§3.9.7τῆς δὲ ἐν κώλοις λέξεως ἡ μὲν διῃρημένη ἐστὶν ἡ δὲ ἀντικειμένη, διῃρημένη μὲν, οἷον
πολλάκις ἐθαύμασα τῶν τὰς πανηγύρεις συναγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶνας καταστησάντων
, ἀντικειμένη δέ, ἐν ᾗ ἑκατέρῳ τῷ κώλῳ ἢ πρὸς ἐναντίῳ ἐναντίον σύγκειται ἢ ταὐτὸ ἐπέζευκται τοῖς ἐναντίοις, οἷον
ἀμφοτέρους δʼ ὤνησαν, καὶ τοὺς ὑπομείναντας καὶ τοὺς ἀκολουθήσαντας· τοῖς μὲν γὰρ πλείω τῆς οἴκοι προσεκτήσαντο, τοῖς δʼ ἱκανὴν τὴν οἴκοι κατέλιπον
·
在由肢构成的词句结构中,一种是划分式的,另一种是对比式的。 划分式的例如:“我常常感到惊叹,对于那些召集节日集会并设立体育竞技会的人。 ”对比式的则是指,在两个肢的每一个肢中,要么相反的东西与相反的东西相对立,要么相同的东西与相反的东西结合在一起,例如:“他们对双方都有利,无论是对留下来的人还是对跟随去的人;因为对于后者,他们获得了多于家乡所有的东西,而对于前者,他们留下了家乡足够的财产。
ἐναντία ὑπομονὴ ἀκολούθησις, ἱκανὸν πλεῖον.
” 在这里,“留下”与“跟随”是相反的,“足够”与“更多”也是相反的。
ὥστε καὶ τοῖς χρημάτων δεομένοις καὶ τοῖς ἀπολαῦσαι βουλομένοις
·
“以至于无论是对于需要财富的人,还是对于希望享受的人。
ἀπόλαυσις κτήσει ἀντίκειται.
”享受与获得相对立。
καὶ ἔτι
συμβαίνει πολλάκις ἐν ταύταις καὶ τοὺς φρονίμους ἀτυχεῖν καὶ τοὺς ἄφρονας κατορθοῦν
.
此外还有:“在这些情况下,往往聪明的人遭遇不幸,而愚蠢的人获得成功。
εὐθὺς μὲν τῶν ἀριστείων ἠξιώθησαν, οὐ πολὺ δὲ ὕστερον τὴν ἀρχὴν τῆς θαλάττης ἔλαβον
.
”“他们立刻被认为配得上最高的奖赏,没过多久就获得了海上的统治权。
πλεῦσαι μὲν διὰ τῆς ἠπείρου, πεζεῦσαι δὲ διὰ τῆς θαλάττης, τὸν μὲν Ἑλλήσποντον ζεύξας, τὸν δʼ Ἄθω διορύξας.
”“在陆地上航行,在海洋中步行,通过连接赫勒斯滂和挖掘阿索斯山。
καὶ φύσει πολίτας ὄντας νόμῳ τῆς πόλεως στέρεσθαι.
”“天生是公民,却因城邦的法律而被剥夺资格。
οἱ μὲν γὰρ αὐτῶν κακῶς ἀπώλοντο, οἱ δʼ αἰσχρῶς ἐσώθησαν.
”“因为他们中有些人惨痛地毁灭,有些人则可耻地获救。
καὶ ἰδίᾳ μὲν τοῖς βαρβάροις οἰκέταις χρῆσθαι, κοινῇ δὲ πολλοὺς τῶν συμμάχων περιορᾶν δουλεύοντας.
” “私下里把蛮族人当作仆人使用,公然看着许多盟友被奴役。
ἢ ζῶντας ἕξειν ἢ τελευτήσαντας καταλείψειν.
”“要么拥有活着的他们,要么留下死去的他们。
καὶ ὃ εἰς Πειθόλαόν τις εἶπεν καὶ Λυκόφρονα ἐν τῷ δικαστηρίῳ,
οὗτοι δʼ ὑμᾶς οἴκοι μὲν ὄντες ἐπώλουν, ἐλθόντες δʼ ὡς ὑμᾶς ἐώνηνται
.
”以及某人在法庭上对培托劳斯和吕科弗隆所说的话:“这些人当你们在家时卖掉了你们,而来到你们这里时又买下了你们。
ἅπαντα γὰρ ταῦτα ποιεῖ τὸ εἰρημένον.
” 因为所有这些都产生了上述所说的效果。
§3.9.8ἡδεῖα δὲ ἐστὶν ἡ τοιαύτη λέξις, ὅτι τἀναντία γνωριμώτατα καὶ παρʼ ἄλληλα μᾶλλον γνώριμα, καὶ ὅτι ἔοικεν συλλογισμῷ· ὁ γὰρ ἔλεγχος συναγωγὴ τῶν ἀντικειμένων ἐστίν.
这种词句结构是令人愉悦的,因为相反的事物最容易被认识,且并列在一起时更易于认识,而且因为它类似于推论;因为反驳就是相反事物的汇集。
§3.9.9ἀντίθεσις μὲν οὖν τὸ τοιοῦτον ἐστίν, παρίσωσις δʼ ἐὰν ἴσα τὰ κῶλα, παρομοίωσις δὲ ἐὰν ὅμοια τὰ ἔσχατα ἔχῃ ἑκάτερον τὸ κῶλον·
因此,对比就是这样的。 如果肢的长度相等,就是“等长”;如果每个肢的末尾相似,就是“类音”。
ἀνάγκη δὲ ἢ ἐν ἀρχῇ ἢ ἐπὶ τελευτῆς ἔχειν, καὶ ἐν ἀρχῇ μὲν ἀεὶ τὰ ὀνόματα, ἐπὶ δὲ τελευτῆς τὰς ἐσχάτας συλλαβὰς ἢ τοῦ αὐτοῦ ὀνόματος πτώσεις ἢ τὸ αὐτὸ ὄνομα·
这种相似性必须要么在开头,要么在结尾。 在开头时,相似的总是单词;而在结尾时,则是最后的音节、或同一个词的格变化、或同一个词本身。
ἐν ἀρχῇ μὲν τὰ τοιαῦτα,
ἀγρὸν γὰρ ἔλαβεν ἀργὸν παρʼ αὐτοῦ
,
"
δωρητοί τʼ ἐπέλοντο παράρρητοί τʼ ἐπέεσσιν·
在开头时的,例如:“他从他那里得到了不耕作的荒地。 ”“他们是可以因礼物而被赠送的,也是可以因言语而被说服的。
"
ἐπὶ τελευτῆς δέ
ᾠήθης ἂν αὐτὸν οὐ παιδίον τετοκέναι, ἀλλʼ αὐτὸν παιδίον γεγονέναι
,
ἐν πλείσταις δὲ φροντίσι καὶ ἐν ἐλαχίσταις ἐλπίσιν
.
”在结尾时的:“你会以为他没有生下孩子,而是他自己变成了孩子。 ”“在最多的忧虑中和最少的希望中。
πτώσεις δὲ ταὐτοῦ
ἀξιοῖ δὲ σταθῆναι χαλκοῦς, οὐκ ἄξιος ὢν χαλκοῦ;
”同一个词的格变化:“他要求为自己树立铜像,难道他连一枚铜币的价值都没有吗?
ταὐτὸ δʼ ὄνομα
σὺ δʼ αὐτὸν καὶ ζῶντα ἔλεγες κακῶς καὶ νῦν γράφεις κακῶς
.
”同一个词:“他在世时你说他坏话,现在你写他坏话。
ἀπὸ συλλαβῆς δέ
τί ἂν ἔπαθες δεινόν, εἰ ἄνδρʼ εἶδες ἀργόν;
”来自音节的:“如果你看到一个懒惰的人,你会遭受什么可怕的事呢?
ἔστιν δὲ ἅμα πάντα ἔχειν ταὐτό, καὶ ἀντίθεσιν εἶναι τὸ αὐτὸ καὶ πάρισον καὶ ὁμοιοτέλευτον.
”也有可能同时具有所有这些特征,同一个句子既是对立,又是等长,也是同末音。
αἱ δʼ ἀρχαὶ τῶν περιόδων σχεδὸν ἐν τοῖς Θεοδεκτείοις ἐξηρίθμηνται.
周期的开端在《狄奥得克特修辞学》中已经几乎被悉数列举了。
§3.9.10εἰσὶν δὲ καὶ ψευδεῖς ἀντιθέσεις, οἷον καὶ Ἐπίχαρμος ἐποίει,
"
τόκα μὲν ἐν τήνων ἐγὼν ἦν, τόκα δὲ παρὰ τήνοις ἐγών. "
也有虚假的对比,例如伊皮哈尔姆斯所创作的: “那时我在他们之中,那时我又在他们身旁。 ”