Humanitext Reader

亚里士多德 · 修辞学 §3.9.1-3.9.6

串珠式与周期式文体及句肢长度

第 82 段,共 98 段 · 希腊语

内容简介

亚里士多德将散文风格分为“串珠式”与“紧凑式(周期式)”两种,指出周期式更易于学习和记忆,并讨论了周期和肢(句)的适宜长度。

§3.9.1ὅτι μὲν οὖν εὔρυθμον δεῖ εἶναι τὴν λέξιν καὶ μὴ ἄρρυθμον, καὶ τίνες εὔρυθμον ποιοῦσι ῥυθμοὶ καὶ πῶς ἔχοντες, εἴρηται·
因此,词句结构应当具有良好节奏而不应无节奏,以及什么样的节奏在何种状态下能使其具有良好节奏,这些已经说过了。
τὴν δὲ λέξιν ἀνάγκη εἶναι ἢ εἰρομένην καὶ τῷ συνδέσμῳ μίαν, ὥσπερ αἱ ἐν τοῖς διθυράμβοις ἀναβολαί, ἢ κατεστραμμένην καὶ ὁμοίαν ταῖς τῶν ἀρχαίων ποιητῶν ἀντιστρόφοις.
而词句结构必然要么是串珠式的,并依靠连接词连成一体,就像迪提兰博斯(酒神赞歌)中的序奏一样;要么是紧凑式的,类似于古代诗人们的对歌。
§3.9.2ἡ μὲν οὖν εἰρομένη λέξις ἡ ἀρχαία ἐστίν (ταύτῃ γὰρ πρότερον μὲν ἅπαντες, νῦν δὲ οὐ πολλοὶ χρῶνται)· λέγω δὲ εἰρομένην ἣ οὐδὲν ἔχει τέλος καθʼ αὑτήν, ἂν μὴ τὸ πρᾶγμα τὸ λεγόμενον τελειωθῇ.
这串珠式的风格是古老的(因为以前所有人都在用,但现在用的人不多了);我所说的 “串珠式”是指其自身没有任何终点,除非所叙述的事情本身已经完结。
ἔστι δὲ ἀηδὴς διὰ τὸ ἄπειρον· τὸ γὰρ τέλος πάντες βούλονται καθορᾶν·
这种风格因其无限而令人不快;因为所有人都渴望看清终点。
διόπερ ἐπὶ τοῖς καμπτῆρσιν ἐκπνέουσι καὶ ἐκλύονται· προορῶντες γὰρ τὸ πέρας οὐ κάμνουσι πρότερον.
因此,跑者在折返点处才会喘息并松懈下来;因为能预先看到终点,在此之前他们不会感到疲倦。
§3.9.3ἡ μὲν οὖν εἰρομένη ἐστιν ἥδε, κατεστραμμένη δὲ ἡ ἐν περιόδοις· λέγω δὲ περίοδον λέξιν ἔχουσαν ἀρχὴν καὶ τελευτὴν αὐτὴν καθʼ αὑτὴν καὶ μέγεθος εὐσύνοπτον.
串珠式的风格就是这样,而紧凑式的风格则是周期式的;我所说的“周期”是指其自身具有起点和终点,并且其长短易于一眼看清的词句结构。
ἡδεῖα δʼ ἡ τοιαύτη καὶ εὐμαθής, ἡδεῖα μὲν διὰ τὸ ἐναντίως ἔχειν τῷ ἀπεράντῳ, καὶ ὅτι ἀεί τὶ οἴεται ἔχειν ὁ ἀκροατὴς καὶ πεπερθ́νθαι τι αὑτῷ, τὸ δὲ μηδὲν προνοεῖν μηδὲ ἀνύειν ἀηδές· εὐμαθὴς δὲ ὅτι εὐμνημόνευτος, τοῦτο δὲ ὅτι ἀριθμὸν ἔχει ἡ ἐν περιόδοις λέξις, ὃ πάντων εὐμνημονευτότατον.
这种风格既令人愉悦又易于学习;令人愉悦是因为它与无限相反,且听众总是觉得自己有所收获,并为自己完成了一些事情,而无法预见任何东西且毫无进展则是令人不快的;易于学习是因为易于记忆,而这又是因为周期式的词句结构具有数量(节奏),这是所有事物中最容易记忆的。
διὸ καὶ τὰ μέτρα πάντες μνημονεύουσιν μᾶλλον τῶν χύδην· ἀριθμὸν γὰρ ἔχει ᾧ μετρεῖται.
因此,所有人对有韵律之诗的记忆都好于对散漫语言的记忆;因为韵律具有衡量自身的数量。
§3.9.4δεῖ δὲ τὴν περίοδον †καὶ τῇ διανοία† τετελειῶσθαι, καὶ μὴ διακόπτεσθαι ὥσπερ τὰ Σοφοκλέους ἰαμβεῖα, " Καλυδὼνμὲν ἥδε γαῖα· Πελοπίας χθονός· " τοὐναντίον γὰρ ἔστιν ὑπολαβεῖν τῷ διαιρεῖσθαι, ὥσπερ καὶ ἐπὶ τοῦ εἰρημένου τὴν Καλυδῶνα εἶναι τῆς Πελοποννήσου.
周期还必须在思想上完结,而不能像索福克勒斯的雅姆格诗句那样被截断: “这便是卡吕冬之地;属于佩洛普斯的领土……” 因为由于这种划分,人们可能会产生相反的理解,就像在上述例子中,误以为卡吕冬是属于伯罗奔尼撒半岛的。
§3.9.5περίοδος δὲ ἡ μὲν ἐν κώλοις ἡ δʼ ἀφελής.
周期有一类是由肢(句)构成的,另一类是单纯的。
ἔστιν δʼ ἐν κώλοις μὲν λέξις ἡ τετελειωμένη τε καὶ διῃρημένη καὶ εὐανάπνευστος, μὴ ἐν τῇ διαιρέσει †ὥσπερ καὶ ἡ περίοδος,† ἀλλʼ ὅλη (κῶλον δʼ ἐστὶν τὸ ἕτερον μόριον ταύτης)· ἀφελῆ δὲ λέγω τὴν μονόκωλον.
由肢构成的词句结构是完结的、有划分的,并且便于换气的,这种完结不在于划分处,而是在于整体(而肢是它的两部分之一);我所说的“单纯”是指单肢的结构。
§3.9.6δεῖ δὲ καὶ τὰ κῶλα καὶ τὰς περιόδους μήτε μυούρους εἶναι μήτε μακράς.
肢和周期都应当既不能过短(鼠尾状的),也不能过长。
τὸ μὲν γὰρ μικρὸν προσπταίειν πολλάκις ποιεῖ τὸν ἀκροατήν (ἀνάγκη γὰρ ὅταν, ἔτι ὁρμῶν ἐπὶ τὸ πόρρω καὶ τὸ μέτρον οὗ ἔχει ἐν ἑαυτῷ ὅρον, ἀντισπασθῇ παυσαμένου, οἷον πρόσπταισιν γίγνεσθαι διὰ τὴν ἀντίκρουσιν)· τὰ δὲ μακρὰ ἀπολείπεσθαι ποιεῖ, ὥσπερ οἱ ἐξωτέρω ἀποκάμπτοντες τοῦ τέρματος·
因为过短容易使听众常常绊倒(因为当听众仍在向前冲,朝着自己心中已有的音步极限前进时,如果因为说话者的突然停顿而被往回拽,必然会由于这种反冲而产生如同绊倒一样的感觉);而过长则使人感到被抛在后面,就像在跑步中越过了终点很远才折返的人一样;因为他们也会把一同散步的人落在后头。
ἀπολείπουσι γὰρ καὶ οὗτοι τοὺς συμπεριπατοῦντας, ὁμοίως δὲ καὶ αἱ περίοδοι αἱ μακραὶ οὖσαι λόγος γίνεται καὶ ἀναβολῇ ὅμοιον, ὥστε γίνεται ὃ ἔσκωψεν Δημόκριτος ὁ Χῖος εἰς Μελανιππίδην ποιήσαντα ἀντὶ τῶν ἀντιστρόφων ἀναβολάς " οἷ τʼ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων, ἡ δὲ μακρὰ ἀναβολὴ τῷ ποιήσαντι κακίστη· " ἁρμόττει γὰρ τὸ τοιοῦτον καὶ εἰς τὰς μακροκώλους λέγειν.
同样,过长的周期就变成了一个演说,且类似于迪提兰博斯的序奏,结果就出现了希奥斯的德谟克利特嘲笑梅拉尼皮德斯用序奏代替对歌时所说的情况: “害人者终害己,而长序奏对制作者本人最不利”;因为这句话同样适用于那些肢过长的词句。
αἵ τε λίαν βραχύκωλοι οὐ περίοδος γίνεται· προπετῆ οὖν ἄγει τὸν ἀκροατήν.
而肢过短的则不能形成周期;因而会把听众带得向前倾。

词汇与语法注释

  1. ¦25¦τῷ συνδέσμῳ μίαν — 意为“通过连接词连成一体”。用来描述“串珠式风格”(εἰρομένη λέξις)在句法上并不具有紧密的从属结构,而仅仅依靠 `καί` 或 `δέ` 等并列连接词将各个要素串联起来以保持连续。
  2. ¦30¦ἂν μὴ τὸ πρᾶγμα τὸ λεγόμενον τελειωθῇ — 条件从句(`ἄν` + 虚拟语气)。它指出了“串珠式风格”的结构特点(无限性),即句子的结束并不取决于语法框架或节奏的完结,而完全依赖于所叙述的客观事物本身结束这一外部事实。
  3. ¦10¦Καλυδὼν μὲν ἥδε γαῖα· Πελοπίας χθονός· — 引用诗句(亚里士多德认为是索福克勒斯的作品,实际上据信出自欧里庇得斯的《梅勒阿格罗斯》)。它说明了原本应被读作“此处是卡吕冬之地;[其对面是]佩洛普斯的领土”的句子,由于划分(`διαιρεῖσθαι`)不当,属格 `Πελοπίας χθονός` 可能会被误认为修饰 `Καλυδὼν`,从而产生“卡吕冬是伯罗奔尼撒领土的一部分”的错误解读。
  4. ¦20¦ἔτι ὁρμῶν ἐπὶ τὸ πόρρω καὶ τὸ μέτρον οὗ ἔχει ἐν ἑαυτῷ ὅρον, ἀντισπασθῇ παυσαμένου — 插入在以 `προσπταίειν ποιεῖ` 为主导的句子中的从属句结构。主格分词 `ὁρμῶν` 指代听众,而 `παυσαμένου` 是以说话者为逻辑主语的属格绝对结构。它展示了这样一个统语结构:当听众仍朝着自己预期的句子“极限(`ὅρον`)”向前冲时,由于说话者的突然停止,听众被猛然往回拽(`ἀντισπασθῇ`,受 `ὅταν` 支配的被动语态虚拟语气)。

引用这一段

亚里士多德, 修辞学 §3.9.1-3.9.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:3.9.1-3.9.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。