Humanitext Reader

亚里士多德 · 修辞学 §3.8.1-3.8.7

散文的节奏与派安格的重要性

第 81 段,共 98 段 · 希腊语

内容简介

论述散文词句结构的适宜节奏,指出它既不能完全符合格律,也不能毫无节奏,并基于比例关系阐明了使用派安格的重要性。

§3.8.1τὸ δὲ σχῆμα τῆς λέξεως δεῖ μήτε ἔμμετρον εἶναι μήτε ἄρρυθμον· τὸ μὲν γὰρ ἀπίθανον (πεπλάσθαι γὰρ δοκεῖ), καὶ ἅμα καὶ ἐξίστησι· προσέχειν γὰρ ποιεῖ τῷ ὁμοίῳ, πότε πάλιν ἥξει· ὥσπερ οὖν τῶν κηρύκων προλαμβάνουσι τὰ παιδία τὸ τίνα αἱρεῖται ἐπίτροπον ὁ ἀπελευθερούμενος;
散文的词句结构既不应当是有韵律的,也不应当是无节奏的;因为前者缺乏说服力(因为它显得是人工雕琢出来的),且同时使听众分心;因为它让人注意相似的句法,期待着它何时再次出现,就像孩子们抢在传令官之前回答一样,当问到“被释奴隶选择谁作为保护人?
Κλέωνα ·
”时,他们抢先喊道:“克勒翁!
§3.8.2τὸ δὲ ἄρρυθμον ἀπέραντον, δεῖ δὲ πεπεράνθαι μέν, μὴ μέτρῳ δέ· ἀηδὲς γὰρ καὶ ἄγνωστον τὸ ἄπειρον.
” 而无节奏则是无限的,但它应当是被限定的,只是不应通过韵律来限定;因为无限的事物令人不快且不可知。
περαίνεται δὲ ἀριθμῷπάντα· ὁ δὲ τοῦ σχήματος τῆς λέξεως ἀριθμὸς ῥυθμός ἐστιν, οὗ καὶ τὰ μέτρα τμήματα·
万物皆由数量限定,而词句结构的数量就是节奏,韵律也只是它的片段。
§3.8.3διὸ ῥυθμὸν δεῖ ἔχειν τὸν λόγον, μέτρον δὲ μή· ποίημα γὰρ ἔσται.
因此,言论应当具有节奏,而不应具有韵律;否则它就成了诗。
ῥυθμὸν δὲ μὴ ἀκριβῶς· τοῦτο δὲ ἔσται ἐὰν μέχρι του ᾖ.
但节奏不应过于精确;如果它只到一定程度为止,就会是这样。
§3.8.4τῶν δὲ ῥυθμῶν ὁ μὲν ἡρῷος σεμνῆς ἀλλʼ οὐ λεκτικῆς ἁρμονίας δεόμενος, ὁ δʼ ἴαμβος αὐτή ἐστιν ἡ λέξις ἡ τῶν πολλῶν (διὸ μάλιστα πάντων τῶν μέτρων ἰαμβεῖα φθέγγονται λέγοντες), δεῖ δὲ σεμνότητα γενέσθαι καὶ ἐκστῆσαι.
在各种节奏中,英雄韵庄重,但缺乏口语的和谐,而雅姆则是大众的口语本身(这就是为什么在说话时,人们在所有韵律中最常脱口而出雅姆格的原因),但言论需要产生庄重并使听众超脱日常。
ὁ δὲ τροχαῖος κορδακικώτερος· δηλοῖ δὲ τὰ τετράμετρα· ἔστι γὰρ τροχερὸς ῥυθμὸς τὰ τετράμετρα.
特罗凯更像舞曲,这由四步格所表明;因为四步格是一种奔跑的节奏。
λείπεται δὲ παιάν, ᾧ ἐχρῶντο μὲν ἀπὸ Θρασυμάχου ἀρξάμενοι, οὐκ εἶχον δὲ λέγειν τίς ἦν.
剩下的是派安格,人们从特拉叙马霍斯开始就在使用它,但他们说不清它是什么。
ἔστι δὲ τρίτος ὁ παιάν, καὶ ἐχόμενος τῶν εἰρημένων· τρία γὰρ πρὸς δύʼ ἐστίν, ἐκείνων δὲ ὁ μὲν ἓν πρὸς ἕν, ὁ δὲ δύο πρὸς ἕν, ἔχεται δὲ τῶν λόγων τούτων ὁ ἡμιόλιος· οὗτος δʼ ἐστὶν ὁ παιάν.
派安格是第三种节奏,并且是与上述几种相接的;因为它是三比二的比例,而上述几种中,一种是一比一,另一种是二比一,与这些比例相接的就是一倍半的比例,而这正是派安格。
§3.8.5οἱ μὲν οὖν ἄλλοι διά τε τὰ εἰρημένα ἀφετέοι, καὶ διότι μετρικοί· ὁ δὲ παιὰν ληπτέος· ἀπὸ μόνου γὰρ οὐκ ἔστι μέτρον τῶν ῥηθέντων ῥυθμῶν, ὥστε μάλιστα λανθάνειν.
因此,其他几种节奏因上述原因以及它们易成韵律而应当被放弃,必须采用派安格;因为在所提及的节奏中,唯独它不会形成韵律,因而最不易被察觉。
§3.8.6νῦν μὲν οὖν χρῶνται τῷ ἑνὶ παιᾶνι καὶ ἀρχόμενοι καὶ τελευτῶντες, δεῖ δὲ διαφέρειν τὴν τελευτὴν τῆς ἀρχῆς. ἔστιν δὲ παιᾶνος δύο εἴδη ἀντικείμενα ἀλλήλοις, ὧν τὸ μὲν ἓν ἀρχῇ ἁρμόττει, ὥσπερ καὶ χρῶνται·
现在的做法是,人们在开头和结尾都使用同一种派安格,但结尾应当与开头有所不同。
οὗτος δʼ ἐστὶν οὗ ἄρχει μὲν ἡ μακρά, τελευτῶσιν δὲ τρεῖς βραχεῖαι, " Δαλογενὲς εἴτε Λυκίαν, " καὶ " Χρυσεοκόμα Ἕκατε παῖ Διός " ·
派安格有两种互相对立的形式,其中一种适合开头,正如人们实际上所使用的主动形式;这是由一长音节开头,以三短音节结束的形式,如“提洛诞生的,或是吕基亚的……” 以及“金发的赫卡托斯,宙斯之子”。
ἕτερος δʼ ἐξ ἐναντίας, οὗ βραχεῖαι ἄρχουσιν τρεῖς, ἡ δὲ μακρὰ τελευταία· " μετὰ δὲ γᾶν ὕδατά τʼ ὠκεανὸν ἠφάνισε νύξ.
另一种正好相反,以三短音节开头,以一长音节结束,如“继大地与流水之后,黑夜将大洋隐没”。
" οὗτος δὲ τελευτὴν ποιεῖ· ἡ γὰρ βραχεῖα διὰ τὸ ἀτελὴς εἶναι ποιεῖ κολοβόν.
这后一种形成结尾;因为短音节由于其不完整性,会使结尾显得残缺不全。
§3.8.7ἀλλὰ δεῖ τῇ μακρᾷ ἀποκόπτεσθαι, καὶ δήλην εἶναι τὴν τελευτὴν μὴ διὰ τὸν γραφέα, μηδὲ διὰ τὴν παραγραφήν, ἀλλὰ διὰ τὸν ῥυθμόν.
但我们应当用长音节来截断,并且结尾应当是因为节奏本身而显现出来,而不是由于抄写员或旁记符号。

词汇与语法注释

  1. 3.8.1ἐξίστησι — 在此语境中,指使听众的注意力从演说的实际内容中“分散、偏离”。虽然 §3.8.4 中的 `ἐκστῆσαι` 是同一个动词 `ἐξίστημι` 的不定式,但其在彼处指的是“使听众超越日常、产生惊异”的积极效果。
  2. 3.8.4ἔχεται δὲ τῶν λόγων τούτων ὁ ἡμιόλιος — 动词 `ἔχεται` 支配属格,意为“紧邻”或“接续”,此处 `λόγων` 指数学上的“比例”。基于毕达哥拉斯学派的音乐理论,八度音程(2:1)和完全五度音程(3:2,即表示一倍半的 `ἡμιόλιος`)的比例,在此被用作节奏和谐的隐喻。
  3. 3.8.6ἡ γὰρ βραχεῖα διὰ τὸ ἀτελὴς εἶναι ποιεῖ κολοβόν — 解释了如果短音节(`βραχεῖα`)处于句末,由于其语音持续时间短,会给听众一种未完成的印象(`ἀτελής`),从而使句子的结尾显得像是被生硬截断的“残缺之物”(`κολοβόν`)。

引用这一段

亚里士多德, 修辞学 §3.8.1-3.8.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:3.8.1-3.8.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。