§1.4.1Καὶ πάλιν τῶν φυτῶν τινὰ προάγουσι καρπὸν ἐπάνω τῶν ἰδίων φύλλων, τινὰ δὲ ὑποκάτω τῶν φύλλων.
再者,在植物中,有些在它们自己的叶子上方结果,有些则在叶子下方结果。
Καὶ τινῶν μὲν ὁ καρπὸς ἀπῃώρηται τοῦ ἰδίου φιτροῦ, τινῶν δὲ ἀπὸ τῆς ῥίζης, ὡς τὰ ἐν Αἰγύπτῳ φυτὰ τὰ λεγόμενα μαργαρῖται.
在某些植物中,果实悬挂在它们自己的茎干上,而在另一些中,则悬挂在根上,如埃及被称为“玛加里泰”的植物。
Τινῶν δὲ οἱ καρποὶ ἐν μέσῳ αὐτῶν.
在某些植物中,果实在它们中间。
Καὶ τινῶν οἱ καρποὶ καὶ τὰ φύλλα καὶ οἱ δεσμοὶ ἀδιάκριτοί εἰσι.
而在某些植物中,果实、叶子和连接部是无法区分的。
§1.4.2Καὶ τινῶν τὰ φύλλα πρὸς ἄλληλα ὅμοια, ἄλλων δ’ οὔ.
在某些植物中,叶子彼此相似,但在另一些中则不然。
Καὶ τινὰ μὲν ἔχουσι κλάδους ἴσους, τινὰ δὲ οὐ τοιούτους.
有些植物具有相等的枝条,有些则不具有这样的枝条。
Εἰσὶ δὲ καὶ τὰ μέρη ἅπερ ὠνομάσαμεν ἐν πᾶσι τοῖς δένδροις, αὔξησιν πάσχοντα καὶ πρόσθεσιν, ὡς ἡ ῥίζα, οἱ λύγοι, οἱ φιτροὶ καὶ οἱ κλάδοι· καὶ ταῦτα παρομοιοῦνται μέλεσιν ἀνθρώπων τοῖς περιέχουσι πάντα τὰ ἄλλα μέλη.
而在所有的树木中,也有我们所命名的那些部分,它们经历着生长和增加,例如根、细枝、树干和枝条;这些部分被比作包容所有其他部分的人类肢体。
§1.4.3Καὶ ἡ μὲν ῥίζα μεσιτεύει ἔν τε τῷ φυτῷ καὶ ἐν τῇ τροφῇ, καὶ καλοῦμεν αὐτὴν οὐ μόνον ῥίζαν ἀλλὰ καὶ αἰτίαν ζωῆς· αὕτη γὰρ ζωὴν τοῖς φυτοῖς προσφέρει.
根在植物和养分之间起着媒介作用,我们不仅称它为根,还称它为生命的起因;因为它是给植物带来生命的。
Καὶ φιτρὸς μέν ἐστιν ὁ μόνος γινόμενος ἀπὸ τῆς γῆς, καὶ ἐστὶν ὅμοιος ἡλικίᾳ ἀνθρώπου· παραφυάδες δέ εἰσι τὰ ἀπὸ τῆς ῥίζης τοῦ δένδρου βλαστάνοντα, κλάδοι δέ, οἵτινες αὐξάνουσιν ἐπάνω τῶν παραφυάδων.
树干是唯一从地面生出的部分,它类似于人的身躯;而分蘖是从树根发芽出来的部分,枝条则是生长在分蘖之上的部分。
§1.4.4Οὐχ εύρίσκονται δὲ ταῦτα ἐν πᾶσι τοῖς φυτοῖς.
然而,这些部分并非在所有植物中都能找到。
Καὶ πάλιν τῶν κλάδους ἐχόντων τινὰ μέν εἰσι διηνεκῆ, τινὰ δὲ οὐχί, μᾶλλον δὲ ἀπὸ ἔτους μετὰ ἔτος.
再者,在具有枝条的植物中,有些是持久的,有些则不然,而是年复一年地更新。
Καὶ πάλιν εἰσὶ φυτὰ μὴ ἔχοντα κλάδους μηδὲ φύλλα, ὡς οἱ μύκητες καὶ τὰ ὅμοια.
此外,也有既没有枝条也没有叶子的植物,如真菌和类似之物。
§1.4.5Οἱ κλάδοι δὲ οἱ γεννώμενοι ἐν τοῖς δένδροις καὶ οἱ φλοιοὶ καὶ οἱ φιτροὶ καὶ οἱ μυελοὶ οὐ γεννῶνται εἰ μὴ ἀπ’ αὐτοῦ τοῦ χυμοῦ τῶν δένδρων.
而树木中生成的枝条、树皮、树干和髓,只能由树木本身的汁液生成。
Καί τινες καλοῦσιν αὐτὸν τὸν μυελὸν τὸν ἐν τοῖς δένδροις μήτραν, ἄλλοι σπλάγχνα, ἕτεροι δὲ καρδίαν.
有些人将树木中的髓称为子宫,另一些人称之为内脏,还有人称之为心脏。
Ταῦτα δὲ καὶ αἱ φλέβες καὶ ἡ σὰρξ ὅλου τοῦ δένδρου ἐκ τῶν τεσσάρων στοιχείων πεφύκασι.
而这些部分,连同整个树木的维管和木质部,都是由四种元素自然构成的。
§1.4.6Καὶ πολλάκις εὑρίσκονται μέρη τινὰ ἐπιτήδεια εἰς τὸ γεννᾶν φύλλα καὶ ἄνθη.
并且,常常会发现某些适于生成叶子和花朵的部分。
Καὶ λύγοι δέ τινες βραχεῖς εἰσίν, εἰς τὸ γεννᾶν ἐπιτήδειοι ἄνθη, ὡς ἐπὶ τῶν ἰτεῶν.
也有一些短小的细枝,适于生成花朵,如在柳树的情形中。
Τινὲς δὲ καὶ ἄνθη καὶ καρποὺς ἐν τοῖς δένδροις, καὶ τἆλλ’ ὁπόσα γεννῶνται ἐκ σπέρματος, καὶ ὅσα περικαλύπτουσιν αὐτά.
而有些则在树木中长出花和果实,以及其他所有由种子生成的东西,以及包裹它们的那些东西。
§1.4.7Καὶ πάλιν τῶν φυτῶν τινὰ μέν εἰσι δένδρα, τινὰ δὲ μέσον δένδρων καὶ βοτανῶν· καὶ ταῦτα ὀνομάζονται θάμνοι.
再者,在植物中,有些是树木,有些介于树木和草本植物之间;这些被称为灌木。
Καὶ τινὰ μέν εἰσι βοτάναι, τινὰ δὲ λάχανα.
有些是草本植物,有些是蔬菜。
Σχεδὸν μὲν οὖν πάντα τὰ φυτὰ τοῖς τοιούτοις ὑποπίπτουσιν ὀνόμασι.
因此,几乎所有的植物都归入这些名称之下。
§1.4.8Πάλιν εἰσὶ δένδρα ἅπερ ἔχουσιν ἐκ τῆς οἰκείας ῥίζης φιτρόν, καὶ γεννῶνται ἐν αὐτοῖς κλάδοι πολλοί, ὡς συκαῖ καὶ ἐλαῖαι· τινὰ δ’ οὔ.
此外,也有一些树木,它们从自己的根部生出树干,并在其中生成许多枝条,如无花果和橄榄;但有些则不然。
Πάλιν εἰσὶν ἄλλα φυτὰ μέσον, ὡς εἴπομεν, δένδρων καὶ βοτανῶν σμικρῶν, τὰ λεγόμενα θάμνοι, ἔχοντα ἐν ταῖς ῥίζαις αὐτῶν πολλοὺς κλάδους, ὡς τὰ καλούμενα ἄγνοι καὶ βάτοι.
此外,还有其他介于树木和微小草本植物之间的植物,即我们所说的灌木,它们在根部有许多枝条,例如被称为“阿格诺斯”和“巴托斯”的植物。