν πηγῶν καὶ τῶν ποταμῶν ἐν τῷ ἡμετέρῳ βιβλίῳ τῷ περὶ μετεώρων, ἐν ᾧ εἴπομεν καὶ περὶ σεισμῶν ὅτι πολλάκις δεικνύουσιν οὗτοι πηγὰς καὶ ποταμούς, οἳ πρότερον οὐκ ἐφαίνοντο, οἶον ὅτε σχίζεται ἡ γῆ ἐκ τῆς ἀναθυμιάσεως.
我们已在我们的《气象学》书中阐明了泉水和河流的成因,在书中我们也谈到了地震,说这些常常显现出先前不显现的泉水和河流,正如大地因蒸汽而分裂时那样。
Πολλάκις δὲ εὑρίσκομεν ὅτι καὶ πηγαὶ καὶ ποταμοὶ συζεύγνυνται, ὅτε γίνεται σεισμός.
当发生地震时,泉水和河流汇合在一起,我们也常常发现这一点。
§2.2.2Τοῦτο δὲ τῷ φυτῷ οὐ συμβαίνει, ὅτι ἀὴρ ἐν τῇ ἀραιότητι τῶν μερῶν αὐτοῦ ἐστί, καὶ τοῦδε πάλιν σημεῖον, ὅτι σεισμὸς οὐδὲ ἐν τοῖς τόποις τοῖς ψαμμώδεσι πέφυκε γίνεσθαι, ἀλλ’ ἐν τόποις πυκνοῖς καὶ σκληροῖς, ὁποῖοί εἰσιν οἱ τῶν ὑδάτων καὶ τῶν ὁρέων.
但这并不发生在植物身上,因为在它各部分的孔隙中存有空气。 而这再次是一个证据:地震不具有在沙地中发生的本性,而是在致密且坚硬的地方发生,例如水域和山脉所在的那些地方。
§2.2.3Καὶ γὰρ συμβαίνει σεισμὸς ἐν τοῖς τόποις τούτοις, ὅτι τὸ ὕδωρ ἐστὶ στερρὸν καὶ οἱ λίθοι στερροί· τῇ φύσει δὲ τοῦ ἀέρος τοῦ θερμοῦ καὶ ξηροῦ ἔνεστι τὸ ἀναβαίνειν ἐκ τῆς κουφότητος.
因为在这些地方发生地震,是因为水是坚固的,石头也是坚固的;而受热且干燥的空气其本性便在于因其轻而上升。
Ὄτε γοῦν συνέλθωσι τὰ μέρη αὐτοῦ καὶ κατακυριεύσωσι, συνωθοῦσι τὸν τόπον, καὶ ἐντεῦθεν ἐξέρχεται ἀπ’ αὐτοῦ βιαία ἀναθυμίασις.
因此,当它的各部分聚集并占主导时,它们便挤压该处,从而激烈的蒸汽从中排出。
§2.2.4Ἐὰν δὲ ὁ τόπος ἦν ἀραιός, οὐκ ἂν ἐξήρχετο οὕτως, ἀλλ’ ὡς ἐπὶ τῆς ψάμμου συμβαίνει.
如果该处是疏松多孔的,它就不会以这种方式排出,而是会像在沙地上发生的那样。
Ἐξέρχεται γὰρ καὶ ἐντεῦθεν ἀναθυμίασις, ἀλλὰ κατὰ βραχύ· καὶ διὰ τοῦτο οὐ γίνεται σεισμός, Ἁπλῶς οὖν ἐν τοῖς στερεοῖς πᾶσι τοῦτο οὐ συμβαίνει, λέγω τὸ κατὰ βραχὺ τὸν ἀέρα ἐξέρχεσθαι.
因为蒸汽也会从那里排出,但却是逐渐排出的;因此不会发生地震。 所以,简而言之,在所有固体中并不会发生这种情况,我是指空气逐渐排出。
§2.2.5Συναγόμενα γὰρ τὰ μέρη τούτου δύνανται τὴν γῆν σχίζειν, καὶ τοῦτο ἐστὶν αἰτία τοῦ σεισμοῦ ἐν σώμασι στερεοῖς.
因为空气的各部分聚集在一起,能够分裂大地,而这就是固体中发生地震的原因。
Ἐν τοῖς μέρεσι δὲ τῶν φυτῶν καὶ τῶν ζῴων σεισμὸς οὐ γίνεται, ἀλλ’ ἐν ἄλλοις πᾶσι, καὶ πλειστάκις ἔν τε τοῖς ὁστρακώδεσι καὶ ἐν ὑέλῳ καὶ λοιποῖς μετάλλοις.
但是在植物和动物的部分中,地震并不发生,而是在所有其他事物中发生,且最频繁地发生在土器、玻璃和其他金属中。
§2.2.6Ἐν ᾧ γὰρ σώματί ἐστι πολλὴ ἀραιότης, ἔθος καὶ τὴν ἀναθυμίασιν ἀναβαίνειν· ὑποκουφίζει γὰρ αὐτὴν ὁ ἀήρ.
因为在任何具有许多孔隙的身体中,蒸汽通常都会上升;因为空气从下方使其变轻。
Καὶ συχνάκις τοῦτο βλέπομεν, ὅταν βάλλωμεν χρυσὸν εἰς τὸ ὕδωρ ἢ ἄλλο τι βαρύ, καὶ παραυτίκα βυθίζεται· καὶ πάλιν ὅταν βάλλωμεν ξύλον ἀραιὸν ἤ βραχύ, καὶ ἐπιπλέει καὶ οὐ βυθίζεται.
我们经常看到这种情况:当我们把金子或别的重物投入水中时,它立刻沉下去;而当我们投入疏松或细小的木头时,它便漂浮着而不会沉下去。
§2.2.7Ὅθεν οὐ διὰ τὰ φύλλα οὐ καταδύεται τὸ καταδυόμενον πολλάκις ξύλον, οὐδὲ διὰ τὸ ὑποκείμενον τὸ βαρύ, ἀλλ’ ὅτι τὸ μέν ἐστι στερρὸν καὶ πυκνόν, τὸ δὲ ἀραιόν· τὸ δὲ ἀραιὸν παντάπαν οὐ βυθίζεται.
因此,常常下沉的木头不沉,既不是因为叶子,也不是因为下方垫着的重物,而是因为一者是坚固且致密的,而另一者是疏松的;而疏松的东西绝不会下沉。
§2.2.8Ἔβενος δὲ καὶ τὰ αὐτῷ παραπλήσια βυθίζονται, ὅτι μικρά ἐστιν ἐν τούτοις ἡ ἀραιότης· καὶ οὐδὲ ἔστιν ἐν αὐτοῖς ἀὴρ ὁ δυνάμενος ταῦτα κουφίσαι.
但乌木及与其类似的东西会下沉,因为在这些东西中孔隙很小;在它们之中甚至没有能够使其变轻的空气。
Καταδύονται δέ, ὅτι τὰ μέρη αὐτῶν λίαν εἰσὶ πυκνὰ καὶ στερρά.
它们下沉是因为它们的各部分极度致密和坚固。
Πᾶν δὲ ἔλαιον καὶ πάντα τὰ φύλλα τοῦ ὕδατος ὑπερνήχονται.
但所有的油和所有的叶子都浮在水面上。
§2.2.9Καὶ τοῦτο ἤδη ἀποδεικνύομεν.
这一点我们已经证明了。
Ἔγνωμεν γὰρ ὅτι ἐν τούτοις ἐστὶν ὑγρότης καὶ θερμότης, καὶ ἔθος τοῦ ὑγροῦ ἐστὶ τοῖς τοῦ ὕδατος μέρεσι συνάπτεσθαι· ἡ δὲ θερμότης ποιεῖ ἀνάγεσθαι τὸ ὑγρόν, καθὼς παρέπεται ἐν τῷ καιρῷ τοῦ ἔαρος.
因为我们知道,在这些东西中存有湿气和热量,而湿润者的特性就是与水的部分相结合;而热量使湿润者上升,正如在春季时所伴随的那样。
Ἔθος δὲ καὶ τοῦ ὕδατος τὸ κουφίζειν πάντα πρὸς τὴν ἰδίαν ἐπιφάνειαν ἕως τῆς τοῦ ἀέρος ἐπιφανείας, ὥστε ποιεῖν αὐτὸν ἀνέρχεσθαι.
而且水的特性也是将所有东西朝向其自身表面、直到空气的表面使其变轻,从而使其上升。

词汇与语法注释

  1. §2.2.2τοῦδε πάλιν σημεῖον — 指示代词 τοῦδε 指代前文所述“由于空气的存在,植物中不发生地震”这一事实。πάλιν 表示逻辑上的递进(“此外”),而 σημεῖον 作为同位语名词,引导接下来的 ὅτι 从句。在此处,沙地中亦不发生地震这一事实被作为类比提出,用以强化上述论点。
  2. §2.2.4Ἐὰν δὲ ὁ τόπος ἦν ἀραιός, οὐκ ἂν ἐξήρχετο — 在古典希腊语中,与过去事实相反的虚拟条件句(过去反事实条件句)在条件从句中通常使用 εἰ 搭配直陈式过去时(或未完成过去时)。然而在此处,却使用了非古典的 Ἐὰν 搭配直陈式过去时(ἦν)的结构。这可能反映了中世纪希腊语的用法,或者是从原阿拉伯语文本翻译过程中产生的句法偏离。
  3. §2.2.7οὐ διὰ τὰ φύλλα οὐ καταδύεται τὸ καταδυόμενον πολλάκις ξύλον — 此处使用了双重否定 οὐ ... οὐ,结合上下文,其意为“通常会下沉的木头之所以不下沉,既不是因为叶子,也不是因为……”。重复的 οὐ 起到了强调否定原因的作用,但这也可能暗示了传抄文本中的混乱(冗余否定的插入)。
  4. §2.2.9ἔθος δὲ καὶ τοῦ ὕδατος τὸ κουφίζειν — 冠词性不定式 τὸ κουφίζειν 作为名词短语 ἔθος [省略系词 ἐστί](是……的特性)的主语或同位语发挥作用。句法结构为“将所有东西向其自身表面抬升也是水的特性”,并与后续表示结果的 ὥστε 从句相连,意为“从而使其上升”。

引用这一段

亚里士多德, 论植物 §2.2.1-2.2.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg039.humanitext-grc1:2.2.1-2.2.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。